Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

583. τόξου πῆχυν ἀνεῖλκεν] οἱ μὲν τὴν νευρὰν κατὰ Δωριεῖς, οἱ δὲ τὸ κέρας.

588. τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τοὺς ἀστάχυας ἀναρρίπτουσι, θρίνακας καλοῦσιν.

589. θρώσκωσιν κύαμοι] περιφερεῖς γὰρ ὄντες ῥᾷον τῶν πυρῶν ἀφάλλονται. τῷ δὲ ἐπιθέτῳ κεκάλυπται τὸ ταπεινὸν τῆς λέξεως.

590. καὶ τίνα καὶ πότε δεῖ λικμᾶν ἐδίδαξ λέγει γὰρ ὅτι καὶ ῥωμαλέος ἔσται ὁ λικμῶν πρὸς τὸ ἀναβάλλειν αὐτὰ, τὸν ἄνεμον ἔχων συνεργόν.

599. οἰὸς ἀώτῳ] ἐξ ἐρίων γὰρ συνέπλεκον τὰ κῶλα τῆς σφεν- δόνης, οὐχ ὡς νῦν νεύροις, ἵνα διατείνοιτο ἐν τῇ ἀπορρίψει. πολλὰ δὲ δηλοῖ τὸ ἄωτον, ὥς φησιν Ἐπαφρόδιτος· νῦν δὲ τὸ τοῦ ἐρίου λεπτότερον καὶ καθαρώτερον, ὅθεν καὶ αἱ σφενδόναι ἐπλέκοντο.

608. ἐπέσχε τὴν ὁρμὴν τοῦ δόρατος. καυλῷ δὲ τῷ τῆς ἐπιδορα- τίδος αὐλῷ, εἰς ὃν ἐνίεται τὸ ξύλον.

611. ὑπʼ ἀσπίδος] τὴν ὑπὸ τὴν ἀσπίδα κρυπτομένην· ἔφερον γὰρ πρὸς τὸ κατασχίσαι τὰς ναῦς, ἀλλὰ καὶ πρὸς τὴν μάχην ἐχρῶντο αὐταῖς.

612. ἐλαΐνῳ] παρὰ τὸ ἐλαία· ἐλαίινος γὰρ ἦν, καὶ Ἀττικῶς ὑφῄρηται τὸ ῑ.

πελέκκῳ] τῷ στειλειῷ, διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ πελέκεως. τινὲς δὲ καὶ αὐτὸν τὸν πέλεκυν οὕτως, ὡς καὶ τό ἡμιπέλεκκα δηλοῖ.

617. δυικῶς τὸ αἱματόεντε. διὰ δὲ τοῦ πέσεν ἐδήλωσεν οὐ χυθέντας τοὺς ὀφθαλμοὺς, ἀλλʼ ἅμα τῇ ἰδίᾳ πήξει ἐκπεπτωκότας. ἐπεὶ γὰρ κατὰ τὴν ἄνω τῆς ῥινὸς ἀρχὴν γέγονεν ἡ πληγὴ, πιθανὸν ἐντεῦθεν ἐξωσθῆναι τοὺς ὀφθαλμοὺς ἐκ ῥίζης.

620. λείψετέ θην] οὐκέτι παρέσεσθε, φησὶ, πολεμήσοντες ἐπʼ [*](11. *ἀναρρίπτουσι] ἀνερείπτουσι 24. *κατασχίσαι] σχίσαι)

29
αὐτάς. ἐν ἤθει οὖν ὁ λόγος. λείπει δὲ εἰς τὸ οὕτω γε τὸ ἀναιρού- μνοι.

621. ὑπερφίαλοι] ἄσπονδοι, παράνομοι. εἰρωνικῶς δὲ τὸ ἀκόρη- τοι, ἐπεί φησιν “ἀμφὶ σὲ Πηλέως υἱὲ μάχης ἀκόρητον” (Il. 20, 2). ἢ οἱ μηδὲ καίπερ πολεμούμενοι καὶ φθειρόμενοι τὴν Ἑλένην ἀποδιδόντες.

