Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

124. πάντα τὰ τετράποδα πρόβατα ἐκάλουν οἱ παλαιοὶ διὰ τὸ πρὸ τῶν ὀπισθίων βάσεων ἑτέρας ἐμπροσθίους ἔχειν, καθὼς καὶ Ἡσίοδός φησι (Ο. 558) “χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώ- ποις.”

128. καὶ οὐτάμενοί περ ἀνάγκῃ] καλῶς οὐχ ὁ Νέστωρ ταῦτα λέγει, ἀλλʼ εἴς τῶν τετρωμένων. δεῖ δὲ πρὸς βραχὺ στίξαι εἰς τὸ πέρ, εἶτα τὸ ἀνάγκῃ ἐπαγαγεῖν, ἵνʼ ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπι- φέρῃ τὴν περιεστῶσαν ἀνάγκην.

129. ἐχώμεθα] λείπει ἡ ἀπό. τὸ δὲ ἔπειτα ἀντὶ τοῦ δή.

131. ἐνήσομεν τῷ πολέμῳ. οἱ δὲ ἀνήσομεν, ἤτοι πείσομεν. τὴν δὲ ἀφορμὴν τῆς συμβουλίας ἀπὸ τῶν Νέστορος λόγων λαμβάνει καὶ κελεύει τοὺς μὲν ἄλλους κινεῖν πόλεμον, αὐτοὺς δὲ μή.

136. μετʼ αὐτούς πρὸς αὐτούς. παλαιὸς δʼ ὁ γέρων λίαν, καλῶς δὲ ἐπὶ τοῦ ὄχλου Κάλχαντι εἴκασται, διʼ οὗ καὶ ἔπειθεν· εὐδοκίμησε γὰρ περὶ τὸν λοιμὸν ἐκεῖνος. οὐ προσέθηκε δὲ τίνι εἴκασται, ἀλλʼ ἀπλῶς φωτὶ παλαιῷ, καὶ μόνον αὐτῷ τὰ τῆς ἡλικίας εἰς πίστιν ἀπήρκεσεν δηλώσας.

139. Ἀχιλλῆος ὀλοὸν κῆρ] ἀεὶ καταδρομήν τινα εὑρίσκομεν Ἀγαμέμνονος ἐν τοῖς πρὸς Ἀχιλλέα πεπραγμένοις· νῦν δὲ τοὐναν- τίον. καὶ ἔστιν ἁρμόδιον τῷ καιρῷ παραμυθίαν τινὰ παρέχειν τῷ Ἀγαμέμνονι, ὅτι οὐ διὰ τὴν αὐτοῦ ἁμαρτίαν, ἀλλὰ διὰ τὴν Ἀχιλλέως ἀφροσύνην δυστυχεῖ τὸ Ἑλληνικόν.

[*](11. Δηιπύλην] δαπύλην (ut Ven. A.) 27. *λοιμὸν] λιμὸν)
46

140. φύζα] ἡ μεγίστη μετὰ δέους φυγήʼ γίνεται δὲ παρὰ τὸ ζα καὶ τὴν φυγήν.

141. ἔνι] ἔνεισιν. ὁ δὲ τρόπος μετατύπωσις· ἐκ συνθήκης γὰρ ἀπλοῦν ἐποίησε. λέγει δὲ ὅτι τὸ ἐπιχαίρειν κακοῖς ἑτέρων ἄφρονος ἀνδρός.

οὐδʼ ἠβαιαί] ἐκ τοῦ βαίνω γίνεται βαινός καὶ βαιός καὶ πλεο- νασμῷ τοῦ η ἠβαιός· ὡς τὸ μύει ἠμύει· πεδανός ἠπεδανός· ἢ ἐκ τοῦ βαίνω βαινὸς καὶ βαιός· καὶ μετὰ τοῦ α στερητικοῦ ἀβαιὸς καὶ τροπῇ τοῦ α εἰς η ἠβαιὸς ὁ ἐπʼ ὀλίγον χρόνον βεβηκώς.

142. ὣς] οὕτως ὡς Ἕλληνες. ἢ ὡς ἡμᾶς θέλει. ἢ ὡς ἔστιν ἀκλεής. σιφλώσειε δὲ οἱ μὲν κακώσειεν, οἱ δὲ μωμητὸν ποιή- σειεν, οἱ δὲ γέλωτα θείη, οἱ δὲ ἐκλύσειεν.

145. * κονίσουσι] ἐκ τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται· οἱ γὰρ φεύγοντες κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν.

