Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

625. ηὐξημένον ὑπὸ ἀνέμου, ὡς εἶναι ὑποκάτω τῶν νεφῶν καὶ πλησιάζειν αὐτοῖς. οἱ δὲ ἀνεμοτρεφές φασι τὸ εὔτονον. ὁ δὲ κόμπος τῶν λεγομένων καὶ ὁ ψόφος τῶν ὀνομάτων οὐκ ἐᾷ ἰδεῖν τὴν ναῦν ἀφρῷ κεκαλυμμένην.

626. πᾶσάν φησι δηλονότι τὴν ναῦν τῷ ἀφρῷ τοῦ κύματος περι- καλυφθεῖσαν ὑποκρυβῆναι.

δεινὸς ἀήτης] ἀρρενικῶς τὸ ἀήτης, ὡς τὸ “κλυτὸς Ἀμφιτρίτη” (Od. 5, 422). τινὲς κακῶς νοήσαντες θηλυκῶς ἐκφέρουσιν· ἡ γὰρ ἀρσενικὴ ἐκφορὰ ἐμφαντικώτερον τὸν λόγον ἀπεργάζεται καὶ τὸν ἄνεμον σφοδρότερον δείκνυσιν.

627. ἱστίῳ ἐμβρέμεται] προσλακτίζων αὐτῷ τῇ βίᾳ δηλονότι. ναῦται δʼ εἶεν ἂν οἱ ἐπιβάται. τούτους γάρ τις καὶ βραχὺς κίν- δυνος κλονεῖ· ἐπὶ τοὺς ναύτας δὲ φθάνων ὁ φόβος μέγεθος μεγίστου κινδύνου παρίστησιν.

628. τυτθὸν γάρ] τὸ τυχὸν γὰρ ἀπέχουσι τοῦ θανάτου. πρῶτος δὲ εἶπε τοῦτο Ἀνάχαρσις ὁ Σκύθης, ὃς ἐρόμενός τινα τῶν ναυτῶν πόσον ἀπέχομεν τοῦ ὕδατος, καὶ μαθὼν ὡς τέσσαρας δακτύλους, τοσοῦτον, φησὶ, καὶ τοῦ θανάτον. καὶ Ἀρατος (299) “ὀλίγον δὲ διὰ ξύλον.”

629. ἐδαίζετο θυμός] διεκόπτετο ἡ ψυχὴ ἀγωνιῶσα. πρὸς τὸ τελευταῖον δὲ τῆς παραβολῆς τὸ “τρομέουσι δέ τε φρένα ναῦται” τὴν ἀνταπόδοσιν ἐπήγαγε τῆς παραβολῆς.

[*](1. *ἀλιτεῖν] ἀλγεῖν 18. *κλυτὸς] κλυτὸς δὲ 29. δὲ διὰ] δείδια)
101

630. ὥστε λέων] πολλὰς ἤδη ἐφόδους λεόντων παρέλαβεν εἰς ὁμοίωσιν, νῦν δὲ ἐξεῦρέ τι καινόν· πρόκειται γὰρ πρωτόπειρος νομεὺς ἀνεπιστήμων τῆς πρὸς λέοντας μάχης. καὶ νεμομένας τὰς βοῦς παρέλαβεν, εἰκότως· οὐδὲ γὰρ Ἕλληνες ἐπὶ παρατάξεώς εἰσιν, ἀλλʼ ἐσκεδασμένοι, ὥστε καὶ εὔκολον εἶναι τὴν ἐπιχείρησιν διὰ τὸ ἄτακτον.

631. εἱαμενῇ] καθύδρῳ τόπῳ. καὶ οἱ μὲν παρὰ τὴν ἄνεσιν καὶ ἀνάδοσιν τῶν λιβάδων· οἱ δὲ τοὺς τόπους ἀφʼ ὥν τοῦ ὕδατος ὑπεκ- ρυέντος πόαι γίνονται.

632. οὔπω σάφα εἰδώς] οὐ κατʼ εὐτονίαν σώματος· οἷος γὰρ δήποτʼ ἂν ᾖ, οὐ δύναται εἷς ὢν πολεμεῖν λέοντι· ἀλλὰ κατʼ ἐμπει- ρίαν· ὁ γὰρ ἔμπειρος τῆς πρὸς τὸ θηρίον μάχης ἢ κύνας προσαφῆκεν ἢ λαμπάδας προσάγει.

633. ἕλικος] τὸ ἀπλοῦν ἀντὶ συνθέτου, ὡς καὶ Διονύσιός φησιν, ἀντὶ τοῦ εἰλίποδος. φονῇσι δὲ τῷ φόνῳ, ἢ τῷ τόπῳ ἔνθα πεφό- νευται.

635. ὁμοστιχάει] συμπορεύεται. βάρβαρον δέ φησιν εἶναι αὐτὸ Διονύσιος.

639. * Κοπρῆος] οὗτος ἦν κῆρυξ τοῦ τῶν Ἀργείων βασιλέως, ὃς τὰς παρὰ Εὐρυσθέως ἐντολὰς ἔλεγε τῷ Ἡρακλεῖ τῶν ἄθλων ἕνεκα ἔξωθεν τῆς πόλεως μένοντι· δεδοικὼς γὰρ αὐτὸν οὐκ εἴα ἔνδον εἰσελ- εῖν.

