Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

171, 172. αἱ πᾶσαι πεπάλασθε, ὅ ἐστι τῷ κλήρῳ ἤτοι τῷ λαχμῷ κινήθητε. ἕκαστος, φησὶ, τῷ ἑαυτοῦ κλήρῳ ἐν λαχήσει κινή- θητε. ἀπὸ τοῦ πάλλω παλάσσω. τὸ δὲ πεπάλαχθε τὸ μολύνθητε δηλοῖ. τὸ δὲ διαμπερές τὸ διηνεκῶς, ἀπὸ πέρατος εἰς πέρας ἐλ- θόντος τοῦ κλήρου, ὅ ἐστι διὰ πάντων. εἶτα ἀπὸ ἄλλης ἀρχῆς, ὃς γὰρ ἂν λάχῃ, καὶ Ελληνας καὶ ἑαυτὸν ὠφελήσει. τινὲς δὲ τελείαν εἰς τὸ λάχῃσι. λέγει δὲ ὅτι κληρώθητε· λάχοι γὰρ ἄν τις. οἱ δὲ στίζουσιν εἰς τὸ πεπάλασθε, εἶτα, ὃς γὰρ ἂν λάχῃ, διηνεκῶς καὶ εἰς πάντα τὸν βίον ὠφελήσει τοὺς Ἕλληνας. ἀνοήτως δὲ, φασὶν, ἐπὶ κλῆρον ἔρχεται· δέον γὰρ ἑλέσθαι τὸν ἄριστον πάντων, ὅπου τοιοῦτος ὁ κίνδυνος ἦν, τὸν δὲ φαυλότατον ἐᾶσαι. τοῦτο δὲ ποιεῖ ὁ Νέστωρ, ἵνα μηδενὸς προκριθέντος ὑβρισθῶσιν οἱ λοιποὶ, τῷ τε πολεμίῳ ἐνδεί- κνυται ὅτι οὐχ ἔνα μόνον οἴεται ἀξιόχρεων εἰς τὴν πρὸς αὐτὸν μάχην, καὶ ἵνα μήτε νικήσας τὸν ἄριστον δοκῇ νενικηκέναι, ἀλλὰ τὸν ὑπὸ κλήρου δεδομένον, μήτε λειφθεὶς ὑπὸ τοῦ ἀρίστου λελεῖφθαι, ἀλλʼ

326
ὑπὸ τοῦ λαχόντος τὸν κλῆρον. ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατής.

175. γράμμασιν ἐσημήναντο. καὶ πῶς ὁ κῆρυξ οὐδὲ οἱ ἄλλοι γνωρίζουσιν; ὅτι ἐθνικὰ ἦν;

177. λαοὶ δʼ ἠρήσαντο] ἡδέα ταῦτα καὶ Ἑλληνικὰ, τὸ ἀγωνιᾶν τοὺς Ἕλληνας περὶ τῆς εὐδοξίας.

179. ἢ Αἴαντα] τάξιν ἡ εὐχὴ ἔχει, τὸν πρῶτον κατʼ ἀλκὴν καὶ τὸν δεύτερον καὶ τὸν τρίτον καταλέγουσα.

181. πάλλεν δὲ — Νέστωρ] ὡς μὴ κακουργηθῆναί τι περὶ τὸν κλῆρον· πιστότατος γὰρ οὗτος ἦν περὶ τῶν ἄλλων.

182. ὃν ἄρʼ ἤθελον αὐτοί] πιθανῶς εἴρηται τοῦτο (εὐχῆς γὰρ τὸ ἔργον ἦν) καὶ κεχαρισμένως τῷ ἀκροατῇ.

184. βαρυντέον τὸ ἐνδέξια· ἐπίρρημα γάρ ἐστιν, ἀντὶ τοῦ ἐνδε- ξίως.

185. οὐ γιγνώσκοντες] οὐχ οἱ αὐτοὶ γὰρ ἤσαν παρὰ πᾶσι τοῖς Ἕλλησι χαρακτῆρες· διάφορα δὲ καὶ τὰ τῶν στοιχείων ὀνόματα. Καλλίστρατος δὲ ὁ Σάμιος ἐπὶ τῶν Πελοποννησιακῶν ταύτην μετή- νεγκε τὴν γραμματικὴν καὶ παρέδωκεν Ἀθηναίοις, ὥς φησιν Ἕφορος. τέως δὲ ἡμῶν ἐξαρτᾷ τὸν νοῦν, οὐκ εὐθὺς ἐπὶ τὸν Αἴαντα φέρων τὸν κλῆρον.

189. γήθησε δὲ θυμῷ] καλῶς οὐκ εἶπεν ἐμειδίασε· τοῦτο γὰρ εἰρωνικὸν ἐπὶ τῶν φίλων ἦν· βάλλει δὲ χαμαὶ τὸν κλῆρον, τύπον τῆς ἥττης Ἕκτορο παρεντιθείς.

