Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

78. ἀβρότη] ἐν ᾗ φόνοι οὐ γίνονται· ἔλυον γὰρ νυκτὸς τὰς τάξεις. ἢ μεταληπτικῶς ἡ φῶς μὴ ἔχουσα· βροτὸς γὰρ ὁ φώς· καὶ Αἰσχύ- λος (Pr. 2.) “ἄβροτον εἰς ἐρημίαν,” δῆλον ἐν φὼς οὐ γίνεται.

[*](19. * Πορφυρίου] om. 24. *τοῦ πάντας] τῶ πάντας ἀστρατηγήτως L. Dindofius] αὐτῷ] αὐτῷ ἀστρατήγως. V. vol. 2 p, 389. 29. ὅρμισαν] ἔρουσαν 22. ἠδύναντο] ἠδύνἇ)
43

φυγέειν κακόν] αἰσθάνεται αἰσχρὰ συμβουλεύων, ἀλλʼ ὅρα τί προστίθησιν· οὐ γὰρ ἔφη φυγεῖν τὸν πόλεμον, ὅπερ ἦν ἀπρεπέστα- τον, ἀλλὰ κακόν. καὶ τὸ οὐδʼ ἀνὰ νύκτα εἰς ἐπίτασιν, καίτοι γε ἀγεννὲς ἦν τὸ νυκτὸς ὥσπερ δραπετεῦσαι τὴν μάχην.

83. Ἀτρείδη] καλῶς ἐπιπλήσσοντα παράγων τὸν Ὀδυσσέα περι- εῖλε τὰ λοιπὰ τῶν ὀνομάτων, τὸ κύδιστε καὶ τὸ ἄναξ. ἕρκος δὲ τὴν ἔξοδον τῶν ὀδόντων. καὶ γὰρ ἦν παράδοξον τὸν εἰπόντα “ἱδρώσει τε- λαμών” (Il. 2, 388) καὶ ἀπειλήσαντα τοῖς φυγοῦσιν (“ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης” ib. 391) νῦν λέγειν “οὐ γάρ τις νέμεσις φυγέειν.”

84. τὸ πρῶτον ἐπιχείρημα ἀπὸ τῶν ἀκουόντων λαμβάνει, ὅτι πρὸς τοιούτους οὐκ ἔδει συμβουλεύειν τοιαῦτα. οὐλόμενε δὲ ὀλέθρων αἴτιε. ὡς ἐν ἰδιάζουσι δὲ σοβαρῶς ἐπιπλήσσει· μετεσχηκὼς γᾶρ τῆς πρώτης ἀποπείρας, οἶδεν ὅτι καὶ νῦν πεῖραν καθίησιν. ἔχει οὖν καιρὸν ἡ παρρησία.

86. *μεταφορικῶς ἀπὸ τῶν ἔργων ὅσα ἐκλείπει ἐπὶ ταυτὸν συνά- γεται· ὅσα οἱ τελεσιουργοὶ τολύπας καλοῦσι· καὶ γὰρ ἐπὶ τῶν πολέμων τὸ παραπλήσιον γίνεται ἐξ ὀλίγων πλαττομένων καὶ νοου- μένων ἐπὶ τὸ αὐτὸ συνελθόντων κατορθωμάτων.

88. οὕτω δή] τὸ δεύτερον ἐπιχείρημα ἀπʼ αὐτοῦ τοῦ πράγματος, ὅτι εἰ καὶ ἄλλοι ἦσαν οἱ ὑποτεταγμένοι, οὐκ ἔδει τοιαῦτα συμβου- λεύειν οὐδὲ καταλείπειν τὰ προκείμενα. εἶτα τρίτον, ὅτι ἀνάξια βασιλέως ἐφθέγξατο.

90. σίγα· μή τίς τʼ ἄλλος] δαιμονίως ὡς πρὸς ἁμαρτόντα διαλέ- γεται, καί φησιν ὅτι ἀρκέσει σοι πρὸς ἡμᾶς τοὺς φίλους τὸ εἰρημένον.

91. οὐδὲν αἰσχρότερον οἶδεν ὁ ποιητὴς τοῦ λιποτακτεῖν· ἀμέλει καὶ Ἀγαμέμνων ἀλλαχοῦ αὐτοὺς ἐξωνείδισεν. ἄντικρυς δὲ ἐξελέγχει ὅτι οὐ βασιλικὸς ὁ λόγος ἐστί. καὶ ῥητορικὸν δὲ τὸ σχῆμα, ὅταν αἰτιώμενοί τινας πεφεισμένως μὴ τὰς κυρίας ὀνομα- σίας τῶν ἁμαρτημάτων λέγωμεν· ἔδει γὰρ εἰπεῖν, ὡς οὐδὲ ἰδιώτης ἀξιώσει λέγειν.

99. ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ] ἡμῖν δὲ ἀνυπέρβλητος ἐπιγί- νηται ὄλεθρος.

101. ἀποπαπτανέουσιν] περιβλέψουσι καὶ πτοηθήσονται, δηλονότι [*](26. λιποτακτεῖν] λειποτακτεῖν 32. ἐπιγίνηται] ἐπιγίνεται)

44
περὶ τὴν καθολκὴν γενόμενοι. γίνεται δὲ ἀπὸ τοῦ παπταίνω παπτανῶ παπτανέω.

