Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

363. ἤματί κεν τριτάτῳ] ἐμπείρως τοῦτό φησι· τοσοῦτος γάρ ἐστιν ὁ ἀπὸ Ἑλλησπόντου εἰς τὴν Φθίαν ἀπόπλους τοῖς ἀνέμῳ χρωμένοις οὐρίῳ.

364. ἔστι δέ μοι μάλα πολλὰ] ἀντίθεσιν ποιεῖται τῶν δώρων Ἀγαμέμνονος, ὅτι μοι, φησὶν, οὐ χρεία αὐτῶν ἔχοντι πολλὰ, τοῦτο μὲν τὰ τοῦ Πηλέως, τοῦτο δὲ ἅπερ ἐκ τῶν Τρωϊκῶν λαφύρων ἐδέξατο. τὸ δὲ ἔρρων φησὶ δυσαρεστῶν τῇ στρατείᾳ.

365. ἄλλον δʼ ἐνθένδε χρυσόν] ταῦτα ἀντιτίθησι πρὸς τὸ “νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω” (279) καὶ πρὸς τὸ “Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν” (281).

366. πολιόν] ἢ τὸν τίμιον διὰ τὰς γεωργίας, ἢ τὸν πολιτικὸν διὰ τὰ ὅπλα, ἢ τὸν μέλανα κατὰ ἀντίφρασιν.

367. ἅσσʼ ἔλαχόν γε] ἔλαχον, φησὶν, ὁμοίως τῷ ψιλῷ πλήθει. λέγει γοῦν “τῶν δʼ ἄλλων ἅ μοί εἰσι·” ταῦτα γὰρ οὐκ εἰλήφει παρὰ τοῦ Ἀγαμέμνονος· τὸ γὰρ γέρας ἐξαίρετον καὶ τοῦ διδόντος ἦν. διὰ τοῦτο γοῦν κἀκεῖνος, ὡς ἐξὸν ὃ ἔδωκε λαβεῖν, ἀφαιρεῖται. πάλιν δὲ τὸ κυμάζον πάθος εἵλκυσεν αὐτοῦ τὴν μνήμην ἐπὶ τὸν Ἀγαμέμνονα. δεινοποιῶν δὲ τὴν ὕβριν Ἀγαμέμνονος φησὶ τὸ ὥσπερ ἔδωκεν, ἐκεῖ δὲ ἐπανιστὰς τὸ πλῆθος “δόσαν δέ μοι υἷες Ἀχαιῶν.”

369. τῷ πάντʼ ἀγορευέμεν] πιθανῶς, ἵνα μὴ τὸν Ἀγαμέμνονα εὐφράνωσιν ἀφελόντες τι τῶν τραχύτερον εἰρημένων, αὐτὸν δὲ ταπει- νὸν ἀποφήνωσι, πραότερον τῆς ἀπειλῆς ἀποπρεσβεύσαντες. ἔστι δὲ καὶ χαρακτηριστικὸν τῶν ὀργιζομένων τὸ ἀξιοῦν αὐτὰς τὰς φωνὰς [*](9. αὐτῶν] *αὐτοῦ 27. κυμάζον] Inusitata verbi 17. * στρατείᾳ] στρατιᾷ forma pro κυμαῖνον. 21. γεωργίας] * γερωσίας 29. * ἐπανιστάς] ἐπανιστᾷ)

395
διακομίζειν τοῖς ἐχθροῖς καὶ τὸ ἐπὶ πολλῶν ταῦτα λέγειν· οὐ γὰρ μόνον τὸ κακόν τι τὸν ἐχθρὸν εἰπεῖν τοῖς ὀργιζομένοις ἡδὺ, ἀλλὰ καὶ τὸ παρόντων πολλῶν μαρτύρων. ἴσως δὲ καὶ τῆς παρὰ τοῖς Ἕλλησιν αἰτίας ἀπολυθῆναι θέλει, ἵνα μὴ αὐτῷ δυσχεραίνωσιν ὡς τὴν συμ- μαχίαν ἐγκαταλιπόντι, ἀλλὰ τῷ τῶν Δαναῶν τὸν ἄριστον ἀτιμάσαντι. ἅμα δὲ καὶ ὡς δίκαια λέγων ἐπὶ πλειόνων αὐτὰ βούλεται ἐξετά- ζεσθαι.

