Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

167. ἐπῆρσε] ἐπήρεισεν, ἢ ἐφήρμοσεν.

168. τριχῶς ἡ γραφή ἐστι, τὴν δέ τὴν κλεῖν, τὸν δέ τὸν θάλα- μον, τὰς δέ τὰς θύρας.

170. θαυμασία ἡ μίμησις· ἐν ἀπορρήτῳ γὰρ τὰ τοιαῦτα πράτ- τουσιν, ὡς ἂν μὴ ὑποβολιμαῖον ἐκ τέχνης κομμωτικῆς τὸ κάλλος αὐταῖς, ἀλλὰ γνήσιον φαίνοιτο.

171. λύματα] παρὰ τὸ λυμαίνεσθαι τὸν χρῶτα. τὸ δὲ κάθηρε προπαροξυτόνως, ἀπὸ τοῦ καθαίρω, ἐκάθηρε, καὶ Ἰακῶς κάθηρεν.

172. δασύνεται τὸ ἑδανόν. παρὰ γὰρ τὸ ἡδονή ἡδανόν καὶ ἑδανόν.

173. κινυμένοιο] ἀναχεομένου. πολλὴ δὲ τῆς εὐωδίας ἡ ἐνέργεια, τὸν κόσμον ἀποπληροῦσα.

174. ὁμοίως ὡς ἐς οὐρανὸν, οὕτω καὶ ἐς γῆν.

176. πεξαμένη] διακρίνασα καὶ διαχωρίσασα. τὸ δὲ πλοκάμους ἔπλεξε παρωνομασία ἐτυμολογική. μέμφεται δὲ Πλάτων τὸν κόσμον, ἀγνοῶν ὡς ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὁ ποιητὴς εἰσάγει. παραφυλακτέον δὲ τὸ παιδευτικὸν, ὅτι οὐ κομμωτρίας εἰσήγαγε τῇ θεῷ, ἀλλʼ αὐτὴν ἑαυτῇ πάντα ὑπηρετοῦσαν.

179. ἔξυσʼ] ἐκέρκισεν· ξύουσι γὰρ τὴν κρόκην πρὸς τὸ πυκνωθῆναι. οἱ δὲ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων. οἱ δὲ ἀντὶ τοῦ ἔγναψε μετὰ τὸ ὑφανθῆναι.

[*](16. *γροφή] στροφἡ 19. *ὑποβολιμαῖον] ἐπιβολιμαῖον 28. παρωνομασία] παρονομασἰα)
48

180. ἐνετῇσι] ἵημι ἱτή ἑτή. λέγει δὲ τὴν τῶν περονῶν εἰσβολήν.

182. ἕρματα τὰ τοῖς ὠσὶ πρὸς κόσμον προσαπτόμενα, παρὰ τὸ ἐνείρεσθαι τούτοις. λοβοὶ δὲ τὰ τῶν ὤτων ἄκρα, παρὰ τὸ λαμβάνειν τι καὶ δέχεσθαι, λαβοί τινες ὄντες καὶ τροπῇ λοβοί.

183. τρίγληνα] οἱ μὲν ἀξιοθέατα, ὡς “γλήνεα πολλὰ κεχάνδει” (Il. 24, 192)· οἱ δὲ ἐκ τριῶν ζῳδίων συγκείμενα· οἱ δὲ τριόφθαλμα. ἅπερ οἱ Ἀττικοί τριοττίδας καλοῦσιν.

ἐκπεπονημένα τῇ κατασκευῇ καὶ μεμεριμνημένα τῇ τέχνῃ.

184. κρηδέμνῳ] κεφαλοδεσμίῳ, παρὰ τὸ τὴν κάραν δεσμεῖν.

185. νηγατέῳ] ὥσπερ παρὰ τὸ τείνομαι γίνεται τατός, οὕτως παρὰ τὸ γείνομαι γατός, καὶ μετὰ τοῦ νέον νεήγατος, καὶ ἐν ὑπερθέσει τοῦ ε νηγάτεος.

187. αὐτὰρ ἐπειδή] οὐδὲν παρέλιπε τῶν γυναικείων κοσμημάτων, οὐ τὰ νίπτρα, οὐ τὴν τῶν ἀλειμμάτων περιεργίαν, οὐ τὴν ἐμπλοκὴν, σὐ τὴν ἐσθῆτα, οὐ τὸν ἔξωθεν κόσμον περὶ τὰ ὦτα, περὶ τὴν κεφαλὴν, περὶ τοὺς πόδας. τῷ οὖν φυσικῷ κάλλει τὴν ἐκ τῆς τέχνης ἠθέλησεν εὐπρέπειαν προσάψαι. καίτοι δὲ τῶν περὶ ταῦτα δεινῶν γυμνὰς γρα- φόντων ἢ πλασσόντων τὰς γυναῖκας πρὸς ἀπάτην, ὁ ποιητὴς παρα- λιπὼν γυμνουμένην αὐτὴν δεῖξαι, ἵνα μὴ εἰς αἰσχρὰν ἐνέργειαν τὴν τῶν ἀκροωμένων διάνοιαν προκαλέσηται, κοσμηθεῖσαν ἐνεφάνισε, καὶ λόγοις πλειόνων αὐτὴν διετύπωσε χρωμάτων.

188. καλεσσαμένη δʼ Ἀφροδίτην] οὐκ ἀπέχρησεν αὐτῇ μόνος ὁ κόσμος, ἀλλὰ καὶ ἄλλης τινὸς συλλήψεως δεῖται. διδάσκει δὲ ὁ λόγος ὅτι αἱ τοιαῦται ὑπὸ τῶν γυναικῶν ἡδοναὶ οὐ χωρὶς περιέργου τινὸς δυνάμεως γίνονται, πρὸς ἣν παρεσκευάσθαι δεῖ τὸν ἔμφρονα. ἅμα δὲ κἀκεῖνο νοητέον ὅτι οὐχ ἀπλοῦν φαίνεται τῷ Ὁμήρῳ τὸ περιγενέσθαι σοφοῦ· διὰ τοῦτο καὶ Ἥρα πολλὰ πραγματεύεται εἰς τὸ περιγε- νέσθαι Διός.

189. τῶν ἄλλων ἀπάνευθε] δεῖ γὰρ τοιούτοις ἐγχειροῦσαν κρύφα λέγειν. ἐπεὶ καὶ ἐν ἀπορρήτοις τὰ τοιαῦτα πράττουσιν αἱ γυναῖκες.

190. ἦ ῥά νύ μοι] ὑποθετικῶς διαλέγεται, καὶ θυγατέρα αὐτὴν διὰ τὴν χρείαν καλεῖ.

[*](7. τριοττίδας ex Eustathio p. 976, 9. *κεφαλοδεσμίῳ] κεφαλοδέσμιον 36] τριόπιδας (*τριώττιδας). V. Thes. 11. *γείνομαι] γίνομαι vol. 7 p. 2449.)
49

192. οὕνεκʼ ἐγώ] πιθανῶς τὴν ὑπὲρ τῶν στρατευμάτων διαφορὰν παρήγαγε, προλαμβάνουσα αὐτῆς τὴν ἀντίρρησιν.

196. καὶ εἰ τετελεσμένον ἔσται] καὶ εἰ ἑτέρῳ τινὶ τετελεσμένον τυγχάνει, ὡς τὸ μὴ προγενόμενον οὐκ ἂν ὕστερόν ποτε γένοιτο. ἢ εἰ τελεσθησόμενόν ἐστι· τῶν γὰρ πραγμάτων τὰ μὲν εἰδικῶς ἄπορα, τὰ δὲ κοινῶς ἀδύνατα.