Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

28. πὰρ νηῶν] ἀπὸ τῶν πρὸς θάλασσαν ἐπὶ τὰς ἐν τῷ τείχει.

καὶ μὴν μόνος ἐν αὐτοῖς Διομήδης ἐβέβλητο. οὐκ ἔστιν οὖν σύλληψις· αἱ γὰρ συλλήψεις ἀπὸ τῶν ἴσων ἢ ἀπὸ τῶν πλειόνων γίνονται, ὡς καὶ τὸ “οὐτάμενοί περ ἀνάγκῃ” (128). ἔστι δὲ εἶδος ἀντὶ γένους, ἀντὶ τοῦ ὅσοι τετρωμένοι ἦσαν. καὶ ἀλλαχοῦ “ὅντινα τοῦτον ἄγει βεβλημένον” (Il. 11, 612) ἀντὶ τοῦ τετρωμένον· οὐ γὰρ δὴ ᾔδει Ἀχιλλεὺς πότερον ἐξ ἀφέσεως ἢ συστάδην τέτρωται ὁ σὺν τῷ Νέστορι.

30. πολλὸν γάρ ῥʼ ἀπάνευθε] ἐπεξηγεῖται τὸ ἀνιόντες. ἔστι δὲ περιπαθὴς ὁ λόγος, ὅτι καίπερ μακρὰν ὄντες ὅμως ᾔεισαν ἐπὶ τὴν μάχην.

31. τὰς γὰρ πρώτας] ὅτι οὐκ ἐν διστιχίᾳ ἦσαν, ὥς φησι Κρά- της· εἶπε γὰρ ἂν προτέρας· καὶ “νηῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ τῶν πρωτέων” (Il. 15, 656). ἔστι δὲ ὁ πρῶτος τῶν πρός τι, καὶ εἰσὶ πρῶται μὲν αἱ πρὸς τῇ θαλάσσῃ νενεωλκημέναι (ἑξῆς γοῦν — 75 φησὶ “νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης” ), ἔσχαται δὲ αἱ πρὸς τῷ τείχει. αἱ δὲ τοῦ Ἀγαμέμνονος νῆες πᾶσαι πρὸς τῇ θαλάσσῃ ἦσαν, ὥς πού φησιν ὁ Διομήδης “νῆες δέ τοι ἄγχι θαλάσσης” (Il. 9, 43). τὸ δὲ πρυμνῇσιν ἀντὶ τοῦ ἐσχάταις. ὁ δὲ Ἡρακλέων νῦν μὲν τὰς πρὸς τῷ τείχει καὶ πρώτας φησὶν, ἑξῆς δὲ τὰς πρὸς τῇ θαλάσσῃ· “νῆες ὅσαι πρῶται εἰρύαται ἄγχε θαλάσσης.” τὸ δὲ πρύμνῃσιν ἀντὶ τοῦ πρύμναις.

41

32. πρύμνῃσιν] τινὲς προπεριέσπασαν, ἐσχάταις ἐκδεχόμενοι, οὐχ ὑγιῶς. πρύμνῃσιν οὖν ταῖς πρύμναις, καὶ ἔστιν ἡ ἐπί ἀντὶ τῆς παρά· οὐ δύναται δὲ ταῖς ἐσχάταις· οὐ γὰρ πρυμνὸν ἄλλο ἄλλου, ἀλλʼ αὐτὸ ἑαυτοῦ· πρυμνὸν δὲ σκέλος τὸ περὶ ἄκραν τὴν σάρκωσιν.

33. εὐρύς] ἀντὶ τοῦ μέγας, ὡς τὸ εὐρυκρείων. πλεονάζει δὲ τὸ ἓν οὔ.

35. προκρόσσας] κλιμακηδόν· τὴν ἑτέραν πρὸ τῆς ἑτέρας.

36. διὰ τὸ ἔχειν ἐν αὑτῷ κοιλότητα πρὸς τὸ καθορμίζεσθαι τὰς ναῦς. ἄκραι δὲ τὰ κέρατα τοῦ ναυστάθμου, ὧν ἐκτὸς οὐκ ἦν ναῦς. ὅσον οὖν, φησί, στόμα συνέκλειον αἱ ἄκραι τῆς ἠῖόνος, τουτέστιν ἀπὸ τοῦ ἑνὸς κέρως ἐπὶ τὸ ἕτερον.

37. ὀψείοντες] ὀπτικῶς ἔχοντες, ὄψεσθαι θέλοντες. ἡ παραγωγὴ δὲ αὕτη ἡ διὰ τοῦ ειω ἀπὸ ἐνεστώτων ἢ ἀπὸ μελλόντων γίνεται. κλίνεται δὲ μέχρι παρατατικοῦ.

38. ἀθρόοι] πλήθους γὰρ ἀρχὴ ἡ τριάς· ἢ ὡς καὶ ἄλλων ἀσομο- τέρων αὐτοῖς ἑπομένων. ἢ ἄθροοι, ἵνʼ ᾖ ἄφωνοι.

39. ἄχνυτο δέ σφι θυμός] τῶν μὲν τραυμάτων κατεφρόνουν ὡς γενναῖοι, τὸν θυμὸν δὲ διὰ τοὺς συμμάχους ἤλγουν.

