Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. αὐτὰρ ἐπεί] ἡ ἀναφορὰ πρὸς τὸ “πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον” (Il. 14, 507)· ἐνθάδε γὰρ τὸ πέρας τῆς διώ- ξεως προσέθηκεν.

διά τε σκόλοπας] ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς τὸ “διά τʼ ἔντεα καὶ μέλαν αἷμα” (Il. 10, 298). ἢ τὸ ἑξῆς, διέβησαν. ἡ δὲ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐιμφαίνει· οὐ γὰρ ἔφυγον “τῇ περ Ἀχαιοὶ ἐκ πεδίου νίσσοντο” (Il. 12, 118), ἀλλὰ διὰ τῆς τάφρου.

2. πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν] τοῦτο διὰ μέσου· ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον.

3. οἱ μὲν δὴ] οἱ ἔξω καταλειφθέντες· οὐδεὶς γὰρ σὺν ἵπποις εἰσῆλθεν ἢ Ἄσιος Ὑρτακίδης. ἢ τοὺς ἡνιόχους φησίν· εἶπε γὰρ “ἵππους μὲν θεράποντες ἐρυκόντων” (Il. 12, 76). ἢ αὐτοὺς τοὺς ἐκφυγόντας, θέλοντας ἑαυτούς τε τῆς φυγῆς ἀναλαβεῖν καὶ περι- σῶσαι τὰ ἄρματα· διὸ καὶ ἐρητύοντο εἶπεν. ἡ γὰρ χρεία αὐτὴ καὶ οὐδεὶς ἄλλος κατεῖχεν αὐτούς. οὐ γὰρ ἀλλήλους ἐκδεχόμενοι· οὐ γὰρ τοῦτο τοῦ τῶν βαρβάρων ἔθους· φαίνονται γὰρ ἀεὶ τῆς ἰδίας σωτηρίας φροντίζοντες.

[*](3. *ἀλλ᾿ οὖν] ἄλλον 16. *οἰπὺν ὄλεθρον] om. 31. ἔθουε scripsi pro ἤθους.)
72

4. δείους] εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· “τοίου μιν θάρσευς πλῆσεν” (Il. 17, 573) “ἐξ Ἐρέβευς ἄξοντα κύνα” (Il. 8, 368). ἀλλὰ νῦν ἡ κακοφωνία κράσει ἐποίησεν αὐτὸν χρῆσθαι.

6. ἀναΐξας] ἀνορμήσας τῆς κατακλίσεως, συναισθόμενος τῆς ἀπάτης καὶ ἑαυτοῦ κατεγνωκὼς ὅτι ὕπνωσεν.

ἴδε δὲ Τρῶας καὶ Ἀχαιούς] θαυμασίως ἐν τάχει πάντα παρέλαβε, τῶν μὲν τὴν φυγὴν, τῶν δὲ τὴν ἀριστείαν, τοῦ Ποσειδῶνος τὴν βοή- θειαν, τοῦ Ἕκτορος τὴν πάθην, ἵνα ἐκ πολλῶν φαίνηται κεκινημένος ἐπὶ τὴν ὀργὴν ὁ Ζεύς. περὶ δὲ τοῦ Ἕκτορος καὶ ἀναγκαίως ἐπεξερ- γάζεται, ἵνα μὴ μόνον διὰ τὴν ἀπάτην χαλεπήνῃ, ἀλλὰ καὶ διὰ τὸν Ἕκτορα, ὃς διʼ αὐτὸν τοιάδε ἔπαθε· φησὶ γο πρὸς Πολυδάμαντα “ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι” (Il. 12, 235) ὡς αὐτῷ πεπιστευκὼς καὶ μαχόμενος.

7. ὀρινομένους] μετὰ λύπης ταρασσομένους· ἔφυγον γὰρ μετὰ ἀπελπισμοῦ. κλονέοντας δὲ ἀπὸ τοῦ κλονῶ· τοῦτο δὲ παρὰ τὸ κατακλᾶν ἢ τὴν κλίσιν.