622. ὁ μέν ἀντὶ τοῦ μήν· οὐ γὰρ ἔχει τὸν δέ. ὁ δὲ νοῦς οὕτως· τοῖς εἰς ἐμὲ ὑμῖν πραχθεῖσιν ἄλλο οὐδὲν ἐνδεῖται γενέσθαι δεινόν.

623. κακαὶ κύνες] κατωφερεῖς διʼ Ἀλέξανδρον, ἢ ἀναιδεῖς δἰ Ἕκτορα. ἄκρως δὲ καὶ τῷ θηλυκῷ κατεχρήσατο, εἰς τὴν ἀνανδρίαν τῶν βαρβάρων. πρὸς δὲ μόνην ὑπήντησε τὴν λώβην.

626. καὶ κτήματα πάντα] μετὰ γὰρ πολυτελοῦς κατασκευῆς, ὡς ἐπὶ θυσίαν ἥκουσα, ἥρπαστο ὑπʼ αὐτοῦ.

631. Ζεῦ πάτερ] ἠθικὴ καὶ ἔμψυχος ἡ δικαιολογία ὡς πρὸς παρόντα τὸν Δία. τὸ δὲ περὶ φρένας ἔμμεναι ἀντὶ τοῦ ταῖς φρεσὶ περιεῖναι τῶν ἄλλων.

τὸ ἄλλων πρὸς τὸ ἀνδρῶν ἀποδοτέον, ἤτοι πάντων· τὸ δὲ θεῶν συναπτέον τῷ λοιπῶν. εὖ δὲ τὸ μὴ προσθεῖναι, σὺ δὲ ἀνόητος εὑρέθης, καὶ πάντα δὲ ἐκ σοῦ ἐστὶ τὰ γινόμενα· κρατεῖ γὰρ ὡς ἐχέφρων τῆς λύπης.

633. οἷον] ἀντὶ τοῦ πῶς· ἔστι δὲ μετὰ θαύματος καὶ μέμψεως, ἅμα μὲν ἐπεὶ ταμίας ἐστὶ πολέμου, ἅμα δʼ ἐπεὶ Τρωσὶν ἐβοήθει διὰ Θέτιν.

636. πάντων μὲν κόρος] κἀκείνων κόρος ἐστὶν ων τις ἐφίεται πλησθῆναι μᾶλλον τῆς τοῦ πολέμου πλησμονῆς.

637. περισσὸν αὐτὸν εἶναί φασί τινες· ἥττων γὰρ ἡ ἐπιθυμία τῆς μολπῆς. ἢ ὅτι ἔμελεν αὐτοῖς “χοροῖο νέον λήγοντας καθίζειν” (Il. 3, 394). ἀμύμονος δὲ τοῦ ἀμωμήτου· ἔστι δέ τις καὶ φαύλη ὄρχησις.

638. τῶν κέν τις] τούτων καὶ μᾶλλον ἐπιθυμεῖ τις κορεσθῆναι· πολέμου δὲ οὐδὲ τὴν ἀρχὴν θεάσασθαι βούλεται, ἢ πλησθῆναι καὶ διακορὴς γενέσθαι. οἱ δὲ Τρῶες τούτου ἀκόρητοί εἰσιν. ὅτι δὲ ἀδικήσαντες μάχονται, τοῦτο ὕβρεως, οὐκ ἀνδρείας. τὸ δὲ ἐξῆς οὕτως, πάντων μὲν κόρος ἐστὶ, Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.

640. τὰ μὲν ἔντε’—αἱματόεντα] τὰ μὲν αἱματ όεντα ἔντεα, ὡς τὸ “τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα” (Il. 1, 11).

[*](32. ἀνδρείας] ἀνδρίας 35. * τὸν] om. ἠτίμασεν] ἠτίμησεν)
30