Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

289. *πρεσβήϊον] τὸ ὑπὲρ τιμῆς διδόμενον δῶρον.

291. ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι] τοιαύτην, φησὶ, δώσω σοι ἣν ἂν ἀξιώσαις κτᾶσθαι καὶ γαμετήν.

293. τὸ σπεύδειν ἐνταῦθα τὸ κακοπαθεῖν δηλοῖ, ἢ μᾶλλον ἐπείγεσθαι.

296. δεδεγμένος] εἰρωνευόμενος τοῦτό φησιν ἀντὶ τοῦ δεξιούμενος καὶ φιλοφρονούμενος· τοῦτο γὰρ δηλοῖ τὸ δεδεγμένος ἀπὸ τοῦ δέχεσθαι.

299. κύνα διὰ τὸ θρασὺ καὶ πολύλαλον, ὡς καὶ ἀλλαχοῦ.

306. ὅλον ὅλῳ παραβέβληται μηδενὸς ἐλλείποντος. ἔστι δὲ διά- κενος ὁ μήκων· διὸ βαρεῖται. κοινὸν δέ ἐστι τὸ κάρη βάλεν.

307. καρπῷ βριθομένη] λείπει τὸ ἐστίν· ἐκδέχεται δὲ Νικάνωρ τὴν μετοχὴν ἀντὶ ῥήματος. νοτίῃσι δὲ, ὅτι εἰ μὴ ἦν ὑγρὰ, οὐκ ἂν ἐκέκλιτο, ἀλλʼ ἐκέκλαστο.

311. παρέσφηλεν γὰρ Ἀπόλλων] καὶ τὸν Ἕκτορα σώζει, καὶ Τεῦκρον ἐπαινεῖ ὡς μὴ ἀποτυχόντα, ἀλλὰ σφαλέντα· παρέσφηλε δὲ ἢ τὸν Τεῦκρον ἢ τὸ τόξον.

312. μόνους τοὺς Ἕκτορος ἡνιόχους ἐποίησεν ἐν τῷ πολέμῳ τιτρωσκομένους, ἄνω μὲν Ἠνιοπέα, νῦν δὲ Ἀρχεπτόλεμον, μετὰ δὲ ταῦτα Κεβριόνην· θρασὺς γὰρ ἡνίοχός ἐστιν Ἕκτωρ. διδάσκει δὲ ὁ ποιητὴς ὅτι βλάπτει ἡ πρὸς τοὺς θρασεῖς φιλία.

313. ἱέμενον πόλεμονδε] ἐμφαίνει διὰ τούτου ὅτι ἔδρασεν ἄν τι χαλεπὸν, εἰ μὴ ὑπὸ Ἀπόλλωνος μὲν παρεσφάλη, ὑπὸ δὲ Ἕκτορος ἐτρώθη.

[*](2. Ἀπολλωνίῳ] Ἀπολλοδώρῳ logi libri fuerunt duodecim. Valcken. Dissert. p. 124. 18. *ὁ μήκων] ἡ μήκων ἐν τῷ δευτέρῳ τῶν γενῶν] In cod. 23. * ἀποτυχόντα] ἀποφυγόντα Leid. ἐν καταλόγῳ νεῶν : unde 25. μόνους] * ὅτι μόνους (sic Valcken. ἐν β΄ καταλόγου νεῶν. Cata- Townl.))
361

325. ὅθι κληῒς ἀποέργει] περὶ τὸν σύνδεσμον τῆς ὠμοπλάτης ἤτοι τὴν ἀκρωμίαν. καίριον δὲ τοῦτο ὡς πρὸς τοξότην καλεῖ.

328. νάρκησε δὲ χείρ] ποῖος ὦμος βέβληται; δῆλον ὅτι ὁ ἀριστε- ρὸς, διό φησι “τόξον δέ οἱ ἔκπεσε χειρός.” ἄλλως τε τὸν προβεβλη- μένον ὦμον εἰκὸς πεπλῆχθαι, οὐχὶ τὸν συνεσταλμένον ἐν τῷ το- ξεύειν. προδιέλυσε δὲ τὴν ὁρμὴν τοῦ λίθου ἡ κοπεῖσα νευρά.