8. μετὰ δέ σφι] ὡς “ἔκδηλος μετὰ πᾶσιν” (Il. 5, 2) ἀντὶ τοῦ ἐν πᾶσιν. δηλοῖ δὲ καὶ τὴν ἐπί, ὡς τὸ “μεταΐξας θάνατον τεῦξε (Od. 21, 11), καὶ τὴν πρός, ὡς τὸ “ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς” (Il. 20, 14).

9. κείμενον] ἀντὶ τοῦ πεπτωκότα, ὡς τὸ “ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα” (Od. 11, 577). δηλοὶ δὲ καὶ τὸ τεθάφθαι (“ἔνθα μὲν Αἴας κεῖται” Od. 3, 109), καὶ τὸ κυρίως (“κεῖται Πάτροκλος” Il. 18, 20), καὶ τὸ νεκρὸν ἐρρίφθαι (“κεῖται πὰρ νήεσσι νέκυς” Il. 22, 386), καὶ τὸ διάγειν, ὡς τὸ “κεῖτο παρὰ μνηστῇ ἀλόχῳ” (Il. 9, 556), καὶ τὸ ἔστιν, ὡς τὸ “θεῶν ἐν γούνασι κεῖται” (Il. 17, 514).

10. εἴαθʼ] ὁ μὲν Ἀρίσταρχος ψιλοῖ, ἀπὸ τοῦ εἰμὶ ἐκδεχόμενος ἀντὶ τοῦ ὑπῆρχον (“ἔνθʼ ἄρα οἱ μύλαι εἴατο” Od. 20, 106)· ὁ δὲ Ἡρωδιανὸς δασύνει ἀπὸ τοῦ ἕω τοῦ καθέζομαι, ἵνα δηλοῖ τὸ περιε- κύκλουν καὶ παρεκάθηντο.

ἀργαλέῳ ἔχετʼ ἄσθματι] συνείχετο, φησὶν, οὐκ εὐπόρῳ, ἀλλὰ ἀσταθμήτῳ καὶ ἀσθενεῖ καὶ οὐκ εὐθεῖ πνεύματι.

κῆρ ἀπινύσσων] ἀπίνυτος ὢν τὴν ψυχὴν, ἀντὶ τοῦ παραφρονῶν καὶ [*](1. θάρσευς] θράσους 9. *ἐπεξεργάζεται] ἐπεργάζεται 3. * κράσει] φράσει 22. *τεθάφθαι] τέθαπται)

73
ἀναισθητῶν· πινυτὸν γὰρ τὸ αἰσθητόν. τινὲς δὲ κῆρα· οὐδαμοῦ δὲ τὸ πινύσσειν ἐπὶ τοῦ προσδοκᾶν ἔταξεν Ὀμηρος. πῶς δὲ δύναται προσδοκᾶν ὁ ἐσκοτωμένος καὶ ψυχορραγῶν ὑπὸ τῆς πληγῆς;

13. δεινὰ δʼ ὑπόδρα ἰδών] πῶς ὀ κεστὸς αὐτὸν οὐκ ἐπράῦνεν; ἐρώτων μόνον ἐστὶ κινητικὸς, οὐκ ἄλλων. ἄλλως τε ἡ περὶ αὐτὸν ἀπάτη ὑπεροχῆς ἦν ἐλάττωσις, καὶ μετὰ τοσαύτας ἀπειλάς. εἰκό- τως δὲ χαλεπαίνει, ψευδὴς πρὸς Θέτιν ἀποδειχθεὶς καὶ Ἕκτορα.

