Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

428. Ἑλληνικὸν τὸ φρόνημα τὸ ὑπὲρ φίλων ἑτοίμως ἔχειν πεσεῖν. δουπῆσαι δὲ τὸ ἐν πολέμῳ ἀποθανεῖν, ἐξ οὗ καὶ τὸ “δεδουπότος Οἰδιπόδαο” (Il. 23. 679).

γαμβρὸς δʼ ἦν] ὑπὲρ ποικιλίας ἐξήλλαξε τὴν ἀπαγγελίαν, οὐκ ἐπιμείνας ἐπὶ τῆς αἰτιατικῆς.

430. περὶ κῆρι] ὑπὲρ τὸ τῆς φύσεως μέτρον.

432. κάλλεῖ καὶ ἔργοισιν] καὶ ταῦτα εἰς σύστασιν τοῦ Ἀλκα- θόου, ὅτι διʼ ἀρετὴν τῆς ἀρίστης ἔτυχε γυναικός. ἔχει δέ τι παιδευ- τικὸν ὁ λόγος, ὅτι καὶ τοῖς γονεῦσι πρὸς τοὺς παῖδας εὔνοια πλείων γίνεται διʼ ἀρετὴν, οὐ διὰ τὴν φύσιν.

434. Ποσειδάων ἐδάμασσε] διὰ τὸ πιθανὸν καὶ ταῦτα πρόσκειται, μή πως ἀπιστοῖτο Ἰδομενεὺς ὑπὲρ τὴν ἡλικίαν τινὰ κατορθῶν.

435. θέλξας ὄσσε φαεινά] μεταβαλὼν τῆς ὀξυωπίας· ἵστατο γὰρ ἀκίνητος οὐχ ὁρῶν, τρόπον τινὰ τῆς ψυχῆς νεκρῷ ἐνοικούσης τῷ σώ- ματι. μετεβλήθη γὰρ τῆς πρὶν εὐτονίας.

τὸ θέλξας ἀντὶ τοῦ παρατρέψας, ὡς τὸ “αὐτὰρ Ἀχαιῶν θέλγε νόον” (Il. 12, 254). ὅμοιον τῷ “στρεφεδίνηθεν δέ οί ὅσσε” (Il. 16. 792).

23

437. στήλην] παρὰ τὴν στάσιν καὶ τὸ λίαν ἡ στήλη ὠνόμα- στα.

438. στῆθος μέσον] ἐδίδαξε ποῦ κεῖται ἡ καρδία, ὡς καὶ Εὐδήμῳ δοκεῖ.

439. ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα] περιέρρηξεν αὐτοῦ τὸν χιτῶνα.

441. αὖον] ἀντὶ τοῦ ὀξύ· καὶ ἔστιν ἀκοῦσαι σχιζομένου θώρακος ψόφον. ἐρεικόμενος δὲ ἀντὶ τοῦ σχιζόμενος.

443. * ἀσπαίρουσα] τὸ σπαίρειν καὶ τὸ σκαίρειν τινὲς συγ- χέουσιν, ταυτὸν δηλοῦν νομίζοντες, καίπερ Ὀμήρου διακρίνοντος· τὸ μὲν γὰρ σπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν λέγει ἀσπαίρειν· “ἀσπαίροντα δʼ ἔπειτα” (Od. 12, 254) καὶ “ἀσπαί- ροντα λαβών” (Od. 19, 229) καὶ “ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιξεν ἔγχεος” καὶ “ἤσπαιρʼ ὡς ὅτε βοῦς” (571). τὸ δὲ σκαίρειν οὐκέτι μετὰ τοῦ α· “μολπῇ δʼ ἰῦγμῷ τε ποσὶ σκαί- ροντες ἕποντο” (Il. 18, 572). ἔστιν οὖν ἡ διαφορὰ, ὅτι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὃ γίνεται ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοῒ, τὸ δὲ σκαίρειν ἔμ- μουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δʼ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον κατὰ διαφόρους ἐννοίας διαφόρως προσηγορεῦσθαι, τῆς κινήσεως οὐχ ὁμοίας ἑκατέρων γινομένης, τὸ δὲ σκαίρω πάντως ὀξυτέρας φωνῆς· ἀφʼ ἦς καὶ τὴν πολύσκαρθμον Μυρίνην προσεῖπεν ὁ ποιητής (Il. 2, 814). μίαν τῶν Ἀμαζόνων, ὥς φασι, καὶ εὐσκάρθμους ἵππους (31). ἀπὸ δὲ τοῦ αὐτοῦ ἐν τῇ συνη- θεία τὸ σκιρτᾶν καὶ σκαρδαμυκτεῖν τοὺς ὀφθαλμοὺς εἴρηται.

