Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

247. καλῶς τὸ ὀψέ· εἰ γὰρ καὶ δύο γεγόνασι τῆς μάχης ἡμέ- ραι, ἀλλʼ οὖν γε τοῖς κεκακωμένοις ὁ τῆς δυστυχίας χρόνος, κἂν ἐπʼ ὀλίγον γένηται, πολὺς εἶναι δοκεῖ. καὶ ἡ τοῦ χρόνου δὲ αὔξησις ἔνδειξίς ἐστιν ὡς ἱκανῶς ἐποινήθησαν Ἕλληνες. τάχα δὲ καὶ τοιοῦτός ἐστιν ὁ λόγος· εἰ μέλλεις ποτὲ ἀμύνειν, νῦν ἄμυνον. συνάδει δὲ καὶ τὸ ἑξῆς, ὅτι εἰ μὴ νῦν ἐπαμύνῃ, οὐχ εὑρήσεις οὐδαμοῦ τὴν τοῦ κακοῦ ἴασιν.

υἷας Ἀχαιῶν] οὐκ Ἀγαμέμνονά φησι· τοῦτο γὰρ κατακρύπτει διὰ τὸ μὴ αἴφνης παροξῦναι αὐτόν.

249, 250. οὐδέ τι μῆχος] οὐδεμία ἔσται μηχανὴ τοῦ κακοῦ πραχθέντος θεραπείαν εὑρεῖν. πρὸς τὸ παρὸν δὲ ἡ γνώμη· τινὰ γὰρ τῶν κακῶν ἰάσεως τυγχάνει.

249. τὸ “οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω” ἐντέχνως αὐτῷ προβάλλεται· τοῦτο γὰρ περὶ Ἀγαμέμνονος ἔλεγε τοῖς κήρυξιν (Il. 1, 343). ἐφʼ ἕτερον δὲ κεφάλαιον ἔρχεται, ὡς καὶ αὐτῷ συμ- φέρον καὶ ὠφέλιμον τὸ μὴ παριδεῖν τὸν νῦν καιρόν. τὸ δὲ οὐδέ τι μῆχος ἔσται, οὐδεμία ἔσται μηχανὴ ῥεχθέντος τοῦ κακοῦ τούτου· καὶ νηῶν ἐμπρησθεισῶν οὐκ ἔστι μηχανὴν εὑρεῖν· καὶ “ἀμηχανίη δʼ ἔχε θυμόν” (Od. 9, 295).

252. ἦ μὲν σοί γε πατὴρ] τοῦτο δεύτερον κεφάλαιον, εἰς ἐπιεί- [*](4. *λύσσα] λυσσαῖ 9. *ἐπὶ τῶν] ἐκ τῶν 7. *ἐρεθισμὸς δὲ] ἐρεθισμός τε 15. * κἂν] καὶ εἰ 8. *δὲ] δέ φησι 19. *εὑρήσεις] εὑρήσε)

389
κειαν καὶ πραότητα προκαλούμενον. τὸ δὲ στασιαστικὸν θέλων ὀνειδίζειν οὕτε τοῖς ῥήμασιν ἀνακεκαλυμμένως χρῆται οὕτε ἐξ ἰδίου προσώπου τὴν ἐπιτίμησιν ποιεῖ, ἀλλʼ ἐν ἠθοποιίᾳ ἐξ ἀπόντων προσώ- πων ταύτην εἰσήγαγεν. ἔστιν οὖν ἀνεπαχθὴς ὡς οὐκ ἰδίας ὑποθήκας εἰσάγων, ἀλλʼ ὑπομιμνήσκων τοῦ πατρός. καὶ ὁ Νέστωρ ὁμοίως πρὸς Πάτροκλον (Il. 11, 785).

253. Ἀγαμέμνονι] ὡσανεὶ δευτέρῳ πατρί. ἐντέχνως οὖν οὐκ εἶπε σὺν Ἀγαμέμνονι.

254. συνετῶν τὸ τὰς φύσεις τῶν υἱῶν καταμαθόντας πρὸς ταύ- τας ἁρμόττεσθαι τοὺς λόγους, ὡς καὶ ὁ Πηλεὺς εἰδὼς Ἀχιλλέα ἀνδρεῖον μὲν, ὀργίλον δὲ καὶ πλήρη φιλοτιμίας, παραινεῖ αὐτῷ ἀποθέσθαι τὸ τοῦ ἤθους φιλόνεικον, ὡς ἐκ τούτου μάλιστα τευξόμενον τιμῆς ἧς ὀρεγόμενον αὐτὸν ἑώρα. ἔστι δὲ πιστὸς ὡς πατὴρ καὶ ἐν πολέμοις πολλάκις εὐδοκιμήσας.

255. αἴ κʼ ἐθέλωσι] εὖ τὸ ἐθέλωσι· δηλοῖ γὰρ ὡς οὐ δώσουσιν, εἰ ἀνάξιος ὅλος ὀφθείη τῆς δωρεᾶς.