371. ἐξαπατήσειν] εἴ γε οἴεται, φησὶ, περὶ ἐμοῦ λέγων ἀπατήσειν τοὺς Ἀχαιούς· ἐμὲ γὰρ οὐ πείθειν, ἀλλʼ οὐδὲ ὁρᾶν δυνήσεται, καίπερ ὢν ἀναιδὴς, διὰ τὴν συνείδησιν τῶν μεγίστων ἀδικημάτων. ταῦτα δὲ καθʼ ἑαυτὸν νοητέον λέγειν, ἵνʼ ᾖ κομματικὴ ἡ ἀπαγγελία, τὸν θυμούμενον δηλοῦσα.

375. ἐκ γὰρ δή] ἐμφαντικώτεροι γίνονται οἱ λόγοι θᾶττον διακο- πτόμενοι· ἐν γοῦν τέτρασι στίχοις ὀκτώ εἰσιν αὐτοτελεῖς λόγοι καὶ τοσαῦται αἱ στιγμαὶ, ἀπὸ τοῦ ἐκ γὰρ δή με ἕως τοῦ ἐν καρὸς αἴσῃ. τὸ δὲ ἐξῆς, οὐ συμφράσομαι αὐτῷ οὐδʼ ἀπατήσει με, οὐδὲ ἐάν μοι δεκάκις τόσα δοίη. οὐ μόνον δὲ τὰ πολεμικὰ ἤσκητο ὁ Ἀχιλλεὺς, ἀλλὰ καὶ βουλεύειν ἄριστος ἦν· καὶ γὰρ καὶ διδάσκαλον ἔπεμψεν ἅμα αὐτῷ ὁ πατήρ “μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων” (443).

376. ἐξαπάφοιτʼ] ἀπὸ τῶν ταῖς ἁφαῖς φιλοφρονουμένων. εὐηθείας γάρ ἐστι τὸ ἅπαξ ἀπατηθῆναι ὑπὸ φίλου, τὸ δὲ δὶς μωρίας. ὅρα δὲ ὡς ἐπιμένει πάλιν τῇ ἀφαιρέσει.

377. ἐρρέτω] ἱκανὴν οἴεται τιμωρίαν παρὰ τοῦ ἐχθροῦ λαμβάνειν τὸ ἀπαλλάσσεσθαι τῆς φιλίας αὐτοῦ, ὡς εἰώθαμεν λέγειν ἑαυτὸν ἐχέτω.

378. *Πορφυρίου. ἐν καρὸς αἴσῃ] ἀπὸ τῶν Καρῶν, οὓς ἀεὶ λοι- δορεῖ ὁ ποιητὴς, οἷον ἐν μοίρᾳ Καρὸς, οἱονεὶ δούλου. τὸ καρός Ἀλκαῖος μὲν ὁ ἐπιγραμματοποιὸς ἐγκέφαλον ἤκουσεν (Anth. Pal. 9, 519), ἀπὸ τοῦ ἐν τῷ κάρᾳ εἶναι· τὰ γὰρ παλαιὰ τῶν γραϊδίων ἀπορρίπτει τὸν ἐγκέφαλον. λέγει οὖν τὸ τίω δέ μιν ἐν καρὸς αἴσῃ, τουτέστι τιμῶμαι αὐτὸν ἐν ᾗ μοίρᾳ αἱ γυναῖκες τὸν ἐγκέφαλον. Ἀρχίλοχος δὲ, τιμῶμαι αὐτὸν ἐν μισθοφόρου καὶ τοῦ τυχόντος στρατιώτου [*](2. *τὸν ἐχθρὸν] τῷ ἐχθρῷ *λόγοι—αί] om. 14. τέτρασι] * τέσσαρσι 15. * ἐν καρὸς] om. *στίχοις] στιχίοις 18. *καὶ γὰρ] κοὶ γοῦν ἀκτὼ] * ἐφεξῆς ὀκτώ)