102. ὄρχαμε λαῶν] ἠθικὸν τοῦτο· κατακερτομεῖ γὰρ τὴν βουλὴν ὡς οὐ βασιλεῖ ἁρμόζουσαν, καὶ οἱονεὶ λέγει ὅτι σὺ ὁ βασιλεὺς πάντα συγχέεις.

104. καθίκεο] διδάσκει φέρειν πράως τὰς λοιδορίας, ἐὰν ἐν καιρῷ καὶ ἐπὶ συμφέροντι γίνωνται.

105. ἀτὰρ οὐ μέν] ἄριστα τρέπει τοὺς λόγους ἐπὶ ἕτερα, ὡς πάντα ὑπὲρ Ἑλλήνων σκοπῶν.

107. εἴη] ἀντὶ τοῦ ἴτω· “καὶ τῷ προσιόντι προσεῖναι” (Hesiod. O. 351) ἀντὶ τοῦ προσιέναι. διδάσκει δὲ παντὸς δέχεσθαι τὴν παραί- νεσιν ἐν καιρῷ κινδύνου.

108. ἀσμένῳ] ἀπὸ τῆς ἡσμένος μετοχῆς γέγονεν ὄνομα, ὅθεν καὶ τὸ πνεῦμα ἤμειπται.

110. ἐγγὺς ἀνήρ] ἐγγὺς, φησὶν, ὅστις ἀμείνονα μῆτιν ἐνίψει. ματεύσομεν δὲ ἐρευνήσομεν, ζητήσομεν· ὑποβάλλει γὰρ καὶ ἑαυτὸν τοῖς ζητοῦσι. μέτριος δὲ ὁ λόγος, οὐκ ἔχων ἐπίπληξιν· ἀπήρκει γὰρ Ὀδυσσεὺς εἰς τοῦτο· ἄλλως τε τὸ πλήσσειν θαμὰ ἀπέχθειαν οὐ κηδεμονίαν ἐμφαίνει.

*Πορφυρίου. ἐζήτηται διὰ τί νῦν Διομήδης συμβουλεύει καὶ οὐχ ὁ Νέστωρ. ῥητέον οὖν ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δεινοῖς ἐστὶν ἐπι- σχετικὸν, ἡ δὲ νεότης θαρσαλεωτέρα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ βουλῇ θαυμασθεὶς νῦν μᾶλλον τεθάρρηκε, καὶ προήρπασε τῶν πρεσβυτέρων τοὺς λόγους.

113. πατρὸς δʼ ἐξ ἀγαθοῦ] καίτοι ἴδια λέγειν ἔχων, ὅμως τὰ τοῦ πατρὸς προβάλλεται· τούτῳ γὰρ αὐτὸν συνέκρινεν Ἀγαμέμνων.

114. τὸ Θήβῃσι καὶ ὄνομα καὶ ἐπίρρημα δύναται εἶναι. Ὁμη- ρικὸν δὲ τὸ ταῖς παρεκβάσεσι διαναπαύειν τὸν ἀκροατήν.

116. συλλήψει ἐχρήσατο· οἱ μὲν γὰρ δύο ἐν Πλευρῶνι, ὁ δὲ Οἰνεὺς ἐν Καλυδῶνι ᾤκει.

120. *καὶ διὰ τί νῦν ὁ Διομήδης ἑαυτὸν γενεαλογεῖ; ῥητέον οὖν ὅτι πάνυ ῥητορικῶς· δεῖ γὰρ ἐν ταῖς συμβουλαῖς προαποδεικνύειν ὡς εἰσὶν οὐχ οἱ τυχόντες, ἀλλὰ πολλῷ κρείττους, ἵνʼ οὕτως ὡς ἂν καλλίονες εἰπόντες πείσωνται.

[*](1. *καθολκὴν] καθολικήν 4. * πάντα] πάντας 18. *θαμὰ] ἄμα 20. *Πορφυρίου] om. 31. καὶ διὰ—] Cohaeret cum scholio lin. 20—24.)
45

τὴν μὲν τῆς φυγῆς αἰτίαν ἐσιώπησε, μόνον θεοθελῆ εἰπὼν, τὰ δὲ πρὸς ἀρετὴν καὶ πλοῦτον εἶπεν.

*εὐσχημόνως ὁ Διομήδης παρεσιώπησε τὴν τοῦ πατρὸς φυγήν· Τυδεὺς γὰρ ἀνελὼν Λυκωπέα καὶ Ἀλκάθουν ἑαυτοῦ παῖδας ἔφυγεν. ἡ δʼ ἀληθεστέρα ἱστορία ἐστὶν αὕτη. Τυδεὺς ὁ Οἰνέως Αἰτωλὸς μὲν ἦν τὸ γένος, ἀνδρειότατος δὲ τῶν κατʼ αὐτὸν γενόμενος ἔτι νέος ὢν ἐθεά- σατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων τῆς βασιλείας ἐκβαλλόμενον· διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς καὶ σὺν αὐτοῖς ἀκου- σίως τὸν ἀδελφόν. φεύγων δʼ εἰς Ἄργος πρὸς Ἄδραστον τὸν βα- σιλέα τῆς χώρας καθαρσίων τε τυγχάνει πρὸς αὐτοῦ, καὶ λαμβάνει τὴν θυγατέρα αὐτοῦ Δηιπύλην. ἡ ἱστορία παρὰ Φερεκύδει.

123. *ὄρχατοι] κῆποι.