14. κακότεχνος] ὁ ἐπὶ κακῷ τεχνηθείς· ἔστι γὰρ καὶ χρηστὸς δόλος. τὸ δὲ ἑξῆς μάλα ἀμήχανε, ἦ δὴ κακότεχνος σὸς δόλος. ἀμή- χ ανε δὲ, πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι· “ἀμήχανός ἐσσι γεραιέ” (Il. 10, 167). δηλοῖ δὲ καὶ τὸ ἄπορον· “ἀμήχανα ἔργα γένοντο” (Il. 8, 130). πολλάκις δὲ ἁμαρτάνοντες ἐπὶ τοὺς πλησίον ἄγομεν τὰς αἰτίας.

16. κακορραφίης] κακομηχανίας· ἑξῆς γοῦν φησὶν “κακὰ μη- τιόωσα” (27). ἢ κακοσυνθεσίας καὶ κακοβουλίας.

17. πρώτη] ἀντὶ τοῦ προτέρα, τοῦ Ποσειδῶνος δηλονότι (ἄμφω γὰρ συμμαχοῦσι τοῖς Ἕλλησιν) ἢ τῶν Ἑλλήνων. πρὶν τούτους φησὶν ἀπολαῦσαι καὶ ἐπαύρασθαι τῆς σῆς δολιότητος. προπαροξυν- τέον δὲ τὸ ἐπαύρηαι· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος.

πληγῇσιν ἱμάσσω] κυρίως ἱμάντι πλήξω, τροπικῶς δὲ νῦν κεραυ- νώσω· μάστιγα γὰρ Διὸς τὸν κεραυνόν φησι· “Διὸς μάστιγι δα- μέντες” (Il. 12, 37), δηλονότι τῷ φόβῳ τῆς χθιζῆς κεραυνοβολίας.

21. ταῦτα ὁ Ὕπνος παρέλιπε, πόνον καὶ λύπην τῇ Ἥρᾳ φέροντα· ἃ δὲ εἶπεν ἐκεῖνος, νῦν ὁ Ζεὺς παρέλιπεν· οὐ γὰρ κατὰ ἀπόντος ἔδει θρασύνεσθαι. τὸ δὲ ἐκρέμω ἀπὸ τοῦ ἐκρέμασο ἐκρέμαο ἐκρέμω.

*καὶ ἔμπροσθεν περὶ τούτων εἴρηται ἱκανῶς, ἀκριβῶς δὲ νῦν. διὰ γὰρ τούτων ὁ ποιητὴς τὴν κοσμικὴν αἰνίττεται φύσιν, Δία μὲν καὶ Ζῆνα τὸν ἀνωτάτω ὑποτιθέμενος ἀέρα διάπυρον, Ἥραν δὲ τὸν δεύ- τερον· καὶ ταύτην φησὶν ὑπὸ Ὠκεανοῦ τεθράφθαι, ἐπειδὴ ἐκ τῆς τῶν ὑγρῶν ἀναθυμιάσεως γίνεται ὁ ἀήρ. ἄκμονας δὲ γῆν καὶ θάλασ- σαν λέγει. χρυσοῦν δὲ δεσμὸν τὸ αἰθέριον πῦρ, ὄτι ἐν τῷ ἀνωτάτω μέρει συνῆπται αὐτῷ ὁ ἀήρ. καὶ ῥιπτόμενον τὸν Ἥφαιστον εἰς θά- λασσαν, παρόσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα, πῦρ μὲν εἰς [*](1. αἰσθητόν] * αἰσθητικόν διὰ τούτων καὶ —ὑποτίθεται 2. * πινύσσειν] πινύσειν 29. *τεθράφθαι] τετράφθαι 27. * Δία μὲν καὶ—ὑποτιθέμενος])

