Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

761. ταχίστῃ συλλήψει ἐδήλωσεν ὧν μὲν τρῶσιν, ὧν δὲ τέλεον ἀναίρεσιν· Ἕλενος δὲ καὶ Δηίφοβος οὐκ ἀπήμονες, Ὀθρυονεὺς δὲ καὶ Ἄσιος οὐκ ἀνώλεθροι.

763. κέατο ψυχὰς ὀλέσαντες] πρὸς τὸ δεύτερον ὑπήντησε, τὸ οὐδʼ ἀνωλέθρους.

764. βεβλημένοι οὐτάμενοί τε] συλληπτικῶς· ἐβέβλητο γὰρ Ἕλενος, οὔταστο δὲ Δηίφοβος.

765. ἀριστερὰ μὲν τοῦ Εκτορος, δεξιὰ, δὲ τοῦ τείχους.

766. Ἑλένης πόσιν] ἐσπούδαζε γὰρ ἀνὴρ αὐτῆς εἶναι, εἰ καὶ μοιχὸς ἦν. ἢ τὸν τέως ἔχοντα αὐτὴν πόσιν λέγει· διὸ Μενέλαον οὐδέποτε πόσιν αὐτῆς καλεῖ.

768. προσέφη αἰσχροῖς ἐπέεσσιν] ὡς αἴτιον τῆς μάχης, καὶ ἐπεὶ διʼ αὐτὸν ὁ τῶν ἀρίστων κίνδυνος. ἔχει δὲ ἦθος ὁ λόγος· αὐτὸς γὰρ μᾶλλον αἴτιος τῆς ἐκείνων ἀπωλείας γεγονὼς, ὡς ἀναγκάσας αὐτοὺς διαβῆναι τὸ τεῖχος, ἄλλῳ τὴν αἰτίαν ἀναφέρει· ὅπερ ἴδιον τῶν δυσχεραινόντων καὶ τὰ ἴδια ἁμαρτήματα μετατιθέντων. ὃ καὶ ἐξελέγχει ὁ Πάρις ἐν τῇ ἀποκρίσει “Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι” (775).

769. τὸ εἶδος ἄριστε τῷ γυναιμανές συνάπτει, ἵνʼ ᾖ ὁ λόγος οὕτως, ἐπί μοιχείᾳ καλλωπιζόμενε· μέμφεται γὰρ τὸ κάλλος αὐτοῦ οὐχ ὡς κακὸν, ἀλλʼ ὡς αἴτιον κακοῦ.

772. ἠθικῶς ὁ τοί ἐνταῦθα· οὐ γὰρ παρέλκει, ἀλλὰ ἔχει χώραν κυριωτάτην, ἐπεὶ καὶ τὸ ὅλον διʼ Ἄλέξανδρον πράττεται. εἰκονικῶς δὲ ὁ ποιητὴς προβάλλεται τὴν φωνὴν καὶ τὸ βλέμμα τοῦ σχετλιά- ζοντος. κατʼ ἄκρης δὲ διόλου ἕως τῆς ἀκροπόλεως.

773. σῶς] σωζόμενος· τοῦτο γὰρ ὀλέθρου σωζομένου, τὸ ὄλεθρον ἐμποιεῖν τοῖς ἐντυγχάνουσιν. οἱ δὲ ἰσχυρός. οἱ δὲ πλήρης. οἱ δὲ σωστέος, ἵνʼ ᾖ νῦν σοι σωστέον τὸν ὄλεθρον, ὅ ἐστι, νῦν ὀφείλεις σκοπῆσαι πῶς σωθήσῃ.

[*](1. ἐπιπωλήσει] ἐπιπολήσει 6. ἀνδρείαν] ἀνδρίαν)
35

776. ἐρωῆσαι] τὴν ἐπὶ τὰ ὀπίσω ὁρμὴν ποιῆσαι ὑποχωρῆσαι· οὐ γὰρ νῦν.

778. ἐξ οὗ] ἐξ ὅτου παρώρμησας τοὺς ἑταίρους ἐπὶ ταῖς ναυσίν. ἡρέμα δὲ ἐλέγχει ὅτι ἐκεῖνος αἴτιος ἀναγκάσας ἐλθεῖν· σαφῶς δὲ ἐλέγχειν οὐ δύναται.

779. ὁμιλέομεν Δαναοῖσι] κατὰ ἴλας συμβάλλομεν αὐτοῖς.

782. τετυμμένω ἐγχείῃσι] σύλληψις· φησὶ γὰρ “δουρὶ βρα- χίονα τύψε” (529) καὶ περὶ ἑτέρου “τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον” (594).