192. δοκέω νικησέμεν] μέτριον καὶ Ἑλληνικὸν τὸ ἦθος· οὐχ ὡς ὁ Ἕκτωρ γὰρ περὶ τῶν ἀδήλων ὑπισχνεῖται.

194. εὔχεσθε] Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων εὔχεσθαι. ἅμα καὶ τὸ διάκενον πληροῖ. ἡ δὲ τῶν πολλῶν εὐχὴ εἰσακούεται, ὅτι καὶ τὸν κράτιστον ἐπὶ θεοὺς δεῖ καταφεύγειν.

195. σιγῇ ἐφʼ ὑμείων] ἵνα μὴ δόξωσι δεδοικότες τὸν Εκτορα ἐπʼ εὐχὰς τρέπεσθαι.

197. βίῃ] ἐκ δυοῖν γὰρ ἡ νίκη προσγίνεται. ἀνδρείας καὶ πολυ- πειρίας, ὧν τὸ μὲν ὡς ἐγνωσμένον παρῆκε, τὸ δὲ ἐξῆς ἐπεξεργάζεται. μετρίως δέ φησιν ὅτι μὴ βουλόμενόν με οὐδεὶς βουλόμενος βιάσα- σθαι βιάσεται. καὶ τίς, φασὶ, βούλεται βιασθῆναι; διὰ τούτου [*](5. * τὸ] τῷ 34. * φασι] φησὶ)

327
φαμὲν ὅτι τὸ τῶν πολλῶν ἀμελὲς ἐνδείκνυται. γράφεται δὲ καὶ ἑλών. ἀϊδρείῃ δὲ τῇ πολυπειρίᾳ, ἐπιτάσει τοῦ ᾱ. τὴν δὲ ἐμέ ὁ Ἡρωδιανὸς εὐλόγως ὤξυνεν.

199. ἔλπομαι ἐν Σαλαμῖνι] καλῶς τὴν ἐκ παιδείας ἀρετὴν τῇ θρεψαμένῃ περιάπτει πατρίδι· καὶ τοῦτο γὰρ Ἑλληνικὸν καὶ φιλο- δἱκαιον.

202. Ἴδηθεν] καλῶς ἐγχωρίως καλεῖ τὸν θεὸν, ἵνα καὶ ἀγωνίζον- ται, ἵνα μὴ παρὰ μόνοις Τρωσὶ τιμώμενος ἐναντίος εἴη Αἴαντι.

204. εἰ δὲ καὶ Εκτοτα] θέλων αὐτοὺς ἐπʼ ἴσης διαλλάξαι ὁ ποιητὴς οὐδένα συνίστησιν, οὐδὲ ἐν τῇ εὐχῇ.

208. οἷός τε πελώριος ἔρχεται Ἄρης] ἤδη προεπαίρει τὸν Αἴαντα καὶ τὴν ἔκβασιν ὑποφαίνει. καὶ ἀπήρκει μὲν καὶ μέχρι τούτου τὸ τῆς εἰκόνος, προσφιλοτιμεῖται δὲ ὁ ποιητὴς τὰ λοιπά. ἐκτείνει δὲ καὶ τὰς συλλαβὰς, τὸ σχῆμα τῆς ὄψεως καὶ τῆς πορείας δηλῶν Αἴαντος.

212. προσώπασι] ἀπὸ τῆς πρόσωπα εὐθείας Αἰολικῶς προσώπατα καὶ προσώπασιν. εὖ δὲ τὸ πληθυντικῶς χρήσασθαι· σμικρύνει γὰρ τὸ πρόσωπον καὶ ἀποστενοῖ δειλία, χαρὰ δὲ πληθύνει τε καὶ διαχέει. πολλὰ δὲ τεκμήρια τῆς τοῦ Αἴαντος γενναιότητος· καὶ λαχὼν γὰρ ἥσθη, πλησίον δὲ ὄντα γνοὺς τὸν κλῆρον μειδιᾷ, οὐ γελᾶ· τὸ μὲν γὰρ γελᾶν θρασύτητος καὶ ἀφροσύνης, τὸ δὲ μειδιᾶν γέλωτος μὲν αὐστηρότερον, σκυθρωπίας δὲ φαιδρότερον, ἐκπλῆττον Ἕκτορα, θρα- σῦνον δὲ τοὺς φίλους· μειδιόων γὰρ, οἷον ἥμερόν τι καὶ γενναῖον ἔχων τὸ πρόσωπον.

213. βιβάς] ἡ κίνησις τοῦ σώματος τὸ τῆς ψυχῆς ὑπεμφαίνει θάρσος· τῶν δὲ δειλῶν “μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει” (Il. 13. 281).

214. Ἀργεῖοι μέγʼ ἐγήθεον] ἣν ὁ ποιητὴς ἔχει διάθεσιν, καὶ τοῖς προσώποις περιάπτει. ἀπὸ δὲ τῆς τῶν ὁρώντων σχέσεως καὶ τὸν ὁρώμενον ηὔξησεν.