Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

152. διὰ τοῦ οἴ μοι τὸν λόγον ἐκφαυλίζει ὡς ἀνάξιον ὄντα τοῦ λέγοντος. εἰς δὲ τὸ δαΐφρονος στικτέον.

154. ἀλλʼ οὐ πείσονται] πρῶτον μὲν ἄδηλον εἰ ἐρεῖ, ἄλλως τε ὅτι οὐ πείσει· καθάπτεται δὲ τῶν φροντιζόντων τί ἐροῦσιν αὐτοῖς οἱ ἄνθρωποι, τοῦ δὲ πράγματος ὁποῖόν ἐστιν ἀμελούντων.

157. φρονίμως οὔτε ἀντίρρησιν Διομήδους ἀναμένει, οὔτε ψιά. ζεται αὐτὸν φιλότιμον φεύγειν ὄντα ὁμολογεῖν, ἀλλʼ αὐτὸς τρέπει τοὺς ἵππους, ἵνα μηδὲ ἐκ τούτων μειώσῃ Διομήδεα ὁ ποιητής.

[*](15. *μεθελκύσαι οὐδὲ μεταθείη] 26. οἴ μοι] *ὤ μοι μεθελκύση οὐδὲ μεταθήσει 29. ὅτι] *om.)
353

159. χέοντο] ἔμφασιν ἐκίνησεν ἡ μεταφορά. δηλοῖ δὲ ὅτι λίαν ἀπελείποντο, ἐπεὶ πῶς αὐτὸν βλασφημεῖ ὁ Ἕκτωρ λόγοις,

163. ἀντιτέτυξο] διὰ τοῦ ι εἶχον αἱ ἐκδόσεις· ὁ δὲ Ἡρωδιανὸς διὰ τοῦ ε ἐξέθετο. ἔστι δὲ τὸ ὅλον οὕτως, γυναικὸς ἄρα ἴσος ἦσθα.

164. ὅτι μικρόφθαλμος, ὥς φασί τινες, ὁ Διομήδης ἦν, ἢ ὑπόρ- ραιβος, ὃ καὶ ὀνειδίζεται. τὸ δὲ οὐκ εἴξαντος, οὐχ ὑποχωρήσαντος, ἀλλὰ μείναντος, ὅπερ οὐ σὺ, φησὶ, ποιεῖς. ἀναφέρει δὲ τὸν λόγον ἐπὶ τὰ ὑπὸ Ἰδαίου ἀπαγγελθέντα Τρωσίν.

166. λόγον κακὸν καὶ ἀγγελίαν· δώσω γάρ σοὶ, φησὶν, ὑπόμνησιν, ὅταν ἐν ταῖς ναυσὶ κρατήσω σου. ἢ μᾶλλον τὴν δαίμονα ἤτοι τὴν τοῦ θανάτου ψῆφον.

167. διάνδιχα μερμήριξεν] πῶς δύο εἰπὼν τὸν Διομήδην μεριμνῆ- σαι, ἓν ἐπάγει; φαμὲν δὲ ὡς δύο βουλὰς ἐμερίμνησεν εἰς ἓν νευού- σας, ἵππους τε στρέψαι καὶ ἐναντίβιον πολεμῆσαι. ἢ ὡς ὡμολογη- μένον ἀφίησι τὸ ἕν· ἤτοι τὸ ἢ στραφῆναι ἢ μὴ στραφῆναι, ὃ κατέλιπεν.

169. φρένα μὲν τὸ λογιστικὸν, θυμὸν δὲ τὸ θυμοειδές. ἐπεμε- ρίζετο οὖν, φησὶν, ὑπό τε τοῦ νοῦ κωλυόμενος καὶ τοὐναντίον ὑπὸ τοῦ θυμοῦ διεγειρόμενος πρὸς τὴν πρᾶξιν.

171. σῆμα τιθεὶς] ἀντὶ τοῦ σημαίνων. εἰς δὲ τὸ Τρώεσσι στιγμή. τί δὲ ἦν τὸ σῆμα; μάχης ἑτεραλκέα νίκην.

175. γινώσκω δʼ ὅτι μοι] στρατηγικῶς τὴν εὐημερίαν αὐτοῖς δηλοῖ. οἰκειοῦται δὲ αὐτὴν ὑπερηφάνως, καὶ οὐ μετριοφρονεῖ.