396
μοίρᾳ. Λυσανίας δὲ ὁ Κυρηναῖος καὶ Ἀριστοφάνης καὶ Ἀρίσταρχος ἐν κηρὸς μοίρᾳ φασὶ λέγειν τὸν ποιητὴν, Δωρικῶς μεταβαλόντα τὸ η εἰς α. Νέσσος δὲ ὁ Χῖος καὶ τὸ α μηκύνει, οὐδὲν φροντίσας τοῦ μέτρου. Ἡρακλείδης δέ φησιν ὅτι τὰ ἐκ τοῦ η εἰς βραχὺ α μετα- γόμενα Ἰωνικά ἐστιν, ἀλλʼ οὐ Δωριέων συστολαί· ἀντιφράζει μέντοι ὁ ποιητὴς τῷ ἐν καρὸς αἴσῃ τὸ “εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον” (300) καὶ “ἶσον γάρ σφιν ἀπήχθετο κηρὶ μελαίνῃ” (Il. 3, 454)· καὶ ὁ αὐτὸς Ἀχιλλεὺς “ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀϊδαο πύλῃσιν” (312).

ὅμοιόν ἐστι τῷ “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.” πρὸς τὸ δεύτερον δὲ κεφάλαιον, τὴν τοῦ Πηλέως παραί- νεσιν, μηδὲν ἀντειπεῖν ἔχων, παρῆκεν αὐτὸ ἀμνημόνευτον.

379. δεκάκις τε καὶ εἰκοσάκις] πλείσταις ὑπερβολαῖς λόγων εἰώθασιν οἱ ὀργιζόμενοι χρῆσθαι. ἵνα δὲ μὴ ὑπόνοιαν δῷ ὡς πλειόνων ὀρεγόμενος, ἢ ὅτι δώροις αὐτὸν πείσουσιν, ἀπεριορίστῳ ἀριθμῷ δώρων ἐχρήσατο καὶ οὐδὲ οὕτως πεισθήσεσθαι ἐπαγγέλλεται.

381. δύο πόλεις συνήγαγεν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κομώσας πλούτῳ, καὶ οὐδὲ ταύταις ἠρκέσθη, ἀλλὰ καὶ ἐπὶ τὸν ἀόριστον ἀριθμὸν ψάμμου τε καὶ κόνεως τὴν ὑπερβολὴν ἐποιήσατο τοῦ λόγου, ὡς εἰ ἔλεγεν ὑπὲρ τὰ τῆς οἰκουμένης ἀγαθά. Ὀρχομενὸν δὲ τὴν τῆς Βοιωτίας φησὶν, ὃν Μινύαι κατῴκησαν, πολὺ δὲ τούτῳ παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἑφορος, πλῆρες πολλῶν ἀγαθῶν, ὧν ταῖς ἐκεῖσε τιμωμέναις Χάρισι πέμπουσιν οἱ περίοικοι.

383. * Πορφυρίου. ζητεῖται πότερον τὸ μέγεθος τῆς πόλεως δηλῶ- σαι βούλεται ὡς ἂν ἐχούσης πύλας ἑκατὸν, ἢ τῶν πυλῶν τὸ μέγεθος ὡς ἐκ διακοσίων ἁρμάτων καθʼ ἑκάστην ἅμα εἰσιέναι δυναμένων, ἢ τὸ μέγεθος τῆς δυνάμεως, ὅπερ καὶ βούλεται. εἰ γὰρ διακόσιοι ἄνδρες καθʼ ἑκάστην εἰσίασιν, οἱ διακόσιοι ἐπὶ τὰ ἑκατὸν πολλαπλασια- σθέντες δισμύριοι ἂν εἶεν· καὶ οὐδὲν μέγα εἰ δισμύριοι ἄνδρες οἰκοῦσι τὴν πόλιν. ῥητέον δὲ ὅτι μέγεθος πόλεως δηλοῖ καὶ δυνάμεως μέγεθος, οὐκέτι δὲ πυλῶν· οὐδὲ γὰρ καὶ τὸ ἅμα τοὺς διακοσίους εἰσιέναι δεδήλωκεν, ἀλλὰ μόνον ὅτι καθʼ ἑκάστην ἐξίασι διακόσιοι, οἳ καὶ ἕπεσθαι ἀλλήλοις ἠδύναντο. μέγεθος δὲ τῆς πόλεως δηλοῖ [*](3. Νέσσος scripsi pro Νέσος. 21. *Μινύαι] μηνυῖαι V. Hemst. ad Luciani Contempl. 24. *Πορφυρίου] om. 32. *ἐξίασι] εἰσίασι)

