Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

519. υἱὸν Ἐνυαλίοιο] Ἀσκάλαφος παρὰ τὸ ἀσκελὲς τῆς ἁρῆς, ἤτοι ὁ λίαν σκληρός.

521. βριήπυος] παρεξηλλαγμένον ἐστὶ τοῦ βοὴν ἀγαθὸς, ὡς ποδάρκης καὶ ποδήνεμος. ἢ διὰ τοὺς βρυγμοὺς τῶν πολεμίων. ἀν- θρωποπαθεῖς δὲ οἱ Ὁμηρικοὶ θεοί. ὅρα γὰρ οἷος ἔσται Ἄρης ὁπλιζό- μενος ἐπὶ τοὺς αὐθέντας τοῦ παιδὸς, δηλαδὴ ἐπὶ τοὺς φίλους Τρῶας.

*ἐζήτηται δὲ πῶς θεὸς ὢν ὁ Ἄρης οὐκ ἤδει περὶ τοῦ υἱοῦ. ῥητέον οὖν ὅτι παρὰ τῷ ποιητῇ οἱ θεοὶ σωματικῶς λαμβανόμενοι ἀνθρωποειτ δῶς ἐφίστανται, ἀθανασίᾳ γὰρ διαφέροντες μόνον ἀνθρώπων, τοῖς αὐτοῖς ἐνέχονται πάθεσιν.

527. Δηΐφοβος μέν] ὡς ἐπὶ τὸ πολὺ σκυλεύοντες εὑρίσκονται οἱ Ἕλληνες· ἐνταῦθα δὲ ὁ Δηΐφοβος ὥσπερ κλοπῇ κέχρηται καὶ ὀξυ- λαβείᾳ. καὶ ὅρα τὸ ῥῆμα· οὐ γὰρ ἐσκύλευσεν ἔφη, ἀλλʼ ἥρπασε τὴν πήληκα. πλὴν οὐδὲ οὕτως ἀποφέρεται τὸ σκῦλον οὗτος, ἀλλὰ τρωθεὶς ἀφίησιν αὐτό.

532. πρυμνοῖο] ἄκρου, τοῦ πρὸς τὸν ὦμον, ὡς νεαίρην γαστέρα, καὶ ἁπαλοῖο αὐχένος, ἔνθα μάλιστα ἁπαλὸς ὁ αὐχήν.

536. μάχης ἠδὲ πτολέμοιο] καὶ τῶν μαχομένων καὶ πολεμούντων. πολλὰς δὲ τροπὰς τῆς μάχης λαμβανούσης, ἐμποδισθέντες ἀπηνέχ- θησαν εἵ τινα τόπον.

541. ὥσπερ Ἑρμέας, οὕτως Αἰνέας, καθὼς Ἡρωδιανῷ δοκεῖ.

543. ἑάφθη] ἐπηκολούθησε καὶ συνέπεσε, παρὰ τὸ ἕπω, ὃ δηλοῖ τὸ ἀκολουθῶ· ὅθεν καὶ δασύνεται.

[*](21. *ἐφίστανται] ἐπίστανται 29. *μάλιστα] om.)
27

547. ἥ τʼ ἀνὰ νῶτα] οἶδε καὶ τὴν ἀνατομὴν ὁ ποιητής. λέγει δὲ τὴν καλουμένην κοίλην φλέβα, τὴν ἐκ δεξιῶν τῆς ῥάχεως ἀνερχο- μένην ἀπὸ τοῦ ἥπατος, καὶ κατὰ τὸ διάφραγμα χωροῦσαν ἐπὶ τὴν καρδίαν καὶ ἀπὸ ταύτης ἐπὶ τὸν τράχηλον.

548. ὀρθῶς ἐπὶ τὴν πληγὴν ἐποίησε πίπτοντα· τῆς φλεβὸς γὰρ διακοπείσης καὶ μηδεμιᾶς ἀντισχέσεως γενομένης ἐπʼ αὐτὸ τὸ ἀλ- γοῦν ἠνέχθη.