74
ἀέρα, ἀέρα δὲ εἰς ὕδωρ. χαλκεύοντα δὲ ἐν. Ὠκεανῷ, ὅτι τὰ στερρὰ τῆς διʼ ὕδατος καὶ πυρὸς ἐργασίας τυγχάνει. καὶ Ἡσίοδος Οὐρανὸν μὲν λέγει τὴν ἐκπύρωσιν, Κρόνον δὲ τὸν ἄνωθεν κρουνηδὸν ἐπιφερό- μενον ὄμβρον, Ῥέαν δὲ τὴν ἐπιφερομένην ὕδασι γῆν, ἐκτομὴν δὲ Οὐρανοῦ τὴν τοῦ πυρώδους ἐξ ὑγρῶν σβέσιν, λίθον δὲ καταπινόμενον ὑπὸ Κρόνου, ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰς στερρότητα πήγνυται· κρύπτεσθαι δὲ τὸν Δία διὰ τὸ τὸ ζῆν ἐπικρατεῖν τῷ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων τῶν ὑγρῶν.

*Ἡρακλείτου. ἡ τῶν ἐπιφυομένων τῷ Ὁμῄρῳ τόλμα τοὺς τῆς Ἥρας δεσμοὺς αἰτιᾶται, καὶ νομίζουσιν ὕλην τινὰ δαψιλῆ τῆς ἀθέου πρὸς Ὅμηρον ἔχειν μανίας “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖ ϊν ἄκμονας—ἐκρέμω.” λέληθε δʼ αὐτοὺς ὅτι τούτοις τοῖς ἔπεσιν ἡ τοῦ παντὸς ἐκτεθεολόγηται γένεσις, καὶ τὰ συνεχῶς ᾀδόμενα τέσσαρα στοιχεῖα τούτων τῶν στίχων ἐστὶ τάξις, καθάπερ ἤδη μοι λέλεκται, πρῶτος αἰθὴρ, καὶ μετὰ τοῦτον ἀὴρ, εἶθ᾿ ὕδωρ τε καὶ γῆ τελευταία, τὰ πάντων δημιουργὰ στοιχεῖα. ταῦτα δʼ ἀλλήλοις ἐπι- κιρνώμενα ζωογόνα τε καὶ τῶν ἀψύχων ἀρχίγονα καθίσταται. Ζεὺς τοίνυν ὁ πρῶτος τὸν ἑαυτοῦ ἀέρα κατέστησε, στερεοὶ δʼ ἄκμονες ὑπὸ ταῖς ἐσχάταις αὐτοῦ τοῦ ἀέρος βάσεσιν ὕδωρ τε καὶ γῆ. καὶ τοῦτο ὅτι τοιοῦτόν ἐστιν, ἐφʼ ἑκάστης λέξεως, εἴ τις ἀληθῶς ἐθέλοι σκο- πεῖν τἀληθὲς, εὑρήσει. “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν·” ἀπὸ γὰρ τῶν ἀνωτάτω καὶ μετεώρων τόπων φασὶν αὐτὴν ἀπηρτῆσθαι. “περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον.” τί τοῦτο τὸ καινὸν αἴνιγμα τῆς κολακευούσης τιμωρίας; πῶς ὀργιζόμενος ὁ Ζεὺς πολυ- τελεῖ δεσμῷ τὴν κολαζομένην ἠμύνατο, χρυσοῦν ἀντὶ κραταιοτέρου σιδήρου τὸν δεσμὸν ἐπινοήσας; ἀλλʼ ἔοικε τὸ μεταίχμιον αἰθέρος τε καὶ ἀέρος χρυσῷ μάλιστα τὴν χρόαν ἐμφερὲς εἶναι. πάνυ δὲ πιθα- νῶς, καθʼ ὃ μέρος ἀλλήλοις ἐπισυνάπτουσι. λήγων μὲν γὰρ ὁ αἰθὴρ, ἀρχόμενος δὲ μετʼ ἐκεῖνον ὁ ἀὴρ, χρυσοῦν ὑπεστήσαντο δεσμόν. ἐπι- φέρει γοῦν “σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω,” τὸν ἄχρι νεφῶν [*](2. *τῆς] τὰ 18, κατέστησε] κατήρτηκε Hera- 4. ἐπιφερομένην] * ἐπιρρεομένην clitus. *γῆν] om. 20. ἀληθῶς] ἀκριβῶς Heraclitus 9. Ἡρακλείτου] Cap. 40, 41 p. 22. φασὶν] φησὶν Heraclitus 23. χερσὶ δέ Heraclitus] δὲ χερσὶ 14. στίχων] στοιχείων Heynius. 29. ὑπεστήσαντο] ὑπεστήσα (ν a 17. ζωογόνα τε—ἀρχίγονα] ζωο- m. rec. addito). γονεῖται—ἀρχέγονα Heraclitus)