397
τὸ ἑκατόμπυλον, τῆς δὲ δυνάμεως, τῶν ἁρμάτων καὶ ἡνιόχων τοσοῦτον εἶναι πλῆθος· οὐ γὰρ δὴ ἁπλῶς τῶν κατοικούντων τοσοῦτον τίθεται τὸ πλῆθος, ἀλλὰ τῶν ἁρματοφορούντων. ἀμφίβολονδὲ πότερον ἄνδρες σʼ σὺν σ΄ ἅρμασιν ἢ ἄνδρες ρ΄ σὺν ρ΄ ἅρμασιν, ὡς τὸ συναμφότερον εἶναι τοὺς σ΄, τοὺς ἀνθρώπους καὶ τὰ ἅρματα. κἂν σ΄ δὲ ὦσιν ἄνθρωποι, ἀμφίβολον πότερον ἓν ἕκαστος ἔχει ἅρμα, καὶ οὕτως ἔσον- ται σ΄ ὄντων υ΄ ἵπποι· ἢ σ΄ ἄνδρες ἔχουσιν ἅρματα, ἐν ἑκάστῳ ἅρματι ἡνιόχου καὶ παραβάτου ὄντος, ὡς ρ΄ μὲν εἶναι τὰ ἅρματα, ἵππους δὲ σ΄ καὶ ἀνθρώπους σ΄, καὶ ἅρματα μὲν τὰ πάντα μύρια, ἵππους δὲ δισμυρίους· ἐκείνων γὰρ ἅρματα μέν εἰσι σ΄, ἵπποι δὲ τετρακισμύριοι, ἡνίοχοι δὲ δισμύριοι σύμπαντες. ἑκατέρων δὲ ἡ δύναμις μεγάλη φαίνεται, ἢ τετρακισμυρίων ἵππων τρεφομένων ἢ καὶ δισμυρίων. ἦν δὲ τὸ παλαιὸν τὰ Αἰγύπτου βασίλεια, καὶ πολ- λοὺς εἰς αὐτὴν ἀνῆγον φόρους Αἰγύπτιοι Λίβυες Αἰθίοπες καὶ ἄλλα ἔθνη. νῦν δὲ Διόσπολις καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φασι δείκνυσθαι περὶ τὴν Διόσπολιν πολλῶν πυλῶν ἴχνη. ὡς δὲ Κάστωρ ἰστορεῖ, ἡ Διόσπολις ἡ μεγάλη, πρὸ τοῦ ὑπὸ Περσῶν ἀφανισθῆναι, κώμας μὲν εἶχε τρισμυρίας γλ΄, ἀρούρας δὲ γψ΄, ἀνθρώπων δὲ μυριάδας ψ΄, ρ΄ δὲ πύλαις διεκοσμεῖτο. ταύτην ἐτείχισε βασιλεὺς Ὄσιρις. τινὲς δέ φασι τῶν ἱερέων ὅτι ρ΄ εἶχε πύλας, ἐξ ἐκάστης δὲ ὁπλῖται μέν μύριοι, χίλιοι δὲ ἱππεῖς ἐξεστράτευον, ἁρματηλάται δὲ σ΄. Θῆβαι δὲ ὀνομάζονται ὑπὸ Ἑλλήνων ἀπὸ Θήβης τῆς Νείλου θυγατρός· οἱ δὲ Ἐπάφου εἶπον αὐτὴν, οἱ δὲ Πρωτέως τοῦ Ποσειδῶνος, οἱ δὲ Λίβυος τοῦ Ἠπείρου.