786. ἀλκῆς] ὅση μοι πάρεστι δύναμις, παραυξήσω τὴν ἀλκὴν, οὐκ ἐλαττώσω.

787. πὰρ δύναμιν] τῶν πάνυ χρησίμων ἡ γνώμη καὶ καθʼ ἑαυτὴν ὑπάρχονσα.

793. ἀμοιβοί] οἱ μὲν, πεζοί· οἱ δὲ, ἀμειβόμενοι Πρίαμον ὑπὲρ ὧν ἐπεκούρησε Τρωσὶ, μᾶλλον δὲ Φρυξίν οἱ δὲ, διάδοχοι τῶν προκα- μόντων, ἵνʼ ᾖ ἔπαινος τῶν Ἑλλήνων διαδοχῇ μὴ κεχρημένων.

*ἀμοιβοί] οἱ ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως παραγεγονότες συμμα- χῆσαι τοῖς Τρωσὶν ἀντὶ τῶν πρότερον συνεργούντων αὐτοῖς πολιτῶν· διὰ γὰρ τὸ ἐπὶ δέκα ἔτη τὸν πόλεμον ἀνύεσθαι οἱ πρῶτοι, κεκμη- κότες κατὰ τὴν μάχην, ἰσαρίθμων αὐτοῖς ἄλλων ἀποστελλομένων ἀποπέμπονται, ὡς εἰκός. ἐξ ἀμοιβῆς ἀμύνοντες. ἢ οἱ ἀμοιβὴν ἀποδιδόντες τῷ Πριάμῳ διὰ τὸ καὶ αὐτὸν συμμαχῆσαι Φρυξίν (Il. 3, 188). ἐπιφέρει γὰρ “ἠοῖ τῇ προτέρῃ·” λέγει γὰρ ἐν τῷ καταλόγῳ “Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής” (Il. 2, 861). οἷον ἀμοιβοί πεζοί· διὰ γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίνεται ἡ τῶν πεζῶν ἔφοδος.

795. ἀτάλαντοι ἀέλλῃ] κατʼ ἀρχὰς μὲν ἀέλλῃ τὴν ἔφοδον αὐτῶν παρέβαλε διὰ τὸ σφοδρὸν τῆς ὁρμῆς, ὕστερον δὲ τὸ πλῆθος εἴκασε πελάγει· ὄχλον γὰρ κίνησις καὶ ὁρμὴ θαλάσσης παραπλήσια. διʼ ἔμφασιν δὲ καὶ τὸ ἀργαλέων ἀνέμων πρόσκειται, ἵνα τοὺς σφοδροὺς ἐμφήνῃ.

796. ὑπὸ βροντῆς] μετὰ βροντῆς ἐπιφέρεται μὲν ὡς ἐπὶ τὸ πέδον, ἀποσκήπτει δὲ εἰς θάλασσαν, ὃ καὶ καλεῖται σκηπτός.

[*](4. αἴτιος] ἀναίτιος 25. οἶον Vill.] σἶοι B et Ven. A. ἐλθεῖν] *ἐνταῦθα ἐλθεῖν πεζοί addidit Bekk. 15. * προκαμόντων] προκαλούντων 33. * σκηπτός] σκηπτόν)
36

797. θεσπεσίῳ] θείῳ. δηλοῦν οὖν θέλει τὴν ἀπὸ τοῦ θεοῦ κατα- βεβηκυῖαν ἄελλαν.

798. κύματα παφλάζοντα] δεῖξαι θέλει καὶ φύσιν κυμάτων. καί μοι δοκεῖ καὶ τὸν ἦχον μιμήσασθαι διὰ τῆς περὶ τὴν σύνθεσιν τῶν σημείων τραχύτητος. ὅρα δὲ καὶ τὸ ὁμοιοκατάληκτον, κύματα παφλάζοντα, κυρτὰ, φαληριόωντα. καὶ ἔχει ἕκαστον τῶν ὀνομάτων ἰδίαν χάριν· τὰ μὲν γὰρ παφλάζοντα πρὸς τὸν ἦχον, τὰ δὲ κυρτὰ πρὸς τὸν ὄγκον, τὰ δὲ φαληριόωντα πρὸς τὸ χρῶμα. προ- ειπὼν δὲ “ἐν δέ τε πολλὰ κύματα,” ἐπεξηγεῖται πῶς πολλά· “πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα.” εἰς δὲ τὴν συνέχειαν τῆς ἐπιφορᾶς τῶν πολεμίων ἡ εἰκών.

παφλάζοντα] ἐν τῷ ἀναζεῖν ἠχοῦντα, πρὸς τὸν Τρωῖκὸν πόλεμον.