75
τόπον ὁρίσας μέτρον ἀέρος. ἐκ δὲ τῶν τελευταίων μερῶν τοῦ ἀέρος, ἃ καλεῖ πόδας, ἀπήρτησε στιβαρὰ βρίθη, γῆν τε καὶ ὕδωρ. “ἐκ δὲ ποδοῖϊν ἄκμονας ἧκα δύω.” πῶς ἂν εἶπε δεσμὸν ἄρρηκτον, αὐτίκα τῆς Ἥρας λυθείσης, εἴγε τῷ μύθῳ προσεκτέον; ἀλλʼ ἐπειδήπερ ἡ τῶν ὅλων ἁρμονία δεσμοῖς ἀρραγέσι συνωχύρωται καὶ δυσχερὴς ἡ τοῦ παντὸς εἰς τἀναντία μεταβολὴ, τὸ μὴ δυνηθὲν ἂν διαζευχθῆναί ποτε κυρίως ὠνόμασεν ἄρρηκτον. ταύτην δὲ τὴν τετράδα τῶν στοι- χείων καὶ μετὰ μικρὸν ἐν τοῖς ὅρκοις διεσάφησεν Ἥρα· “ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ” (36)· τρισὶ γὰρ ὅρκοις τὴν ὁμόφυλον αὑτῇ καὶ συγγενῆ φύσιν ὠνόμασεν, ὕδωρ τε καὶ γῆν καὶ τὸν ὕπερθεν οὐρανὸν, τουτέστι τὸν αἰθέρα· τέταρτον γάρ στοιχεῖον ἦν ἡ ὀμνύουσα. διαπορῶν γέ τοι καὶ ἐπὶ πολλοῖς ἀλληγορικῶς παριστάναι βουλόμενος ταυτὶ τὰ στοιχεῖα, καὶ μετʼ ὀλίγον ἐν τοῖς Ποσειδῶνος πρὸς Ἶριν λόγοις αὐτὰ τάδʼ ὑφίσταται, λέγων “ἤτοι ἐγὼν ἔλαχον ναιέμεν αἰεὶ πολιὴν ἅλα, παλλομένην, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα, Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν· γαῖα δέ τοι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος” (190). οὐ μὰ Δί᾿, οὐ κλῆρος ὁ μυθευόμενος ἐν Σικυῶνι ταῦτα, καὶ διαίρεσις ἀδελφῶν οὕτως ἀνώμαλος ὡς οὐρανὸν ἀντιτι- θέναι θαλάσσῃ καὶ Ταρτάρῳ. πᾶς γὰρ ὁ μῦθος ἠλληγόρηται περὶ τῶν τεσσάρων στοιχείων, πατὴρ δὲ τῶν ὅλων ὁ χρόνος, καὶ τελείως ἀμήχανον γενέσθαι τι τῶν ὄντων δίχα χρόνου· διὸ ῥίζα τῶν στοι- χείων οὗτός ἐστιν. μητέρα δʼ αὐτοῖς ἔνειμεν εἶναι Ῥέαν, ἐπειδὴ ῥύσει τινὶ καὶ ἀεννάῳ κινήσει τὸ πᾶν οἰκονομεῖται. χρόνου δὲ καὶ ῥύσεως τέκνα γῆν τε καὶ ὕδωρ αἰθέρα τε καὶ ἀέρα σὺν αὐτῷ ὑπεστήσατο. καὶ τῇ μὲν πυρώδει φύσει τόπον ἔνειμεν οὐρανὸν, τὴν δʼ ὑγρὰν οὐσίαν Ποσειδῶνι προσέθηκε· τρίτον δὲ Ἅιδην, τὸν ἀφώτιστον ἀέρα δηλοῖ· κοινὸν δʼ ἀπάντων καὶ ἑδραιότατον στοιχεῖον ἀπεφήνατο εἶναι τὴν γῆν, ὥσπερ ἑστίαν τινὰ τῆς τῶν ὅλων δημιουργίας· “γαῖα δέ τι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.” διὰ τοῦτο δέ μοι δοκεῖ συνεχῶς ἀλληγορεῖν ὑπὲρ αὐτῶν, ἵνα ἡ δοκοῦσα τοῖς ἔπεσιν ἐφεδρεύειν ἀσά- φεια σαφὴς τῷ διηνεκεῖ τῆς παραδόσεως ᾖ.