178. οὐδενόσωρα] ὑφ᾿ ἓν τὸ οὐδενόσωρα, εἰ καὶ σπάνιος ἡ τοιαύτη σύνθεσις· λέγω δὲ ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνός γενικῆς τελείας. τινὲς δὲ οὐδενὸς φυλακτικά. πιθανὸν δὲ καὶ τοῦ ὑπογύου ἔργου μεμνῆσθαι, τῶν Ἀχαιῶν τὴν πρᾶξιν ἐξευτελίζοντα.

180. ἀλλʼ ὅτε κεν] ἀλαζονεύεται, ὡς οὐ πρὸ μικροῦ σηκασθεὶς ἠΰτε ἄρνες (131).

181. μνημοσύνη τις ἔπειτα] ἀλαζονείαν ἔχει τὸ πρὸ τῆς νίκης τὴν τοῦ πυρὸς διορίζεσθαι χρείαν. ἅμα δὲ καὶ τὸ προνοεῖσθαι στρα- τηγικόν ἐστιν.

185. ἀθετεῖται ὁ στίχος, πρῶτόν γε καὶ διὰ τὸ σύ, εἶτα διὰ τὰ ὀνόματα· Λάμπος γὰρ τῆς Ἠοῦς ἐστὶν ἵππος, Ξάνθος Ἀχιλλέως [*](29. *ἄρνες] ἀρνός (*ἀρνειός))

354
(Il. 19, 400), Πόδαργος Μενελάου, Αἴθη Ἀλγαμέμνονος (Il. 23, 295), ἣν Αἴθωνα νῦν εἶπε, μετατιθεὶς τὸ γένος· οὐδαμοῦ δὲ τεθρίππῳ κέχρηνται ἥρωες, εἰ μὴ ἐν Ὀδυσσείᾳ ἐπὶ παραβολῆς· “ἡ δʼ ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι” (Od. 13, 81). τὸ γὰρ “τέσ- σαρας ἀθλοφόρους ἵππους” (Il. 11, 699) ὑπώπτευται ὡς νόθον· ἢ δύο ἅρματα δηλοῦν βούλεται. “τὸν δὲ ἐλατῆρα ἀφίει ἀκαχήμενον” (Il. 11, 702) τὸν ἐξ ἑκατέρας συνωρίδος. εἴποι δʼ ἄν τις πρὸς τοῦτο ὅτι εἰκὸς, τῶν ἄλλων τεθρίπποις μὴ χρωμένων, τὸν Ἕκτορα θαρσῆσαι τέσσαρας ἵππους ὑποζεῦξαι πρὸς κατάπληξιν τῶν πολεμίων· ἀπόγονος γάρ ἐστι Τρωὸς, ᾧ Ζεὺς ὑπὲρ Γανυμήδους ἔδωκεν ἵππους, καὶ φιλότιμός ἐστι περὶ ἱππικήν· οἶδε γὰρ ἵππος ἀγαθὸς πρὸς ἱππικὴν ἐγείρειν, ὡς καὶ πρὸς πόλεμον διάφορα ὅπλα καὶ θηρευτικὴ κύων καλῶς ἰχνηλατῶν ἐπὶ τὸ κυνηγέσιον. διὸ καὶ τὸν Ἕκτορα θρασὺν ἡνίοχόν φησιν Ὅμηρος, καὶ οὐ μόνον τοῦτον θρασὺν, ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ Ἀρχεπτόλεμον· οὐ τοῦ τυχόντος γὰρ ἦν τὸ τέτρωρον ἡνιοχεῖν. φασὶ δὲ, εἰ τέτρωρον ἦν, πῶς ὡς πρὸς δυϊκὸν ἀποτείνεται καί φησι “ νῦν μοι τὴν κομιδὴν ἀποτίνετον” καὶ “ἐφομαρτεῖτον καὶ σπεύδετον;” ῥητέον δὲ καὶ πρὸς τοῦτο ὅτι οὐ πρὸς ἕκαστον ἵππον λέγει, ἀλλὰ πρὸς τὰ ἐξ αὐτῶν συστήματα· δύο γὰρ ζύγιοι ἦσαν καὶ δύο παρήοροι. τοὺς μὲν οὖν ζυγίους ἀνθʼ ἑνὸς, τοὺς δὲ παρηόρους ἀνθʼ ἑτέρου λαμβάνει. ὅμοιον δέ ἐστι τῷ “τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο” (67)· πρὸς ἑκατέραν γὰρ κἀκεῖνο στρατιάν· καὶ τῷ “τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις, μήπως ὡς ἀψῖσι λίνου ἁλόντε” (Il. 5, 485)· πρὸς γὰρ τὸν Ἕκτορα καὶ τοὺς Τρῶας. τρισὶ δὲ ἵπποις ἐχρῶντο οἱ ἥρωες, ἵνα τρωθέντος ἑνὸς τῶν ζυγίων εἰς τὴν τούτου χώραν ὁ παρήορος ἄγηται. οἱ δὲ Ὁμηρικοὶ θεοὶ συνωρίσι χρῶνται, ἐπεὶ τιτρωσκόμενοι οὐχ ὁρῶνται. ὁ δὲ Ἕκτωρ ἐτόλμησε προσθεῖναι τὸν τέταρτον ἅμα μὲν διὰ τὰ προειρημένα, ἅμα δὲ καὶ τῶν δυοῖν ἵππων ὑφορώμενος τὴν τρῶσιν. καθʼ ἑκάστην δὲ κλητικὴν βραχεῖα διαστολή. οὑκ ἐῶσι δὲ οἱ σύν- δεσμοι, ὥς τινες, δύο εἶναι κύρια καὶ δύο ἐπίθετα ὀνόματα.

