Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

382. πενθεροί· οἱ τὰ ἕδνα λαμβάνοντες. ὀξύνεται δὲ ὡς τὸ χρυ- σωταί.

384. τῷ δʼ Ἄσιος] πιθανὸν τὸ ἀλαζόνι ἐπιβοηθεῖν τὸν ὁμοιότρο- πον, καὶ ἄμφω ὑφʼ ἑνὸς ἀναιρεῖσθαι.

385. πεζὸς πρόσθʼ ἵππων] καὶ ταῦτα εἰς τὸ ἦθος Ἀσίου, ὅτι οὐκ ἀφειστήκει τοῦ ἅρματος· ἄλλῳ γὰρ οὐδενὶ ἐπήλπιζεν ἢ τῷ κάλλει τῶν ἵππων. τὸ ἕτοιμον δὲ τῆς φυγῆς καὶ τὴν δειλίαν δηλοῖ· οὕτω γὰρ ἦν παρεσκευασμένος ὡς καταπνεῖσθαι ὑπὸ τῶν ἵππων.

388. λαιμὸν ὑπʼ ἀνθερεῶνα] τὸν ὑπʼ ἀνθερεῶνα λαιμόν. τινὲς δὲ περισσεύειν φασὶ τὴν πρό, ἵνʼ ᾖ διήλασεν. ὁ δὲ Ἡρωδιανός φησιν ὅτι εἰς τὸ πρόσθεν διήλασεν.

[*](5. * γε καὶ] καὶ om. 29. *ἅρματος] πράγματος)
21

389. ἀχτρΐς] ἡ λεύκη· ταύτην γὰρ, φασὶν, Ἡρακλῆς ἀνήγαγεν ἐξ Ἀχέροντος, ὃς ποταμός ἐστι τῶν καταχθονίων.

390. βλωθρή] τινὲς ἁπαλήν, κατὰ Ἀρκάδας· οἱ δὲ ὑψηλήν, κατὰ Βοιωτοὺς, ἤτοι φλοιοβαρῆ, κατὰ Μάγνητας, ἢ τραχεῖαν, κατὰ Δρύοπας, ἢ ηὐξημένην, κατὰ Τυρσηνοὺς, ἢ σκληράν, κατὰ Καρυ- στίους. ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι, δρυσὶν ὑψικόμοισιν, ἰτέαι ὠλεσίκαρποι, αἰγείρων ὑδατοτρεφέων, τανύφλοιόν τε κράνειαν.

οὔρεσι τέκτονες] Νικίας ὑφʼ ἓν οὐρεσιτέκτονες κακῶς· ἔδει γὰρ καὶ τὸ οὔρεσι βουκόλοι (571) συνάπτειν. ἄλλως τε ἔσονται οἱ ὄρη κατα- σκευάζοντες. δύο οὖν μέρη λόγου ἐστὶ, καὶ λείπει τὸ οὖσαν.

391. νεήκεσι] ὡς εὐμήκεσι. δηλοῖ δὲ τὸ νεακονήτοις.

392. πρόσθʼ ἵππων καὶ δίφρου] διὰ τούτων τὴν περὶ τὸ ἅρμα ματαίαν αὐτοῦ σπουδὴν ἐμφανίζει.

393. βεβρυχώς] ἐναργῶς δείκνυσιν εἴδωλον ἥρωος ἐν αὐτῷ τῷ θυμῷ τὴν ψυχὴν ἀφιέντος καὶ ἀπρὶξ τῆς γῆς δεδραγμένου. τινὲς δὲ ἓν ἐξ ἀμφοῖν· ἐν τῷ βρυχᾶν γὰρ, φασὶ, τοῖς ὀδοῦσιν ἐδράσσετο τῆς γῆς. τὸ δὲ αἱματοέσσης μερικῶς ἀκουστέον, οἷον τῆς διʼ αὐτοῦ αἱματοέσσης· καὶ γὰρ ἔμφασις δεδράχθαι αὐτὸν κόνεως πεφυρμένης τῷ ὑπʼ αὐτοῦ αἵματι.