147. μέγʼ ἄῦσεν] ἵνα δείξῃ ὅτι θεός ἐστιν. ὅρα δὲ τὴν ποικιλίαν πρότερον μὲν ἐκ τοῦ ἴχνους ἐπιγινώσκεται· νῦν δὲ βοᾷ μέγα, ἵνα ἐκ τῆς βοῆς συνῶσι. πῶς δὲ ὁ κλέπτων τὴν μάχην βοᾷ: ἐπεὶ εἶπεν “ἠχὴ δʼ ἀμφοτέρων ἵτετʼ αἰθέρα καὶ Διὸς αὐγάς” (Il. 13, 837).

*πῶς δὲ, φησὶν, ὁ Ποσειδῶν, ὁμοιωθεὶς πρεσβύτῃ ὑπὲρ τὴν ἡλικίαν ἐφθέγγετο: ῥητέον ὅτι τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο, τῇ δὲ φωνῇ τὴν τοῦ θεοῦ δύναμιν ἐπεδείκνυτο.

150. ἐν στήθεσφιν] ἐκ ψυχῆς· ἔστι γὰρ ἐν τοῖς στήθεσι, μέρος δὲ αὐτῆς ἡ βοή· ἐπεὶ πῶς φησὶν “ὅσον κεφαλὴ χάδε φωτός” (Il. 11, 462).

153. Ἥρη δʼ εἰσεῖδε] ἤδη προσδοκωμένου τοῦ κινδύνου τῶν νεῶν ἀνυπερθέτως, ἑτέρῳ ἐπεισοδίῳ ἐκαινοποίησε τὴν ὑπόθεσιν, μετάγει τε ἡμᾶς ἐπὶ τὰ οὐράνια καὶ ἐρωτικὰς διηγήσεις ποιεῖται, ἅμα διδάσκων μὴ νικᾶσθαι ταῖς ἡδοναῖς.

155. * ποιπνύειν ἐστὶ τὸ μετὰ πνεύματος καὶ σπουδῆς ποιεῖν τι· ἔγκειται οὖν τὸ ποιεῖν καὶ τὸ πνύειν. τὸ δὲ πνύω ἐκ τοῦ πονῶ πονύω καὶ συγκοπῇ πνύω.

158. στυγερός] καταπληκτικὸς, ἢ μισητός. ἔστι δὲ καὶ τοῦτο ἦθος τῶν γυναικῶν· ἀποτυγχάνουσαι γὰρ τῶν προκειμένων στυγοῦσι τοὺς ἄνδρας.

[*](12. * ἐκλύσειεν] ἐκλύσει 16. ἴχνους Bekk.] ἤθους 14. * τὸν] om. 21. * ἐπεδείκνυτο] *ἐνεδείκνυτο)
47

160. ὅππως ἐξαπάφοιτο] τρία εἰσὶ διʼ ὧν περιγινόμεθα, βία, πειθὼ, ἀπάτη. θεωροῦσα οὖν αὐτὸν ἄμαχον μὲν διὰ τὴν ἰσχὺν, ἄπιστον δὲ τὴν γνώμην, ἐπὶ τὴν ἀπάτην κατέφυγεν.

163. παραδραθέειν] τότε γὰρ τὸ δρᾶν τι ἀποτιθέμεθα, ὅ ἐστι πράττειν.

*ἐκ τοῦ δρῶ τὸ ἐνεργῶ. ἐξ οὗ καὶ δρήθω τὸ κοιμοῦμαι κατὰ ἀντίφρασιν· οἱ γὰρ κοιμούμενοι οὐδὲ ἐνεργοῦσιν.

164. ἀπήμονα] κυρίως ἐπίθετον τοῦ ὕπνου· λύει γὰρ μελεδήματα θυμοῦ. λιαρὸν δὲ λίαν ἀρηρότα, ὅ ἐστι προσκολλώμενον, ἢ θερμόν· θερμαίνει γὰρ τὸ σῶμα· ᾗ δὲ χροιῇ τῷ ἰδίῳ αὐτῆς σώματι.

165. πευκαλίμῃσι] δριμείαις, παρὰ τὴν πεύκην, ἢ πυκναῖς, παρὰ τὸ πύκα.

166. ἐς θάλαμον] οὐκ ἐπὶ ὅπλα· μία γὰρ τοῖς ἀσθενέσι τῶν ἄλλων ὁδὸς, ἡδονῇ περιγίνεσθαι τῶν μειζόνων.