257. ἔριδος κακομηχάνου] πρὸς τὴν ἀγαθὴν διέστειλεν, ἐπείπερ οἱ ἐρίζοντες κακὰ τοῖς πλησίον μηχανῶνται. δείκνυσι δὲ ὅτι οὐ τοσοῦτον ὀνίνησιν ἰσχὺς, ὅσον ἡ πρὸς τοὺς φίλους ἔρις βλάπτει.

258. ἠμὲν νέοι ἠδὲ γέροντες] εἰ μὴ ὑποθήκη πατρὸς ἦν τὸ λεγό- μενον, κἂν ἠρέθισεν Ἀχιλλέα, ὑποσημαίνων ὡς ἀσχημονεῖ νῦν καὶ παρὰ νέοις καὶ παρὰ γέρουσιν.

259. λήθεαι] πράως καθήψατο, οὐκ ἀμελεῖν αὐτὸν φήσας, ἀλλʼ ἐπιλελῆσθαι. ὄνομα οὖν ἐξελέξατο συγγνώμης ἄξιον.

ἀλλʼ ἔτι καὶ νῦν] καλῶς τὸ νῦν, ἵνα καὶ τὸν ἱκέτην παραδηλώσῃ. ἅμα δὲ ὑποφαίνει ὡς οὗτος αὐτῷ νῦν ὑποτάττεται ᾧ ὁ πατὴρ αὐτὸν ὑπέταξεν· μετὰ δὲ τοὺς τοῦ πατρὸς λόγους, πεπάνας αὐτὸν, προσ- φέρει τὰ δῶρα· αἰσχροκερδὲς γὰρ ἦν τὸ ἀπʼ ἀρχῆς. τρίτον δὲ κεφάλαιόν ἐστι τὸ περὶ τῶν δώρων.

262. εἰ δὲ] ἄγε σύ. δυσχεραίνοντος δὲ αὐτοῦ πρὸς τὸ ὄνομα τῶν δωρεῶν δεῖται ἀκουσθῆναι. ἢ τάχα ἔμφασις τοῦ πλήθους τῶν δοθη- σομένων ἐστίν.

265. *Πορφυρίου. τί βούλεται τὸ αἴθωνας δὲ λέβητας ἐείκοσιν; καὶ οἱ αὐτοὶ τοῖς ἀπύροις, ὅπαν εἴπῃ ἄπυρον λέβητα [*](1. * στασιαστικὸν] στάσιμον 23 et 26. *αὐτὸν] om. 3. *ἐπιτίμησιν] ἐπιστήμην 33. *Πορφυρίου] om.)

390
(Il. 23, 885). φημὶ οὖν ὅτι τῶν τριπόδων καὶ τῶν λεβήτων οἱ μὲν ἦσαν εἰς ὑπηρεσίαν τοῦ πυρὸς ἐπιτήδειοι, οἱ δὲ ἀργοὶ καὶ εἰς θέαν καὶ τὴν διὰ τῆς ὄψεως τέρψιν εἰργασμένοι. διακρίνει δὲ τοῖς ἐπι- θέτοις ἀπʼ ἀλλήλων, τοὺς μὲν λέγων αἴθωνας καὶ ἐμπυριβήτας, τοὺς δʼ ἀπύρους καὶ ἀνθεμόεντας, τοὺς ἕνεκα κόσμου μόνον εἰργασμέ- νους.

300. εἰ δέ τοι Ἀτρείδης] τέταρτον κεφάλαιον δεητικὸν ὑπὲρ τῶν Ἑλλήνων. ὑποφορᾷ δὲ χρῆται, προλαμβάνων αὐτοῦ τὴν ἀντίρρησιν, καὶ τῇ Ἀγαμέμνονος ἔχθρᾳ ἀντιτίθησι τὸν ἁπάντων ἔλεον, καὶ μόνον οὐχὶ πᾶσαν ἱκετεύουσαν παράγει Ελλάδα. ἐπὶ τὴν δευτέραν δὲ μεταβέβηκε στάσιν, καὶ πανταχόθεν πείθειν πειρᾶται, ὑποσχέσει, δεήσει, ὠφελίμῳ, ἐλέῳ. εἰς δύο δὲ μερίζει τὴν ἱκετείαν, εἰς Ἀγα- μέμνονα καὶ Ἕλληνας.

303. τρία ποιεῖ, τῷ μὲν καλῷ τῆς ἐπικουρίας τὸ φιλότιμον συνάπτει. ἀντὶ δὲ τῆς κατὰ τοῦ ἀδικήσαντος ὀργῆς τὴν τῶν ἀτυ- χούντων ἱκετείαν οἰκτίζεται. τὸ δὲ ἀνθέλκον τοῦ θυμοῦ ἐπιρρεπὲς ποιεῖ φθόνῳ τῶν περὶ τοὺς ἐχθροὺς εὐτυχημάτων.

304. νῦν] ὡς πρώην αὐτοῦ πτώσσοντος ἐν τῷ τείχει, ὥστε, φησὶ, μὴ ἀπολέσῃς τὸν καιρὸν ἐν ᾧ μεγάλα δυνήσῃ ἐπιδείξασθαι κατὰ τῶν πολεμίων.

