Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

605. τιμῆς] οἱ μὲν ἀντὶ τοῦ τιμήεις κατὰ συναίρεσιν. Ἀρίσταρ- χος δὲ, τῆς τιμῆς, φησὶν, ἔσῃ· διὸ καὶ ἐπάγει “οὐ χρεὼ τιμῆς.” τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται.

607, 608. πρὸς τὸ εἰρημένον ὑπὸ Φοίνικος “ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί” (603) φησὶν ὁ Ἀχιλλεὺς “οὔ τί με ταύτης χρεὼ τιμῆς ἥ μʼ ἕξει,” ὅ ἐστιν, οὐκ ἀγαθόν μοι τοιαύτη τιμὴ, δι᾿ ἣν ἐγὼ μέχρι θανάτου ταῖς ναυσὶν ἐνδιατρίψω. εἶπε γὰρ “εἰ μέν κʼ αὖθι μένω, ὤλετο μέν μοι νόστος” (412). πιθανῶς δὲ τῇ τοῦ Ἀγαμέμνονος τιμῇ ἀντέθηκε τὴν παρὰ τοῦ Διός. οὐ καλῶς δὲ κέχρηται ταῖς εὐτυχίαις.

612. μή μοι σύγχει θυμόν] ὁμολογεῖ μὲν ἡττῆσθαι τῷ ἐλέῳ, τὴν δὲ ἀφορμὴν διαβάλλει.

615. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν] δεῖγμά ἐστιν ὅπως χρὴ διακεῖσθαι τοὺς φίλους συναιρομένους ἀλλήλοις τὰ φίλα.

616. ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς] κοινὰ γὰρ τὰ [*](3. *υἱέες ἧσαν] om. 29. *παρὰ] om.)

415
τῶν φίλων. ἄμα δὲ καὶ ἀντὶ τῆς χάριτος ἣν λαβεῖν ἐβούλετο ὁ Φοῖνιξ, ἑτέραν αὐτῷ μείζω δίδωσι, τὴν δέησιν αὐτοῦ ἀποκρου- όμενος.

617. *σὺ δ] διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς; ῥητέον οὖν ὅτι γνοὺς παρακεκλῆσθαι αὐτὸν ὑπὸ Ἀγαμέμνονος τῇ πρεσ- βείᾳ ἐφοβήθη μὴ μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ, καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξει. οἱ δὲ ὡς ὡμολογημένον αὐτὸ λαμβάνουσιν, ὅτι ὡς τροφέα αὐτὸν κατέχει.

619. φρασσόμεθʼ ἢ κε] ὀργῆς ἴδιον τὸ μὴ ἐφʼ ἑνὶ τὴν γνώμην ἐρείδειν. εὔελπιν δὲ ποιεῖ τὸν γέροντα, σκοπήσειν λέγων τὸ συμ- φέρον.

622. ἐκ κλισίης νόστοιο μεδοίατο] παρενοχλεῖσθαι ἐπὶ πλέον οὐ θέλει ταῖς νουθεσίαις· οἶδε γὰρ ὅτι παρόντες δυσωπήσουσι. καὶ πάλιν γὰρ τραχέως διώκειν οὐχ Ἑλληνικόν.

τοῖσι δʼ ἄῤ Αἴας] τέσσαρές εἰσι ῥήτορες· Ὀδυσσεὺς συνετὸς, πανοῦργος, θεραπευτικός· Ἀχιλλεὺς θυμικὸς, μεγαλόφρων· Φοῖνιξ ἠθικὸς, πρᾶος, παιδευτικός· Αἴας ἀνδρεῖος, σεμνὸς, μεγαλόφρων, ἁπλοῦς, δυσκίνητος, βαθύς. εἰ δέ που κινηθείη εὐκαίρως, εὐστόχως καὶ διὰ βραχέων φησίν. νῦν γοῦν οὐκ ἐκινήθη πρὶν ὁ Ἀχιλλεὺς αὐτὸν ἐπὶ παντὶ δυσχεραίνων παρώξυνεν. ἐλευθερίως δὲ ἄρχεται, ὡς οὐδὲ πρεσβεύσασθαι πρὸς τὸν τοιοῦτον ἐχθρὸν ἐχρῆν· ἐκείνου δὲ Πατρόκλῳ διαλεχθέντος, καὶ αὐτὸς πρὸς τὸν συμπρεσβευτήν. ἄτοπον δὲ ἦν μετὰ Φοίνικα καὶ Ὀδυσσέα πείθειν· τὸ δὲ μὴ λαλεῖν περισσὴν αὐτῷ τὴν πάροδον ἐποίει.

625. ἴομεν] εὖ τὸ μὴ ἀπὸ δεήσεως ἄρξασθαι, ἀλλ᾿ ἀγανακτοῦντα. πολλὴν δὲ ἐμφαίνει μεγαλοφροσύνην, κελεύων ἀπαλλάσσεσθαι.

626. ἀπαγγεῖλαι δὲ τάχιστα] ὑποκνίζει, μή ποτε πορισάμενοι μηχανὴν σωτηρίας οὐ δεηθῶσιν αὐτοῦ. ἅμα δὲ καὶ τὸ πλῆθος τῶν καραδοκούντων δυσωπεῖ Ἀχιλλέα. ἔοικε δὲ δηλοῦν ὡς ὅτι δευτέρας ἁπάντων δεῖ πρεσβείας. ἢ ἐλέγχει τὸ ἀπηνὲς αὐτοῦ διὰ τοῦ “καὶ οὐκ ἀγαθόν.”