40. Ἡρωδιανὸς πῆξεν ἀποδέχεται, ἵνʼ ᾖ τὸ ἐν ἀκινησίᾳ ἐποίησεν· ἐπί τινι γὰρ χαλεπῷ τὴν ἀποχώρησιν αὐτοῦ ὑπώπτευσαν. ἦ μᾶλλον ἐπέρρωσεν· ἡ γὰρ ἐλπὶς αὐτῶν ὁ λόγος αὐτοῦ. Ἀρίσταρχος δὲ πτῆξεν ἀντὶ τοῦ ἐταπείνωσεν ἢ ἐπτόησεν.

41. τεταραγμένου τὸ ἦθος τὸ μὴ περιμεῖναι τὸν Νέστορος λόγον, ἀλλʼ αὐτὸν ἄρξασθαι.

43. φθισήνορα] τὸν τοὺς ἀνδρείους ἀναιροῦντα. καλῶς δὲ πρῶτος πυνθάνεται πῶς καταλιμπάνει τὴν μάχην· ἤδει γὰρ αὐτὸν τῷ γήρᾳ μὴ ἐπιτρέποντα. οὐ μὴν αἱ ἀποκρίσεις τοῦ πρεσβύτου πρὸς τοῦτο γεγόνασιν· ἀκαίρως γὰρ δισσολογεῖν ἔμελλεν ὁ ποιητής.

45. τῇ προτεραίᾳ ταῦτα εἴρηται· “μνημοσύνη τις ἔπειτα πυ- ρός.” τὸ δὲ ποτέ καὶ ἐπʼ ἐλαχίστου τίθεται χρόνου.

53. ταῦτά γʼ ἑτοῖμα] πρὸς τὸ “δείδω μὴ δή μοι τελέσῃ ἔπος” φησὶ δὲ ὅτι ταῦτα μὲν οὕτως ὡς ἐκεῖνος ἠπείλησεν ἔσται, καὶ οὐκ ἂν παραποιήσαι αὐτὰ ὁ Ζεύς.

[*](9. αὑτῷ] αὐτῷ 17. ἄθροοι] ἀθρόοι)
42

60. ἐπιμίξ] ἀθρόως ἀναμεμιγμένοι, ὥστε τῇ ὄψει μὴ διαγινώ- σκειν τοὺς πίπτοντας.

61. ἡμεῖς δὲ φραζώμεθʼ] παιδευτικῶς· ἔστι γὰρ καὶ ἐν τοῖς ἀνιάτοις καὶ ἐσχάτοις πράγμασι διὰ συνέσεως ἀνασφῆλαι. καὶ νῦν γοῦν ὁ Νέστωρ ἀντὶ τῶν ἀνῃρημένων, ἀντὶ τοῦ διακεκομμένου τείχους, ἐπὶ τὴν φρόνησιν καταφεύγει. ἐμφαντικῶς δὲ καὶ τῷ ῥήματι χρῆ- ται· ῥέξει γὰρ ἔφη, οὐ μηχανήσεται, ὥσπερ ἐργαζομένου τοῦ νοῦ καὶ αὐτὰς τὰς πράξεις ἀποτελοῦντος.

73. κυδάνει] ὡς μελάνει καὶ οἰδάνει ἀντὶ τοῦ μελαίνει καὶ οἰ- δαίνει, καὶ κυδαίνει.

75. ἢ νοσῶν οὐχ ὁρᾷ τὸ χρειῶδες, ἢ τῶν ἀριστέων πειρᾶται· οἶδε γὰρ ὅτι ἐν ἡσυχίᾳ μὲν τῶν πραγμάτων κειμένων ὑποπίπτουσι τοῖς ὑπερέχουσιν ἕκαστος, κινδύνου δὲ ἐπιγενομένου δηλοῦσι τὴν προαί- ρεσιν, οὐδὲν τῆς οἰκείας ἀσφαλείας προτιμῶντες. καὶ ἰδίως μὲν αὐτὸς πάλιν δοκιμάζειν βούλεται· καὶ πρὸς σώφρονας ὁ λόγος, καὶ οὐκ εὐθὺ πηδήσουσι πρὸς πρᾶξιν. βούλεται δὲ παρακληθῆναι ἑαυτῷ τὸν στρατὸν, ἀλλὰ διὰ τῶν ἡγεμόνων· διʼ ἑαυτοῦ γὰρ οὐκ ἐδύνατο, ὡς τοῦ παρόντος κινδύνου διὰ τὴν Ἀχιλλέως μῆνιν τὴν αἰτίαν φέρων.

*Πορφυρίου. ἐζήτηται πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατηγήτως φυγεῖν προστάσσει τοῖς Ἕλλησι. ῥητέον οὖν ὅτι ὁ Ἀγαμέμνων γινώσκων αὐτοὺς μὴ φευξομένους διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ παρὰ δύναμιν κατέχων ἕνεκα τοῦ καθʼ ἑαυτὸν χρησίμου αἴ- τιος γίνεσθαι τοῦ πάντας ἀπολέσθαι, τοὐναντίον δὲ εὔνοιαν αὑτῷ πορίσηται διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν ἕνεκεν τῆς ἐκείνων σωτηρίας.

77. ὕψι] τὸ γὰρ ὑγρὸν ὑψηλότερον τῆς γῆς· διὸ ἀνάπλους μὲν ἡ ἀναγωγὴ καλεῖται, κατάπλους δὲ ἡ προσόρμισις. καὶ “ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὅρμισαν” (Od. 4, 785).