644. ὅς ῥα τόθ᾿ Ἕκτορι] ὥστε οὐδὲ τοῦτο ἀφʼ ἑαυτοῦ κατορθώσας φαίνεται ὁ Ἕκτωρ, τῇ δὲ τοῦ Περιφήτου δυστυχίᾳ συγκέχρηται· τὸ γὰρ πτῶμα συνέπραξε πρὸς τὸ εὐχερῆ γενέσθαι τὴν ἀναίρεσιν.

645. παραποδισθεὶς τῷ μήκει τῆς ἀσπίδος κατὰ τὴν ἄντυγα ὕπτιος κατηνέχθη. πάλτο δὲ ἀντὶ τοῦ ἐπελάσθη. ἐσπράφη δὲ ὅπως φυλάξηται, συστείλας ἑαυτὸν ὑπὸ τὴν ἀσπίδα.

651. λείπει ἡ περί. τινὲς δὲ Αἰολικῶς τὸ πέρ ἀντʼ αὐτῆς λαμ- βάνουσιν. ἀήθης δὲ Ὁμήρῳ ἡ τοιαύτη συναλοιφή.

653. εἰσωποὶ δʼ ἐγένοντο νεῶν] ὑπέστειλαν ἑαυτοὺς ἐπὶ τὰς ναῦς καὶ ἐντὸς αὐτῶν αἱ ἄκραι νῆες ἔλαβον αὐτούς. εἰς γὰρ τὰ μεταξὺ διαστήματα φεύγουσι, βραχύ τι μέρος ὑπολειπόμενοι τῶν νεῶν, ὡς τὰς πρύμνας αὐτοὺς ὑποβεβηκέναι. οἱ δὲ, ὅτι ὑποχωρησάντων τῶν Ἑλλήνων ἐν ἀπόψει γέγονε τὸ πλῆθος τῶν νεῶν τοῖς Τρωσίν.

[*](11. *ᾖ] ἔοι)
102

656. τῶν πρωτέων] ἀπὸ τοῦ πρώτων. μέμφεται δὲ Διονύσιος· οὐ γὰρ τὸ πρώτων, φησὶ, περισπᾶται. παρὰ κλισίῃσι δὲ ὡς μετὰ τὰς πρύμνας τῶν πρώτων νεῶν παρεσκηνωμένων αὐτῶν πρὸς ταῖς πρῴραις. στρατὸν δὲ νῦν τὸ στρατόπεδον. αἰδὼς δὲ καὶ δέος, τὸ μὲν ἵνα μὴ φανῶσι κακοὶ, τὸ δὲ περὶ τῶν νεῶν. τὸ δὲ ἀζηχές ἢ λίαν σκληρῶς ἢ ἀδιαλείπτως.

*Πορφυρίου. διὰ τί οὐ τὰς πρώτας ναῦς ἐνέπρησαν οἱ Τρῶες “εἰσωποὶ δʼ ἐγένοντο νεῶν, πέρι δʼ ἔσχεθον ἄκραι;” πότερον ὅπως πλείστους ἀπὸ τῆς περιεχομένης διαφθείρωσιν, ἢ ὅπως μὴ διὰ πυρὸς ἀναχωρήσωσιν; ἢ ὅτι αὐτοῦ ἦσαν, ὧν ἤδη ἐντὸς ἦσαν.

662. ἄλλων ἀνθρώπων] τὴν ἐξ ἄλλων παρακολουθοῦσαν αἰσχύνην. πολὺς δὲ ὁ τῆς αἰδοῦς λόγος· καὶ ἀλλήλους φησὶν αἰδομένους καὶ τοὺς ἄλλους ἀνθρώπους. ταῦτα δὲ πρὸς διέγερσιν.

663. παίδων ἠδʼ ἀλόχων] ἵνα μηδὲ ἐκείνοις ὄνειδος ἐπακολουθήσῃ διʼ ὑμᾶς. καλῶς δὲ ἔχει ἡ προτροπὴ τέκνων καὶ γάμων ἀσφάλειαν, πλούτου φυλακὴν ἀναφαίρετον, γονέων ζώντων μὲν αἰδῶ, τεθνηκότων δὲ μνήμην. πρεπόντως δὲ τὰ περὶ τέκνων καὶ γυναικῶν οὐ τοῖς Αἴαντος ἐμφέρεται λόγοις, ἀλλὰ τοῖς Νέστορος· πατρὸς γὰρ ἐπέχει τάξιν. διήκει δὲ ἡ παράκλησις οἷς μὲν ὁλοτελῶς, οἷς δὲ μερικῶς.

665. τῶν ὕπερ] ἀντὶ τοῦ διʼ αὐτῶν· ἵνα, φησὶν, οὕτω σπεύδητε ὡς ἐκείνους ὁρῶντες δεομένους.

668. ἀθετοῦνται στίχοι τρεῖς· οὐ γὰρ προδιεσάφησεν ὡς εἶχον ἀχλύν τινα. πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω ἐφάνη νῦν, πρὶν συγκαθη- μένη τοῖς θεοῖς τοῖς ἄλλοις; εἰ μὴ λέγοις ὅτι σχῆμα ἐλλειπτικὸν ὂν δίδωσι νοεῖν τοῖς ἀκροαταῖς διὰ τούτου ὅτι ἠχλύωντο, ἡ δὲ Ἀθηνᾶ ἐδύνατο καὶ ἀποῦσα ἀφαιρεῖσθαι αὐτὴν, ὡς τὸ “εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη” (Il. 8, 218)· οὐ γὰρ ἐκεῖ παρῆν.