554. Ποσειδάων] ἅμα μὲν ἐπεὶ πρόγονος, ὥς φασιν, αὐτοῦ ἐστίν· ὅθεν καὶ ἐν Ὀδυσσείᾳ (3, 43) τούτῳ θύοντες φαίνονται· άμα δὲ ἔγκειται καὶ τὸ παιδευτικὸν, ὅτι τῶν θεοφιλῶν οἱ παῖδες διασώ- ζονται· ἐπάγει γὰρ ὅτι παῖς ἦν Νέστορος.

558. τιτύσκετο δὲ φρεσὶν ᾗσιν] πᾶσα προσοχὴ παρὰ τούτῳ εὑρί- σκεται, καίτοι νέῳ ὄντι καὶ οὐχ ὑπερέχοντι τὸ σῶμα, ἀλλὰ διὰ σύνεσιν κατορθοῦντι.

562. ἀμενήνωσεν] μεταφορικῶς ἀπὸ τοῦ βαλόντος, ἀνίσχυρον εἰργάσατο· ἡ γὰρ αἰχμὴ μένος οὐκ ἔχει.

563. βιότοιο μεγήρας] φθονήσας Ἀδάμαντι μὴ τὸν βίον Ἀντι- λόχου ἀφέληται· ἢ φθονήσας Ἀδάμαντι τοῦ βίου καὶ ποιήσας αὐτὸν ἀναιρεθῆναι.

564. σκῶλον λέγει τὸν σκόλοπα· οἱ γὰρ ἄγροικοι ἀποξύνοντες τὰ ξύλα πυρακτοῦσι τὸ ἄκρον, ὅπως πιληθὲν εἴη στερρότερον· χρῶνται δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν τὸ δόρυ τὴν ἐνεργὸν δύναμιν οὐκ εἶχεν, ἔμεινε τοσοῦτον διελθὸν ὅσον σκῶλος περονεῖ.

*Ἀπίων δέ φησι τὸν σκῶλον πεπυρακτωμένην ῥάβδον, Ἀρί- σταρχος δὲ ἀκάνθης τι γένος. ταύτας εἰώθασι πυρπολεῖν, καὶ στερεώ- σαντες ἐφʼ ὁρμήματα χρῆσθαι καὶ πρὸς ἄλλας χρείας.

567. ἀπιόντα] προχωροῦντα, ὑποποδίζοντα· οὐ γὰρ στραφέντα· διὸ ἔμπροσθεν τιτρώσκεται κατὰ τὸ ἦτρον, ὃ νευρῶδες λίαν ἐστὶ καὶ ἐπώδυνον· ὅθεν οἱ διακεντοῦντες τοὺς ὑδερικοὺς οὐ κεντοῦσι κατω- τέρω τοῦ ὀμφαλοῦ, διὰ τὸ σπασμοὺς προσγίνεσθαι. ἴσως δὲ ἐντρο- παλιζόμενος ὑπεχώρει, ἐπεὶ οὐκ ἂν κατὰ τὴν ὀσφῦν ἀναχωρῶν ἐτρώθη.

570. ἑσπόμενος] ἀκολουθῶν. τινὲς δὲ σχόμενος ἀντὶ τοῦ συνε- χόμενος.

571. ἡ προσθήκη τοῦ οὔρεσι ἄγριον δείκνυσι τὸν ταῦρον.

[*](20. *ἀποξύνοντες] ἀποξέοντες 23. περονεῖ] *περονῆσαι δύναται)
28

572. ἰλλάσιν] τοῖς ἐξ ἱμάντων σχοινίοις.

574. ὄφρα οἱ ἐκ χροός] ὅρα διὰ τούτου τὸ καίριον τῆς βολῆς· ἅμα γὰρ τὸ δόρυ καὶ τὴν ψυχὴν αὐτοῦ ἀνέσπασεν.

577. Θρηῖκίῳ] μόνοι γὰρ οἱ Θρᾷκες μεγίστοις ξίφεσι χρῶνται. ἢ οὖν ἀπό τινος Θρᾳκὸς ἐπικούρου τότε ἀνέλαβεν, ἢ καὶ πρὶν ὡς καλλιστεῦον εἶχεν. ἔστι δὲ ἡ καλουμένη παρʼ αὐτοῖς ῥομφαία. τὸ δὲ ἄραξεν ἀντὶ τοῦ τοὺς ἱμάντας ἀπέτεμεν.