Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

670. ἠμέν] ἔδει ἐπαγαγεῖν ἠδέ, εἰ μή τί γε ὁ καί ἀντʼ αὐτοῦ ἐστὶν, ἵν᾿ ᾖ καὶ περὶ τῶν νεῶν καὶ περὶ τοῦ πολέμου.

674. οὐδʼ ἄῤ ἔτʼ Αἴαντι] οὐ μόνον γὰρ τοὺς ἄλλους, ἀλλὰ καὶ Αἴαντα ὁ Νέστωρ ἔρρωσε τῷ λόγῳ. ὅρα δὲ οἷόν ἐστιν ἡ κατὰ καιρὸν προτροπή.

[*](1. * πρώτων] πρώτου πρωτέων 7. * Πορφυρίου] om.)
103

676. ἴκρια] οἱ μὲν τὰ καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῷραν καὶ πρύμναν σανιδώματα. ἢ τὰ ἐξέχοντα ἄκρα. ἢ τὰς καταγωγάς.

678. βλήτροισι] συμβλήμασι καὶ συνεμπλοκαῖς.

679. ὑφʼ ἓν τὸ κελητίζειν· παραγωγὸν γάρ ἐστι παρὰ τὴν κέλη- τος γενικὴν, ἐπεὶ ἔδει κέληθʼ ἵζειν. ἀδιανόητον δὲ τὸ ἵπποις κέλητα ὁ ἵζειν. ἔστι δὲ ἀναχρονισμός· οὐ χρῶνται γὰρ κέλησιν οἱ Ἕλληνες. ἡ δὲ παραβολὴ τὸ γενναῖον αὐτοῦ καὶ εὐσταθὲς δείκνυσιν, ἄλλοτε ἐπʼ ἄλλην ναῦν μεταπηδῶντος ῥᾳδίως. ὁ μὲν εἷς οὖν ἐζευγμένος ἵππος κέλης ὠνόμασται, οἱ δὲ δύο ἅμιπποι, ὃ καὶ ξυνωρίς· οἱ δὲ τέσσαρες τέτρωρον καὶ τέθριππον.

680. ἐκ πολέων πίσυρας συναγείρεται] ἀντὶ τοῦ ἐκ πολλῶν τοὺς ἐπιτηδείους, οἷον ἀρίστους καὶ ἰσοταχεῖς συναγάγῃ ἐκλεξάμενος· κίνδυνος γὰρ ἐκπεσεῖν μεθαλλομένῳ ἀπὸ ἄλλου εἰς ἄλλον. οἱ δὲ συναείρεται, ἀντὶ τοῦ συζεύξει, ὡς τὸ “σὺν δʼ ἤειρεν ἱμᾶσιν” (Il. 10, 499).

687. αἰεί] ἀντὶ τοῦ συνεχῶς. κατʼ ἐκείνην δὲ τὴν ἡμέραν, ὡς τὸ “αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον” (Il. 23, 502).

690. ὥστʼ ὀρνίθων] ἀπὸ καταφρονουμένου μὲν ζῴου τὴν παρα- βολὴν φέρει τοῖς Ἕλλησιν, ὡς καὶ ἀλλαχοῦ “τῶν δʼ ὥστε ψαρῶν” (Il. 17, 755). ἀλλὰ καὶ παραμυθεῖται ἀντιτάσσων τὸν Δία. αἴθων δὲ θερμὸς, ἢ ξανθὸς, ἢ μέλας.

695. χειρί] λείπει τὸ ὡς. οἱ δὲ τῇ δυνάμει ἢ ἐκπληκτικὸν τὸ τῆς φαντασίας· ἡ χεὶρ τοῦ Διὸς μέχρι τῆς γῆς φθάνει θνητὸν ὠθοῦσα.

696. δριμεῖα] ὀξεῖα ἀπὸ τῶν ὀσφραντῶν· ὡς νῦν ἀρχὴν τοῦ πολέ- μου λαβόντος.

700. οὐκ ἔφασαν φεύξεσθαι] οὐ λέγει ὅτι ἀπεγνωκότες τῆς σωτη- ρίας ἐμάχοντο, ἀλλʼ ὅτι ταύτην εἶχον τὴν διάνοιαν ὡς μέχρι θανάτου μαχησόμενοι ἢ φευξόμενοι. οἱ δὲ Τρῶες ἤλπιζον τὰς ναῦς ἐμπρήσειν καὶ κτεῖναι τοὺς Ἀχαιούς.