οὐρίαχον] τὴν ἐπιδορατίδα. ἔδειξε δὲ ὁρμῶντα προσωτέρω τὸν σί- δηρον καὶ ἀνακρουόμενον τῷ παλμῷ τῆς καρδίας, καὶ δηλοῖ ὡς μετὰ θάνατον τοῦ ἄλλου σώματος ἔτι ζῇ ἡ καρδία.

444. ἀφίει μένος ὄβριμος Ἄρης] τὴν εἰς τοὔμπροσθεν ὁρμὴν ὁ σίδηρος ἠφίει, μὴ συγχωρούμενος ὑπὸ τῆς καρδίας. οἱ δὲ, τὴν ψυχὴν ἀφιέναι τὸ μένος ἐποίει.

446. ᾖ ἄρα] ὄντως ἄρα δή τινος νομίζομεν ἄξιον εἶναι τὸ τοὺς τρεῖς τούτους ἀνθʼ ἑνὸς ἀνῃρῆσθαι, ἐφʼ ὦ σὺ μάτην πεφιλοτίμησο. ἢ [*](8. Similia legunturin scholio ad 22. * Μυρίνην] μύραιναν 18. 572. 19. *σπάρον—σκάρον] σπαίρον— 31. *τινος] τι σκαίρον)

24
οὕτως, ἆρα ἴσον ὀφείλομεν στοχάζεσθαι τὸ τρεῖς ἀνθʼ ἑνὸς πεφονεῦ- σθαι, ἢ δῆλον ὅτι μεῖζον καὶ τριπλάσιον;

450. ἐπίουρον] οἱ μὲν ὡς τὸ ἐπίσκοπον· οἱ δὲ ἀναστρέφουσι τὴν ἐπί· οἱ δὲ παρέλκειν αὐτὴν βούλονται. ἄμεινον δὲ τὸ πρῶτον.

452. ἔμʼ ἔτικτε] ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἔστι γὰρ ἀντιδια- σταλτική. τίκτειν δὲ τὸ κτίζειν.

453. εὐρείῃ] μεγάλῃ· “τοῦ μέν τοι κλέος εὐρύ” (Od. 19, 333) καὶ “εὐρύοπα Ζῆν’” (Il. 8, 206) καὶ εὐρυσθενές (Il. 7, 455).

456. ἑταρίσσαιτο] συνεργὸν καλέοιτο.

458. δοάσσατο] τοῦ δοκῶ παραγωγόν ἐστι, δοκῶ δοκήσω δοκάσσω, ἐδοκάσσατο δοκάσσατο, ἀποβολῇ τοῦ κ δοάσσατο.

460. ἐπεμήνιε] ἐπεμέμφετο καὶ ᾐτιᾶτο.

461. οὔτι τίεσκεν] ὡς τιμώμενον αὐτὸν ὑπὸ τῶν Τρώων καὶ παρα- βλάπτοντα τὴν βασιλικὴν τιμὴν οὐκ ἐτίμα, δεδιὼς τὴν ἐπιβουλήν.

404. γαμβρῷ] τῷ τῆς ἀδελφῆς ἀνδρί. “οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσιν” (Il. 5, 474).