630. σχέτλιος] ἴδιον τῶν θυμουμένων μὴ πρὸς τοὺς μεμφομένους ἀποτείνεσθαι. τὸ δὲ “οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων” [*](9. *μὴ] om. 20. *παντὶ] πάντη 18. εὐκαίρως] *ἐπικαίρως 30. *διὰ τοῦ] om. 19. * γοῦν] τʼ οὗν 33. *τὸ δὲ—ἑταίρων] om. )

416
παρρησίᾳ λέγει, καὶ οὐκ Ἀγαμέμνονος μέμνηται, ἀλλʼ ὡς Φοῖνιξ λέγει (521) “οἵ τε σοὶ αὐτῷ.”

631. ποινήν] ἔθος γὰρ ἦν τοῖς συγγενέσι διδόναι, πρὸς τὸ μὴ πλέον τοῦ ἐνιαυτοῦ φεύγειν. λέγει οὖν, μὴ λαβὼν ἐκεῖνος οὐκ ἐᾷ μόνον ἐνιαυτὸν φεύγειν.

636. σοὶ] ἐντέχνως ἡ μετάβασις ἐκ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτὸν ἐγένετο. χρῆται δὲ παρρησίᾳ ὡς ἀνδρεῖος ἢ ὡς συγ- γενής.

637. εἵνεκα κούρης] ἵνα μὴ διʼ ἀκολασίαν, ἀλλὰ διὰ γέρας μικρὸν δοκῇ λυπεῖσθαι. καὶ ὁ μὲν Ἀχιλλεὺς εἰς γυναῖκα ἠδικῆσθαι ἔφη, οὗτος δὲ κούρην αὐτήν φησι, διασύρων αὐτοῦ τὴν πρόφασιν. καλῶς δὲ ταῦτα μετὰ τὴν πέψιν τοῦ θυμοῦ.

639. ἵλαον] μεγαλοφυῶς θωπείας ὁ λόγος μετέχει· θεοποιεῖ γὰρ αὐτὸν διὰ τοῦ ἵλαον.

640. αἴδεσσαι δὲ μέλαθρον] ἀξιολόγῳ ὀνόματι ἱκετεύει· τὸ γὰρ αἴδεσσαι μέλαθρον τοὺς πρόσφυγας τῆς ἑστίας λέγει, αἴδεσσαι. τὸ δὲ ὁμοτράπεζον καὶ ὁμόστεγον προτείνας καὶ πολέμιον ἂν ἐκίνη- σεν, ὡς καὶ τοῦ οἴκου συμπρεσβεύοντος.

641. ἐκ τοῦ πλήθους φήσας τοὺς εὐνουστάτους καὶ συγγενικω- τάτους ἥκειν πολλὰ διʼ ὀλίγων ἐσήμανεν, ὑπεροψίας ἐπιτίμησιν, μετριότητος ὑπόμνησιν, αἰδῶ τῶν ἀνθρωπίνων παθῶν, ἔλεον ἱκεσίας, ἐντροπὴν συγγενείας, καὶ οἷος ἂν ἔοι ἀνὴρ, ἀρετῇ μὲν ἴσος, ἀνθρω- πισμῷ δὲ βελτίων, λόγῳ δὲ σύμβουλος, συγγενὴς δὲ γενναῖος, ὥστε μηδʼ ὁτιοῦν ἀντειπεῖν Ἀχιλλέα.

646. ὁμολογεῖ θυμῷ κρατεῖσθαι διὰ τὸ δεινὸν τῆς ῥητορικῆς ἢ σύντομον. ὅτι δὲ ἰσχυρὸς ὁ λόγος δηλοῖ τὸ “οὐ γὰρ πρὶν πολέ- μοιο.”

647. μνήσομαι] πάλιν τῆς ἐξ Ἀγαμέμνονος ὕβρεως μέμνηται, δεικνὺς ὡς βούλεται μὲν εἴκειν, τὸ δὲ μέγεθος αὐτῆς οὐκ ἐπι- τρέπει.

ἀσύφηλον] ἀντὶ τοῦ ἀσυφήλως· δηλοῖ δὲ τὸ μετὰ παραλογισμοῦ βλάπτειν.

[*](1. * λέγει] om. alibi lectum neque aptum huic 6. *αὐτοῦ] αὐτὸν loco 9. *διʼ (διὰ plene in cod. Lips.) 16. *λέγει] om. ἀκολασίαν] Mire in B διὰ νεκρο- 23. δὲ σύμβουλος] *καὶ συμβουλῇ κτασίαν, quod vocabulum neque )
417

649. ἀλλʼ ὑμεῖς ἔρχεσθε] ἔχει τινὰ ἐλπίδα. νῦν γὰρ, φησὶν. ἀποπρεσβεύσασθε· ὕστερον δὲ ταῦτα ποιήσω. σκληρὸν δὲ ἦν τὸ μετὰ τῆς προθέσεως εἰπεῖν ἀπέρχεσθε.