Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

199. σείσατο δʼ εἰνὶ θρόνῳ] γυναικεῖον ἦθος ὑπογράφει διὰ τῆς Ἥρας, ἣ νικᾶται μὲν τῇ ἀπειλῇ Διὸς καὶ κατὰ χώραν μένει, οὐκ ἠρεμεῖ δὲ τὸ σῶμα ὑπὸ τῆς ὀργῆς, καὶ τὸν ὁμότιμον Διὶ Ποσειδῶνα διεγείρει. καὶ νῦν μὲν μέχρι λόγων προέρχεται· ἑξῆς δὲ (218) ἐντίθησιν Ἀγαμέμνονι αὐτῷ ποιπνύσαντι θοῶς ἐγεῖραι Ἀχαιούς· τέλεον δὲ ἡττηθεῖσα ὑπὸ τοῦ θυμοῦ καὶ προσέρχεται.

201. ἠθικῶς αὐτῷ διαλέγεται, καί φησι, τῶν ἄλλων θεῶν ἀμελούν- των τοῦ Ἑλληνικοῦ οὐδὲ σὺ τοὺς Ἕλληνας ἐλεεῖς. παροξύνει δὲ αὐτὸν καὶ διὰ τῶν ἐπιθέτων, ἰσότιμον ἀποφαίνουσα τῷ Διί καὶ ἀξιόμαχον.

203. οἱ δέ τοι εἰς Ἑλίκην] προτρεπτικὸν καὶ τοῦτο πρὸς τὴν βοήθειαν. Ἑλίκη δέ ἐστι τῆς Ἀχαΐας πόλις, ὑπὸ σεισμοῦ ἠφανι- σμένη. Αἰγαὶ δὲ νῆσος πλησίον Εὐβοίας.

[*](25. *Διὶ] διὸς)
356

204. σὺ δέ σφισι βούλεο νίκην] ἠθικῶς καὶ τοῦτο· οἷον εἰ θελή- σειας, δύνασαι καὶ βοηθῆσαι αὐτοῖς· βούλεο οὖν, φησὶν, αὐτοῖς τὴν νίκην.

206. στικτέον εἰς τὸ ἐρυκέμεν. τὸ δὲ ἑξῆς, εὐρύοπα Ζήν (ἀντὶ τοῦ Ζεύς) αὐτοῦ κεν ἀκάχοιτο. οὐ γὰρ εἰκὸς ἐπιβουλεύειν τῷ Διὶ καὶ αὐτὸν κωλῦσαι σπεύδειν τὴν παρʼ αὐτοῦ κολασθεῖσαν πολ- λάκις. ἐμφαίνεται δὲ αὐτῆς καὶ τὸ ἄγαν θρασύ· ὁ γὰρ γυναικεῖος θυμὸς θρασύτερος ὢν τῶν ὑπερεχόντων καταφρονεῖν ἀλόγως ποιεῖ.

207. ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θετέον, ὅτι τὸ πρὸ τῆς ἀποστρόφου σύμφωνον τῷ ἐπιφερομένῳ συνάπτεται φωνήεντι. μετὰ δὲ τὸ ἡ στιγμή· καὶ μεταξὺ γὰρ συλλαβῆς καὶ μετὰ συναλοιφῆς καὶ ἐν ἀρχῇ στίχου πολλάκις ποιητικῶς ἡ στιγμὴ τίθεται.

208. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη] οὐκ ἔφη κοινῶς “τὴν δʼ ἠμείβετ’ ἔπειτα,” ἀλλὰ διὰ τοῦ σχετλιασμοῦ τὸ θράσος αὐτῆς προαναστέλλει.

209. ἁπτοεπές] ἁπτομένη, ἢ ἀάπτους λέγουσα λόγους, ἢ ἀπτόητε· διὸ καὶ “ποῖον τὸν μῦθον ἔειπες” ἀντὶ τοῦ τὸν ποῖον, Ἀττικῶς. ἀναπαύων δὲ ἡμᾶς ἀπὸ τῆς διηγήσεως τῶν Ἑλληνικῶν ἀτυχημάτων τὸν τῶν θεῶν παρεισάγει διάλογον.

210. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι] πῶς οὖν ἐν τῇ περὶ τὰς νῆας μάχῃ ἠναντίωται αὐτὸς τῷ Διί; ὅτι ἐκεῖσε αὐτὸν ὁ πολὺς τῶν Ἑλλήνων ἀνέπεισεν ὄλεθρος.

213. τοῦτο δήλωσίς ἐστι τοῦ συνεληλάσθαι τοὺς Ἕλληνας εἰς τὸ μεταξὺ τῆς τάφρου καὶ τοῦ τείχους στενόν. τὸ δὲ ἑξῆς, ὅσον εἶχε διάστημα ἀπὸ τῶν νεῶν ἡ ἔξω τοῦ τείχους τάφρος, πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀποκλεισθέντων καὶ μὴ δυνηθέντων εἰσδρα- μεῖν ἐν τῷ τείχει, ἀλλὰ μηδὲ τολμήσαντος ἔξω τῆς τάφρου μεῖναί τινος. ἔνιοι δὲ τὰ δύο διαστήματα πεπληρῶσθαί φασι, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ τὸ ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου. τινὲς δὲ οὕτως· ὅσον ἀπέεργεν ἡ τάφρος ἐκ τοῦ πύργου τῶν νεῶν, τουτέστιν ἐκ τοῦ πύργου τοῦ διὰ τὰς ναῦς γενομένου.

