Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

465. ἐπαμύνομεν] καλῶς καὶ ἑαυτὸν τῇ ἐπικουρίᾳ συναριθμεῖ πρὸς τὴν ἐκείνου αἰδῶ.

468. θυμὸν ἐνὶ στήθεσσιν ὄρινεν] τῶν γὰρ παλμῶν αἰτία ἡ τοῦ περὶ καρδίαν αἵματος θέρμη.

469. βῆ δὲ μετʼ Ἰδομενῆα] ἡ γὰρ τοῦ φίλου συμφορὰ τὴν πρὸς τὸν ἐχθρὸν ἀμαυροῖ μῆνιν.

470. *τηλύγετον] ὁ τέλος τῆς γεννήσεως ἔχων, μεθʼ ὃν ἄλλος οὐκ ἐτέχθη τῷ πατρί· οἱ τοιοῦτοι γὰρ ὡς ἐπίπαν δειλοὶ, ὑγρᾷ ἀνα- τρεφόμενοι διαίτῃ. καὶ πῶς αὐτός φησι “δείδια δʼ αἰνῶς Αἰνείαν (481): ἤτοι νῦν τὴν φυγήν φησιν.

τὸ τηλύγετος ἐνταῦθα ἐπὶ τοῦ πρεσβυτέρου, οὐκ ἐπὶ τοῦ μονο- γενοῦς ἢ ἐπὶ τοῦ ὁμήλικος. ὅτι δὲ ἐπὶ τοῦ πρεσβυτέρου καὶ τῆς τηλοτέρας γενεᾶς ὄντος, δῆλον ἀπὸ τοῦ εἰρηκέναι αὐτὸν ἐπὶ τοῦ μὴ ὁμήλικος “οὗτος δὲ προτέρης γενεῆς, προτέρων δʼ ἀνθρώπων” (Il. 23, 790). ἀλλʼ Ἰδομενεὺς μὲν μεσαιπόλιος, καὶ διὰ τοῦτο τῆς προτέρας γενεᾶς. προέγραψα καὶ τὰ περὶ τούτου πλατύτερον.

471. ἀλκί] ἀπὸ τῆς ἄλξ εὐθείας, ὅθεν καὶ ἄλξις καὶ ἔπαλξις.

472. κολοσυρτόν] ὁ μετὰ κολωοῦ ἐπισυρμός. ἢ ὁ μέγας θόρυβος· κόλον γὰρ τὸ μέγα, καὶ ὁ μεγάλην ἁφὴν ἔχων κόλαφος καλεῖται.

[*](26. ἤτοι νῦν] ἤ τοίνυν)
25

476. ὣς μένεν] τὸ μὲν μεῖναι γενναίου, τὸ δὲ καλεῖν τοὺς ἑταίρους ἀσφαλοῦς· προδιδόντος γάρ ἐστιν ἑαυτὸν τὸ τὴν παροῦσαν μὴ καλεῖν συμμαχίαν, ἀλλʼ οἰκεία τὸ πᾶν ἐπιτρέπειν δυνάμει.

481. οἴῳ] ἀντὶ τοῦ μονωθέντι. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.

484. ἥβης ἄνθος] τινὲς τὸν καιρὸν τῶν κε΄ ἐτῶν, οἱ δὲ τῶν μ', ἐπεὶ καὶ Ἡσίμδός φησι “τοῖς ἅμα τεσσαρακονταέτης αἰζηὸς ἕποιτο” (Ο. 439). τὴν δὲ ἥβην Ἡσίοδος καὶ ἐπὶ κτηνῶν, ὡς τὸ “ἥβης μέτρον ἔχοντε” (ib. 436)· ὁ δὲ ποιητὴς καὶ ἐπὶ φυτῶν, ὡς τὸ “ἡμερὶς ἡβώωσα” (Od. 5, 69). τὸ δὲ ὅτε ἐὰν μὲν ᾖ χρονικὸν. ἔσται ἡ διάνοια οὕτως, ὅτε περὶ ἕκαστον ἄνδρα ἡ οἰκεία ἰσχὺς ἀκ- μάζει· ἐὰν δὲ ᾖ δύο μέρη λόγου, οὕτως, ὅ ἐστιν ἀνδρὶ κράτος μέγι- στον, τὸ ἐν τῷ ἀκμαιοτάτῳ τῆς ἡλικίας εἶναι. κράτος δὲ εὐρωστία, εὐτολμία.