309. τὸν Ἀχιλλέα παραδίδωσι φιλότιμον, ἁπλοῦν, φιλαλήθη, βαρύθυμον, εἴρωνα. καὶ ὅσα μὲν φθέγγεται συνετὰ, ταῦτα αὐτῷ ἡ παιδεία δέδωκεν, ὅσα δὲ αὐθάδη καὶ μεγαλόφρονα, ταῦτα ὑπὸ τῆς φύσεως λέγειν προάγεται.

γυμνός ἐστιν ὑπὸ τῆς ὀργῆς, καὶ περιπλοκὰς οὐκ οἶδε λόγων. ἔδει γὰρ δικαιολογεῖσθαι, εἶθ᾿ οὕτω τὴν ἀπόφασιν εἰπεῖν. ὁ δὲ τοὐναντίον ποιεῖ· ἔστι γὰρ θυμὸς μεστὸς ἀκοσμήτου παρρησίας. τοσοῦτον δὲ ἀπέχει πειθοῦς, ὅτι καὶ τῶν ἄλλων προαναστέλλει τοὺς λόγους “ὡς μή μοι τρύζητε παρήμενοι.” πάντες δὲ οἱ παρὰ θυμὸν ἀπειλοῦντες πίστιν ἐπάγουσι τοῖς ἰδίοις λόγοις, οἱ μὲν λόγῳ, οἱ δὲ διʼ ἀποδείξεων, οἱ δὲ διὰ γνωμῶν, ὃ νῦν ποιεῖ. ἀπηλεγέως δὲ ἀπαγορευτικῶς, διαρρήδην. ἢ συντόμως, ἀπὸ τοῦ λῆξαι, ὅ ἐστι παῦσαι· φιλοσύντομος γὰρ ὁ θυμός. ἢ ἀσυμπαθῶς καὶ ἀπηλγημένως. οἱ γὰρ λυπεῖν ἐθέλοντες τὰς χρηστὰς ἐκκόπτουσιν ἐλπίδας. ὅρα δὲ ὡς [*](26. εἰπεῖν] * ἐπαγαγεῖν)

391
πρὸς μὲν Ὀδυσσέα ἀπιέναι φησὶν, πρὸς Φοίνικα (619) μένειν, μὴ μέντοι πολεμήσειν, πρὸς Αἴαντα (650) πολεμήσειν, ὅταν ἀνάγκη καλῇ.

*τὸ ἀπηλεγέως σημαίνει τὸ ἀφροντίστως· γίνεται γὰρ ἐκ τοῦ ἀπό καὶ τοῦ ἀλέγω τὸ φροντίζω.

311. αὐθαδῶς ἐπισκώπτει τὴν ἐπιτέχνησιν τῶν λόγων Ὀδυσσέως, καὶ Φοίνικα προανακόπτει, ὃν ὑποπτεύει παρακεκλῆσθαι ὑπὸ Ἀγα- μέμνονος. τρύζητε δὲ ἤτοι τρύχητε τὴν ἀκοὴν καὶ βαρύνητε.

312. ὁμῶς Ἀΐδαο πύλῃσιν] πλέον πάντων Ἀχιλλεὺς μισεῖ τὸν θάνατον διὰ τὸ ἄπρακτον. τάχα δὲ καὶ ἄλλως χρήσιμόν ἐστι τὸ διαβάλλειν τὸν θάνατον, ἐπεὶ πῶς ἄν τις τοὺς γονέας σέβοι τοὺς τὸ ζῆν αὐτῷ παρασχομένους, εἰ μὴ τὸ ζῆν ἀγαθόν ἐστι καὶ κακὸν ἐκ τῶν ἐναντίων ὁ θάνατος;

315. οὔτʼ ἐμέ γʼ] τὸ ἐλεεινὸν τῶν λόγων Ὀδυσσέως ἐξέκοψε, καὶ τὸ μὲν κεφάλαιον τῆς ἀντιρρήσεώς ἐστι τὸ μὴ πεισθήσεσθαι τοῖς λεγομένοις· ἀλλʼ ἐπεὶ τὸ ἀτιμασθὲν ἀπλήρωτον πρὸς ἀγανάκτησιν, εἰς μῆκος ἐξέλκεται λόγων.

316. οὔτʼ ἄλλους Δαναούς] πρὸς τὸ “εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο, σὺ δʼ ἄλλους περ Ἀχαιούς” (300)· ἀνέτρεψεν οὖν καὶ ταύτην τὴν στάσιν. τάχα δὲ καὶ βουλόμενος εἰπεῖν ὅτι οὐδὲ ὑμεῖς πείσετε οἱ πρέσβεις, εὐπρεπῶς τῷ κοινῷ τῶν Ἑλλήνων ὀνόματι συμπεριέλαβε καὶ αὐτούς. καλῶς δὲ οὐκ εἶπεν οὐκ ἐλεῶ αὐτοὺς, ἀλλʼ οὐ πείσουσί με.