705. ἢ Πρωτεσίλαον ἔνεικεν] εὐπρεπῶς ἐπὶ τὴν τοιαύτην ναῦν ἤγαγε τὸν Ἕκτορα, ἧς οὕτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύ- σαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην (θανὼν γὰρ ἦν) τούς τε πολίτας συγγνώμης ἄν τις ἀξιώσαι εἰ ἀστρατήγητοι ὄντες ἀδυνάτως εἶχον ἐπιβοηθεῖν. ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ τὸ ὄνειδος, τὴν Πρωτεσιλάου φησί. καὶ ὅτι κατὰ τὰς πύλας πρώτη ἦν.

104

709. ἀϊκάς τὰς ὁρμὰς, ἀπὸ τοῦ ἀίσσω. τόξων δὲ τῶν τοξευ- μάτων. ἀμφὶς δὲ χωρὶς ἀλλήλων, ἢ ἀντὶ τοῦ περιέμενον, ὡς “Κρόνον ἀμφὶς ἐόντες” (Il. 14, 274).

711. ἀθετεῖ Ἀρίσταρχος· ἐπιφέρει γὰρ, φησὶ, περὶ ξιφῶν. φασὶ δὲ ὅτι πληθύνει τὰς τῶν ὅπλων φωνὰς διὰ τὸ φαντάζειν τὸν ἀκροατήν.

713. μελάνδετα] σιδηρόδετα, ἐπεί φησιν Ἡσίοδος (O. 151) “μέλας δʼ οὐκ ἔσκε σίδηρος.” οἷον ἐκ σιδήρου τὰς λαβὰς ἔχοντα δεδεμένας· τὴν δὲ λαβὴν δεσμὸν καλεῖ ὁ Σιμωνίδης. οἱ δὲ ἐπιμελῶς ἐνδεδεμένα ὡς πρὸς τὴν λαβήν.

714. ἐκ χειρῶν] σὺν ταῖς χερσὶν ἀποκοπτόμενα, ἄλλα δὲ σὺν ὤμοις· γελοῖον γὰρ τὸ οἴεσθαι ἀπὸ τῶν ὤμων ἐκπίπτειν τὰς μαχαίρας.

p717. ἄφλαστον] οὐ τὸ ἀκροστόλιον, ἀλλὰ τὸ ἐπὶ τῆς πρύμνης εἰς ὕψος τεταμένον ἐκ κανονίων πλατέων, διήκοντος διʼ αὐτοῦ πλατέος κανονίου, θρανίτου μὲν ὠνομασμένου, ὑπηρεισμένου δὲ τῷ στυλίσκῳ τῷ ὄπιθεν τοῦ κυβερνήτου. κρέμανται δὲ ἐκ τῶν κανονίων καὶ τοῦ θρανίτου τὰ ἡνία. ἀκροστόλιον δὲ τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεῖνον ἐπὶ πρῷραν ξύλον· πτυχὴ δέ ἐστιν ὅπου ζωγραφοῦνται οἱ ὀφθαλμοὶ καὶ τὸ τῆς νηὸς ἐπιγέγραπται ὄνομα. τινὲς δὲ τὸ ἄφλαστον ἐπιρρηματι- κῶς γράφουσιν, ἵνʼ ᾖ τὸ ἄμφω ταῖς χερσὶν ἐπεστραμμένως ἐπει- λῆφθαι τῆς νηός.

719. νῦν ἡμῖν] ἀντὶ τοῦ πάντων πόνων ἰσόρροπον ἡμέραν ὁ Ζεὺς ἐχαρίσατο.

720. θεῶν ἀέκητι] ἄδηλον πότερον παρὰ γνώμην θεῶν μολοῦσαι, ἢ ἡμῖν πήματα θέσαν θεῶν ἀέκητι.

κακότητι] ἀβουλίᾳ. τὸ δὲ ἴδιον ἀσθενὲς τοῖς γέρουσι περιάπτει· οὐ γὰρ ἤθελεν ἐξιέναι δι᾿ Ἀχιλλέα.

728. ἀνεχάζετο] ὅπως τῷ μεγίστῳ χρήσηται δόρατι, οἰόμενος μᾶλλον ἀποθανεῖν ἢ παραχωρήσειν Ἕκτορι.

729. τὴν τῶν κωπηλατῶν καθέδραν, ἢ τὴν τοῦ κυβερνήτου. Ἀττι- κοὶ δὲ θρᾶνον τὸ τοῦ κωπηλάτου φασὶ, καὶ θρανίτας αὐτούς.