394. ἐκ δέ οἱ ἡνίοχος] ἐξεπλάγη τὰς φρένας ὁ ἡνίοχος ὡς ἐπί τινι παραδόξῳ· εἰκὸς γὰρ καὶ τὸν Ἀσίου ἡνίοχον ἀλαζόνα τινὰ καὶ ἀνόητον εἶναι, καὶ ἀκαταμάχητον τὸν δεσπότην οἰόμενον, εἶτα τῷ παραδόξῳ πτώματι ἐκπεπληγμένον. πιθανὸν τὸ πλάσμα εἰς τὸ ἁλῶναι καὶ τοὺς ἵππους· οὐ γὰρ ἦν ἐκ τοῦ εὐχεροῦς ἁλίσκεσθαι, εἰ ἐσωφρόνει. διὰ τὴν ἔκπληξιν οὖν αὐτοῦ πιθανῶς τὸ τοιοῦτο πράτ- τεαι.

407. δινωτήν] περιφερῆ· δῖνος γὰρ ὁ τόρνος.

408. ἐάλη] συνειλήθη καὶ συνεκρύβη. ὁ δὲ Ἕκτωρ “ἀλεύατο.” “ὁ δὲ Πουλυδάμας λιάσθη” (Il. 5, 320). τοσαύτη γάρ ἐστι τῷ ποιητῇ εὐπορία.

409. καρφαλέον] ἐναργεστάτη ἡ ὀνομασία· τοῦ γὰρ δόρατος πληγὴν μὲν οὐ ποιήσαντος, διαδραμόντος δὲ, ἄκρως τὸν ψόφον τῆς [*](2. ὃς—καταχθονίων] Haec a m. σικάρποις sec. 9. Νικίας] νεικίας 7. ἰτέαι ὠλεσίκαρποι] ἰτέαις ὡλε- 26. * τοιοῦτο] τοιούτ)

22
ἀσπίδος ἐμιμήσατο. διὰ δὲ τοῦ ἄῦσεν ἐλαφρὸν μὲν ἦχον, ἐπὶ πολὺ δὲ παρατεινόμενον ἔφρασε, τοῦ δόρατος καὶ τὴν ἴτυν παρατρίψαντος.

*καρφαλέον καὶ τὸ κατάξηρον· ὅθεν καὶ κάρφος.

411. ἀλλʼ ἔβαλʼ Ἱππασιδην] προσυνίστησι τὸν Δηΐφοβον, ἐπεὶ διάδοχος Ἕκτορος ἔσται. ἀλλʼ ὅρα πάλιν τὴν τέχνην· ἀποτυχίᾳ γὰρ τοῦ Ἰδομενέως ἄλλον ἀναιρεῖ κατά τινα τύχην ἐπιτυχών.

412. ἧπαρ ὑπὸ πραπίδων] ἔβαλεν αὐτὸν εἰς τὸ ἧπαρ ὑποκάτω τῶν φρενῶν. φρένες δὲ αἱ διεζωσμέναι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον, ὃς καλεῖται διάφραγμα.

413. ἔκπαγλον] ὑβριστικόν. ἐξελέγχει δὲ ὁ ποιητὴς τὸ ἄκαιρον· οὐδὲν γὰρ μέγα διαπραξάμενος, οὐδὲ ἐπιτυχῶν τοῦ προκειμένου, οὐδέ τινα τῶν ἐπισήμων ἀνελὼν κομπάζει. σαρκασμὸς δὲ ταῦτα διʼ Ἰδομενέα.

419. οὐδʼ ἀχνύμενός περ] ὡς τῆς λύπης κολοβούσης τὰς ὁρμάς. διὸ καὶ Ἀχιλλεὺς καμὼν καὶ ὑπὲρ Πατρόκλου λυπούμενος οὐ κατε- λάμβανεν Ἕκτορα.

420. περίβη] ἵνα μὴ ὑπὸ πολεμίων σκυλευθῇ.

423. ἐπὶ τῶν φερόντων· Ζηνόδοτος δὲ γελοίως ἐπὶ τοῦ νεκροῦ.

425. νυκτὶ καλύψαι] περιφραστικῶς ἀντὶ τοῦ ἀναιρῆσαι.