οὐ τὸ πλάτος τῶν πυλῶν θέλει σημαίνειν (οὐδὲ γὰρ ἅμα πάντας ἐξιέναι φησίν), ἀλλὰ τὸ μέγεθος τῆς πόλεως καὶ τὸ πλῆθος τῶν ἀνδρῶν, εἴ γε πύλας μὲν ρ΄ ἔχει, ἄνδρας δὲ ἁρματοφόρους δισμυρίους. ἐν ταύτῃ δὲ ἦν πρότερον τὰ βασίλεια τῆς Αἰγύπτου, εἰς ἃ πολλοὺς ἔφερον φόρους Λίβυες, Αἰγύπτιοι, Αἰθίοπες, νῦν δὲ Διόσπολις ὀνομάζεται. εἶχε δὲ κώμας μὲν τρισμυρίας γλ΄, ἀρούρας δὲ ??ψ καὶ πύλας ρ΄, ἀνδρῶν δὲ μυριάδας ψ. ταύτην ἐτείχισεν ὁ βασιλεὺς Ὄσιρις, ἐξ ἑκάστης δὲ πύλης ἐστράτευον ὁπλῖται μὲν [*](13. *τὰ] om. 20.τῶνἱερέων(ίερ Β)]τήν ίερὰνVill. 16. Κάστωρ Wyttenb. ad Tlut. 21. *μἐν] om. Mor. vol. 7 p. 25] Κάτων *ἁρματηλάται δἐ σ΄] om. 18. * ἀρούρας δὲ ??ψ΄] om. 28. *δισμυρίους] ψ μυριάδας )

398
μύριοι, ἱππῆες δὲ χίλιοι, ἁρματηλάται δὲ διακόσιοι. Θήβη δὲ ὠνόμαστο ὑπὸ Ἑλλήνων, ὑπὸ δὲ Περσῶν ὕστερον ἐπορθήθη.

385. οὐδὲ ἐπὶ τῶν προειρημένων ἔστησε τὸ τίμημα τῆς ὕβρεως. καλῶς δὲ ἀμφότερα συμπεριέλαβε τῷ λόγῳ, τήν τε θαλαττίαν καὶ πεδιάδα.

387. πρίν γʼ ἀπὸ πᾶσαν] ἡρέμα ὑπώλισθεν εἰς τὸ ἀληθὲς, καὶ ἐκκόψας τὴν ἐλπίδα πάλιν αὐτοῖς ὥρισε πρόστιμον τὴν τοῦ ἐχθροῦ ποινήν.

388. τοῦτο ἐδόκει ὀχυρὸν ἔχειν ὡς ἀξιῶν γαμβρεύσειν αὐτῷ. τοῦτον δὲ πλεῖον λυπεῖ τὸ εὐτελίζεσθαι τὸν τῆς Βρισηΐδος γάμον.

389. οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ] μεγίστῃ χρῆται τῇ ὑπερβολῇ. δύο δὲ οἶδεν ἀρετὰς γυναικὸς, κάλλος καὶ ἔργα φρονήσεως· ἀνδρὸς δὲ “μύθων τε ῥητῆρʼ εἶναι πρηκτῆρά τε ἔργων” (443).

392. ὅστις οἷ] ὅστις ἄξιος, φησὶν, αὐτοῦ ἐστὶν, καὶ ὅστις ἐμοῦ ἢ πάντων ἀνθρώπων βασιλεύτερός ἐστιν· ἔλεγε γὰρ (160) “καί μοι ὑποστήτω, ὅσον βασιλεύτερός εἰμι” διδάσκει δὲ ὡς οὐδὲν ὀνίνησι τυραννὶς ἐπὶ γνώμῃ ἀδίκῳ.

394. Πηλεύς θήν μοι] φιλοπάτορα καὶ σώφρονα ἑαυτὸν ἀποδεί- κνυσι, κἀκεῖνον κρείττονα γάμον ὃν ἂν ὁ πατὴρ ἕλοιτο.