485. τῷδʼ ἐπὶ θυμῷ] ἐφʼ ᾧ νῦν ἐγώ εἰμι.

486. φέροιτο —ἠὲ φεροίμην] λείπει τὸ κατʼ ἐμοῦ καὶ κατʼ αὐτοῦ.

489. ἐκέκλετο οἷς ἑτάροισι] καίτοι νέος ὣν μόνος αὐτὸν οὐχ ὑπο- μένει.

490. Δηίφοβον] ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηίφοβον ἀπο- στάντα τῆς μάχης, ὅτι νῦν αὐτὸν Αἰνείας προσκαλεῖται.

493. γάνυται] χαίρει· μάλιστα γὰρ αὐτὰ πιαίνει ποτὸν, δοκεῖ τε μᾶλλον ὑγιαίνειν τὰ ζῷα ὅταν ὀρέγηται ποτοῦ· ὅθεν θέρους οἱ ποιμένες ἀλοτροφοῦσιν αὐτά. πῶς δὲ τοὺς τοσούτους ἡγεμόνας ἑνὶ κτίλῳ εἴκασεν ὅτι πάντων ἡγεμονικώτατος ἦν Αἰνείας.

502. εἰ αὐτοσχεδὸν ὡρμήθησαν, πῶς ἀκοντίζει: ὑποκεχωρήκει γὰρ Ἰδομενεὺς ὡς πόρρωθεν ἀγωνιούμενος.

506. Ἰδομενεὺς δʼ ἄρα] θαυμασίως ἀμφοτέρους μὲν ἀποτυγχά- νοντας ἀλλήλων εἰσήγαγεν, ἀλλὰ τὸν μὲν καθάπαξ μάτην ἀφιέντα τὸ δόρυ ἐπὶ, τὴν γῆν, τὸν δὲ τοῦ μὲν Αἰνείου ἀποτυγχάνοντα, ἄλλον δέ τινα ἀναιροῦντα. τὸ δὲ ἐξαίρετον ἐνταῦθα παραφυλακτέον, ὅτι κατὰ τὸ ῥητὸν οὐκ εἶπεν ὁ ποιητὴς τὴν ἄφεσιν τὴν ἀπὸ τοῦ Ἰδο- μενέως καὶ τὴν ἀποτυχίαν, ἀλλʼ ἀπλῶς ἔφη βεβλῆσθαι τὸν Οἰνό- μαον· καίτοι οὐ τοῦτο προκείμενον τῷ Ἲδομενεῖ, ἀλλʼ ἀποτυχίᾳ τοῦ Αἰνείου τοῦτον βάλλει· ὁ δὲ ὡς προηγουμένως τούτου κατεστοχα- σμένου πεπίηται τὸν λόγον.

[*](6. * ἕποιτο] ἔοι)
26

507. ῥῆξε] διέτεμεν, ὥστε διῃρῆσθαι τὴν σύμφυσιν· διὰ γὰρ τὴν ὑγρότητα, καὶ διὰ τὸ ἀεὶ ἐν τῇ εὐρνχωρίᾳ πνεῦμα ἔχειν, καὶ διὰ τὸ τῷ μεσεντερίῳ λαγαρῶς προσδεδέσθαι ἄτακτον ἔχοντα τὴν κίνησιν, ῥᾳδίως προπίπτειν πέφυκε. γύαλον δὲ τὸ κύτος.

512. ἔμπεδα] τὰ μὴ ὑπὸ δειλίας σαλευόμενα. ποδῶν δὲ γυῖα μερικῶς οἱ πόδες.

513. οὔτʼ ἄρʼ ἐπαῖξαι μεθʼ ἑὸν βέλος] οὕτε ὁρμῆσαι ἐπὶ τὸ ἴδιον βέλος. τοῦτο δὲ καθολικώτερον εἶπε διὰ τὴν ἡλικίαν, ἐπεὶ καὶ τοῦ Οἰνομάου ἐξέσπασε τὸ δόρυ καὶ τοῦ Ὀθρυονέως.

515. τρέσσαι δʼ οὐκέτι] εἰκότως οὖν καὶ ἔμπροσθεν συῒ αὐτὸν εἴκασε, τῷ διʼ ὑπομονῆς ἑδραίας, οὐ διʼ εὐκινησίας ἀμυνομένῳ τοὺς ἐπιόντας. δείκνυσι δὲ ὅτι οἱ πόδες φέρουσιν, οὐ φέρονται.