187. Ἀνδρομάχη] οἰκονομικὴ γὰρ ἦν, καὶ εἰς σωτηρίαν τοῦ ἀνδρὸς ἐπισπεύδουσα, εἴ γε καὶ τὰ ὅπλα αὐτοῦ δέχεται, ὡς δηλοῖ ὁ Ζεύς “ὅ οἱ οὔτι μάχης ἐκνοστήσαντι δέξεται Ἀνδρομάχη κλυτὰ [*](2. *Αἴθωνα] αἴθονα 16. τέτρωρον] τέτρρον bis, quod 7. *τὸν] om. pro τετράωρον accepit ViIl.)

355
τεύχεα” (Il. 17, 207). ὡς γυνὴ δὲ παρὰ φύσιν τὸν πυρὸν αὐτοῖς παραβάλλει· καὶ αἱ Διομήδους δὲ ἵπποι μελιηδέα πυρὸν ἔδουσιν (Il. 10, 569). παρὰ προτέροις δὲ διὰ τὸ μὴ ἐπιλαθέσθαι αὐτῶν· ἄλογον γὰρ ὂν τὸ ζῷον ἀφ᾿ ἑαυτοῦ τροφὴν οὐκ αἰτεῖ. ἀθετεῖται δὲ τὸ “οἶνον τʼ ἐγκεράσασα,” ὅτι οὐ σύνηθες οἶνον πίνειν ἵππους, καὶ διὰ τὸ “ὅτε θυμὸς ἀνώγοι·” ψυχρὸν γὰρ καὶ τοῦτο ἐπὶ ἵππων. ἔστιν οὖν ὑπερβατόν· ὑμῖν προτέροις πυρὸν παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν πυρὸν ἔθηκεν, οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι, ἵνʼ ᾖ τὸ πυρὸν ἔθηκεν ἀπὸ κοινοῦ.

189. * ἐγκεράσασα] εἰς κέρας ἐγχέασα· πρὸ γὰρ τοῦ εὑρεθῆναι τὴν τῶν ποτηρίων χρείαν εἰς κέρας ἔπινον.

192. ἄτοπον νῦν φυσιολογεῖν Ἕκτορα. δηλοῖ δὲ ὅτι τὰ Ἐρευ- θαλίωνος ὅπλα τίμια, καὶ ὅτι εἰ περιέσται τοῦ συνετοῦ καὶ ἀνδρείου, τοὺς λοιποὺς εὐκόλως Ἕλληνας ἕξει.

193. κανόνας] τὰς ῥάβδους αἷς ἐκράτουν τὰς ἀσπίδας· οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν, σὓς ὄχανα ἐκάλουν· ὕστερον γὰρ οὗτοι ἐπενοήθησαν ὑπὸ Καρῶν, ὡς καὶ Ἀνακρέων φησὶ “Καριεργέος ὀχάνοιο” ἐπεὶ οὐδʼ ἐκ πόρπακος εἶχον τὰς ἀσπίδας ἠρτημένας, ἀλλʼ ἐκ τελαμώνων· διὰ τοῦτο πρὸς τὸ κατευθύνειν αὐτὰς ἐχρῶντο κανόσιν, δύο σχήματα ἀποτελοῦντα ἐργασάμενοι.

197. νηῶν ἐπιβησέμεν] καὶ πῶς πρὸ ὀλίγου καῦσαι αὐτὰς ἤθελεν; κωμῳδεῖ διὰ τούτου ὁ ποιητὴς τὸ τῶν βαρβάρων εὐμετάβολον.