[*](2. ἀπήρτησε Heraclitus] ἀπήρτισε θεῖναι 11. ὠνόμασεν] ὤμοσεν Mehlerus 27. δηλοῖ] δὴ 12. διαπορῶν] διευπορῶν Hera- 31. ἐφεδρεύειν] ὑφεδρεύειν Hera- clitus 19. ὠς—ἀντιτιθέναε] ὥστ᾿—ἀντι- clii codex Vat. 305.)
76

ἠλάστεον] ἄλαστα ταῦτα εἶναι ἔφασκον, ἢ ἐταράσσοντο, παρὰ τὴν ἄλην.

μακρὸν, καθὸ καὶ ὄρος καλεῖται. τὸν δὲ οὐρανὸν εὐρὺν καλεῖ.

22. ἢ ἀπὸ τοῦ παρίστασθαι καὶ ἀλαστεῖν οὐκ ἐδύναντο λῦσαι· ἢ ὃν λάβοιμι παριστάμενον, ἔρριπτον ἐξ οὐρανοῦ. βηλοῦ δὲ τοῦ βαθμοῦ, παρὰ τὸν βήσω μέλλοντα. οὐδὲν δὲ παράδοξον καὶ ἐν οὐρανῷ βηλὸν ὀνομάζειν, ὅπου γε καὶ πύλας εἶναι λέγουσιν.

24. ὀλιγηπελέων] ὀλίγον ἔχων τὸ πέλειν.

τινὲς θυμός, ἀντὶ τοῦ ὀργή· ἄμεινον δὲ θυμόν γράφειν, ἵνα δηλοῖ τὸ ἔνδον θερμὸν ἤτοι τὴν ψυχήν.

25. ἀζηχής] σκληρὰ, ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς θάλλουσι φυτοῖς. λέγει δὲ ἴσως τὴν διὰ τὴν ἀπάτην ὀργήν.

26. ξὺν Βορέῃ] ἄδηλον πότερον Ἥρα καὶ Βορέας ἀνέπεισαν τὰς θυέλλας, ἢ Ἥρα ἅμα Βορρᾷ καὶ τὰς θυέλλας ἔπεισεν. ἄμεινον δὲ τὸ δεύτερον.

27. ἀτρύγετον τρύγα μὴ ἔχοντα, ἤτοι ἄβυσσον, ἢ ἄκαρπον, παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης (Phoen. 210), ἀκάρπιστα πεδία λέγων τὴν θάλασσαν.

31. οὐκ εἶπεν ἀπατώμενος αὐτὸς παύσεσθαι, ἀλλὰ παύσειν ἐκείνην, τὴν ἑαυτοῦ ἁμαρτίαν αὐτῇ προσάπτων.