217. καί νύ κεν ἔπρησε] εἰς ἄκρον τοὺς κινδύνους εἴωθεν ἐξάγειν, ἀεὶ ἐναγώνιον ποιῶν τὸν ἀκροατὴν, εὐθύς τε τὴν ἴασιν αὐτοῖς ἐπιφέρει.

[*](4. *Ζήν] ξῆνʼ 23. *συνεληλάσθαι] συνηλᾶσθαι ΙΙ. μετὰ συναλοιφῆς Bekkerus] 33. ἀκροατὴν] *ἀκροατὴν τῆ προσ- μεταξὺ συναλιφῆς δοκίᾳ)
357

218.εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ] ἐν καταπλήξει γὰρ ἦσαν ἅπαντες· τοῦτο δὲ ἰάσατο ἡ Ἀγαμέμνονος προτροπή. δεῖ δὲ αὐτουργεῖν ἐν τοῖς δεινοῖς τοὺς ἄρχοντας.

221. πορφύρεον μέγα φᾶρος] κατὰ τὸ σιωπώμενον ἔλαβε τὸ φᾶρος. ἐπισείων δὲ αὐτὸ τῷ παραδόξῳ τοῦ σχήματος ἐπιστρέφειν πειρᾶται τοὺς ἔσω τείχους εἰσελθόντας.

227. διαπρύσιον] διαπορεύσιμον καὶ μέγα καὶ εἰς πάντας ἧκον.

228. εἶδος ἀγητοί] οἱ τὰ μὲν παρὰ τῆς φύσεως εὐποροῦντες, οἰκείᾳ δὲ κακίᾳ ἀμελοῦντες, ὡς καὶ ἀλλαχοῦ “οὐκ ἄρα σοί γε ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν” (Od. 17, 454). δηλοῖ δὲ ὅτι οὐδέν ἐστι κάλλος δίχα δυνάμεως.

229. λεληθότως τῶν προγεγονότων αὐτοὺς ὑπομιμνήσκει. πιθανῶς δὲ συμπεριέλαβε καὶ ἑαυτὸν, ἵνα μὴ ἄντικρυς αὐτοὺς διατρέψῃ.

230. τὸ ὁπότε ἀντὶ τοῦ ποτέ· οἱ δὲ στίζουσιν εἰς τὸ Λήμνῳ, λείποντος τοῦ ἦμεν. δείκνυσι δὲ ὡς αἱ παρὰ κύλικας ὑποσχέσεις ἀβέβαιοι. πρῶτος δὲ Ὅμηρος ἔργαψε στράτευμα μεθύον καὶ μεγα- λορρημονοῦν, ἐν δὲ ἀνάγκαις χρειώδεσι σωφρονοῦν καὶ ἀτυχοῦν.

233. ἄνθʼ] τὸ πλῆρες μᾶλλον ἄντα, ὡς καὶ τῷ Ἡρωδιανῷ ἀρέσκει, οὐχὶ δὲ ἀντί, καθώς Ἀριστάρχῳ ἔδοξεν.

* Πορφυρίου. οὐκ ἔστι τὸ “Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθʼ ἐν πολέμῳ” πρὸς ἑκατὸν καὶ διακοσίους μάχεσθαι ἐν πολέμῳ, ὥς τινες ἀποδεδώκασιν, ἀλλʼ ὡς εἰ ἔλεγεν, ἀντίσταθμοι καὶ ἰσοβαρεῖς ἑκατὸν καὶ διακοσίων ἕκαστος ἠπείλει γενέσθαι ἐν τῷ πολέμῳ. τῇ γὰρ διανοίᾳ ταύτῃ ἀκόλουθον τὸ “νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν Ἕκτορος·” ἀπὸ μὲν γὰρ τῶν ἐν τοῖς ζυγοῖς ἱσταμένων τε καὶ πιπρασκομένων εἴρηται. ἐπὶ μὲν τούτων ἔφασκεν ἕκαστον αὑτὸν λέγειν ἀντίσταθμον εἶναι ἑκατὸν καὶ διακοσίων, ἐπὶ δὲ τοῦ Ἕκτορος “οὐδʼ εἴ κεν σαυτὸν χρυσῷ ἐρύσασθαι Δαρδανίδης Πρίαμος” (Il. 22, 351), οἷον ἴσον χρυσῷ καὶ ἰσόσταθμον χρυσοῦ. τὸ δʼ ἐρύσασθαι ἀντὶ τοῦ στῆσαι.

236. Ζεῦ πάτερ] διὰ τῆς ἀναφωνήσεως ταύτης καὶ ὀνειδίζει καὶ ψυχαγωγεῖ, τὴν αἰτίαν εἰς θεοὺς ἀναφέρων. οἰκειοῦται δὲ τὴν συμ- φορὰν, ὅπως καταιδῇ παρακαλῶν. μέγαν δέ φησιν ὀνειδισμὸν τὸ τοιοῦτον εἶναι, εἰ πάντες ἄξιοι ἑνὸς τοῦ Ἕκτορος οὐκ εἰσὶν, ἀλλʼ ὡς νεβροὶ ἡσσῶνται λέοντος.

[*](20. * Πορφυρίου] om. 29. χρυσοῦ] χρἴ)
358

239. ἔρρων] φθορὰν ὀδυνώμενος, ἀλλʼ οὐ πλοῦν ὀνομάζει τὴν ὁδόν. παιδεύει δὲ ἡμᾶς καὶ ἐπὶ ξένης ὄντας θεῷ προσανέχειν ἀεὶ, ἀφ᾿ οὗ πᾶν τὸ διδόμενον.