* Πορφυρίου. ἐν τούτοις τοῖς ἔπεσι τοῖς περὶ τοῦ Τεύκρου εἰρη- μένοις ζητοῦσι ποίαν χεῖρα τέτρωται ὁ Τεῦκρος, καὶ πότερον τὴν νευρὰν ἐπὶ τὸν ὦμον ἕλκει, καθάπερ οἱ Σκύθαι· τοῦτο γὰρ ᾤετο Νεοτέλης, ὅλην βίβλον γράψας περὶ τῆς κατὰ τοὺς ἥρωας τοξείας, καὶ τοὺς μὲν Κρῆτας φάμενος τὴν νευρὰν ἕλκειν ἐπὶ τὸν μαστὸν, τὴν δὲ τάσιν κυκλοτερῆ ποιεῖσθαι, τῶν Σκυθῶν οὐκ ἐπὶ τὸν μαστὸν, ἀλλʼ ἐπὶ τὸν ὦμον ἑλκόντων, μὴ προέχειν τὰ εὐώνυμα μέρη τοξεύοντα τὰ δεξιά. ῥητέον δὲ ὅτι αὐερύοντα οὐ δεῖ συνάπτειν τῷ παρʼ ὦμον, ἀλλὰ στίξαντα ἐν τῷ αὐερύοντα τὸ ἑξῆς λέγειν, παρʼ ὦμον ὅθι κληῒς ἀποέργει αὐχένα τε στῆθός τε· τοῦτο γὰρ τῷ μὲν τὴν νευρὰν ἐπὶ τὸν ὦμον ἕλκειν οὐ συνάδει, τῷ δʼ ἐμφῆναι βουλομένῳ τὴν παρʼ ὦμον πληγὴν, ὅπερ καὶ ποσὶ μάλιστα συνᾴδει· παρὰ γὰρ τὸν ὦμον ἡ κλείς ἐστιν, ἀποδιαιροῦσα τὸ στῆθος ἀπὸ τοῦ αὐχένος. τοῦτο μὲν οἶμαι οὕτως λύεται. φαμὲν δὲ ὅτι παρὰ τὸν ἀριστερὸν ὦμον ὁ λίθος κατηνέχθη. οὐκ ἐκ τῶν προκειμένων δὲ ἐπῶν, ἀλλʼ ἐξ ὦν ἐπάγει, ἔδειξε· “ῥῆξε δέ οἱ νευρὴν, νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, στῆ δὲ γνὺξ ἐριπὼν, τόξον δέ οἱ ἔκπεσε χειρός,” οὐ μὰ Δία τῆς δεξιᾶς, ἀλλὰ τῆς εὐωνύμου. καὶ συνέβη ταύτην ναρκῆσαι κατὰ τὴν πρὸς τὸν ὦμον συνάφειαν, ὅνπερ καὶ πεπληγέναι συνέβαινε. προσεχῆ γὰρ τῇ μὲν δεξιᾶ χειρὶ τὰ δεξιὰ τῶν ὑπὲρ αὐτὴν, τῇ δʼ ἀριστερᾷ ἐν συναφῇ τὰ ἐναντία· καὶ οὐκ ἠδύνατο τῆς κρατούσης τὸ τόξον ἀριστερᾶς χειρὸς ναρκησάσης, καὶ διὰ τοῦτο ἀποβαλούσης τὸ τόξον, μᾶλλον ὁ δεξιὸς ὦμος βεβλῆσθαι, ἀλλʼ οὐχ ὁ τῆς πεπονθυίας ἀριστερᾶς, ἐπεὶ καὶ προβάλλοντες μὲν τὸν ἀριστερὸν ὦμον, συστέλλοντες δὲ εἰς ἑαυτοὺς τὸν δεξιὸν τοξεύουσιν· ἑτοιμότερον δὲ εἰς βολὴν τὸ προβεβλημένον τοῦ κρυπτομένου.

[*](7. * Πορφυρίου] om. ὅλου βίου, ut Vill. v. Schmidt. de 10. ὅλην βίβλον] β΄ quod pro Didymo p. 350. ὅλον βίον accepit ViIl. In schol. 9, 18. συνᾴδει Vill.] συνᾴδειν 90 est ὅλου βί pro ὅλου βιβλίου, non 21. ἀλλʼ addidit Bekkerus )
362

331. περίβη] τὴν προθυμίαν καὶ σπουδὴν αὐτοῦ διὰ τοῦ θέων ἐδήλωσεν, ἐπεὶ οὐ μακρόθεν ἦν, ἀλλʼ ἐγγύς.

335. Ὀλύμπιος] πάλιν ἐπὶ τὸν Δία τὸ τῆς νίκης αἴτιον ἀναφέρει, μὴ θέλων μωμῆσαι Ἕλληνας.

336. οἱ δʼ ἰθὺς τάφροιο] τῇ ταραχῇ τῶν φευγόντων μόνον οὐχὶ καὶ οἱ ἄριστοι τῇ τάφρῳ φεύγοντες ἐνέπεσον.

338. ὡς δʼ ὅτε τίς τε κύων] οὐ δεόντως, φασὶ, τῷ κυνὶ ἓν ζῷον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνὶ, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ ζῴω, τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτεινόμενος θηρὶ ἑνί· φησὶ γὰρ “αἰὲν ἀποκτείνων τὸν ὀπίστατον” (342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παρα- βολὴ οὐ πρὸς ἰσχὺν, ἀλλὰ πρὸς τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί. τὰ δὲ ἄγρια ζῷα φεύγειν εἴωθε τὰ πολλά. διὰ τοῦτο οἱ ὑποχωροῦντες Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται. ἔπειτα καὶ δεόντως τοῖς ἀλκιμωτέροις ζῴοις φεύγουσι παρέβαλε τοὺς Ἕλληνας· προεῖχον γὰρ τῇ ῥώμῃ, καὶ τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς εἴωθε κακο- πραγοῦντας αὐτοὺς θηρσὶν εἰκάζειν.

339. ἅπτηται κατόπισθε] εὖ τὸ ἅπτηται· οὐ γὰρ ἐπιλαμβάνεται, ἐπιπηδᾷ δὲ ὑλακτῶν. εὖ δὲ καὶ τὸ ὄπισθεν· ἀντίος γὰρ οὐ πρόσεισι τῷ θηρίῳ, τὴν ἐμβολὴν αὐτοῦ φοβούμενος. καλῶς δὲ οὐ τῇ πλευρᾷ ἐπίκειται, ἀλλὰ τοῖς γλουτοῖς καὶ τοῖς ἰσχίοις πρὸς τὸ ῥαδίως ἐκκλίνειν τὴν ἐπιστροφὴν τοῦ θηρίου. ἐπιφέρει γοῦν “ἑλισσόμενόν τε δοκεύει.” καὶ ἐν τῇ δυστυχίᾳ δὲ ὑψοῦται τὸ Ἕλληνικόν.

345. ἐρητύοντο μένοντες] οὐ κατὰ τοὺς Τρῶας πεφυζότες ἔμενον ἠΰτε νεβροί (Il. 22, 1)· φιλάλληλον γὰρ καὶ αἰδέσιμον ἀεὶ τὸ Ἑλληνικόν. εὔχονται δὲ θεοῖς καὶ ἀλλήλους παρακαλοῦσιν.

348. ἀμφιπεριστρώφα] οὐ περιττὴ ἡ ἑτέρα πρόθεσις, ἀλλʼ ἐναργῶς δείκνυσι τὴν ἐν ταὐτῷ γινομένην συνεχῆ τοῦ Ἕκτορος συστροφὴν, ζητοῦντος κατὰ ποῖον εἰσελάσει μέρος τοὺς ἑαυτοῦ ἵππους.

349. Ἀρίσταρχος μὲν οἴματά φησιν, οἱ δὲ ἄλλοι ὄμματα· φησὶ γὰρ βλοσυρῶπις· καὶ ἀπὸ τῶν ὀμμάτων δὲ εἴωθε καὶ τοῦ προσώπου [*](13. *πρὸς τάχος] πρὸς om. 15. *οἱ] om.)

363
χαρακτηρίζειν, ὡς τὸ “κυνὸς ὄμματ’ ἔχων” (Il. Ι, 225). Γοργόνος δὲ γράφει Ἀρίσταρχος, κακῶς· οὕτε γὰρ ὁ ποιητὴς οὔτε Ἡσίοδος Γοργών φασιν, ἀλλὰ Γοργώ.