Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

126. βουληφόρος] ὁ φέρων εἰς πέρας ἃ βούλεται. συνίστησι δὲ τὸ πρόσωπον, ὅπως ὁ τούτου σχετλιασμὸς δεινὸς γένηται.

128. θαυμασίως τῆς εὐγενείας αὐτοὺς ὑπέμνησεν, οὐκ αὐτὸς ἐπαινῶν τοὺς γονεῖς αὐτῶν, ἀλλὰ Πηλέα τὸν ἄκρον ἐπʼ εὐγενείᾳ [*](7. ὀλίγῳ] ὀλίγον ab correctore.)

324
χαίρειν ἐπὶ τῇ γονῇ αὐτῶν λέγων. ἀλλʼ οὐδέ φησιν ὅτι ἐμαρτύρησα τῷ Πηλεῖ περὶ ὑμῶν· τὸ γὰρ λέγειν ὅτι ἐπʼ εὐγενείᾳ ὑμῖν ἐμαρτύ- ρησα, σφόδρα ἐπίφθονον.

131. θυμὸν ἀπὸ μελέων] δηλοῖ ὅτι παρέσπαρται ἡ ψυχὴ παντὶ τῷ σώματι. ταῦτα δὲ πάσχει, φησὶν, ὅτι τοιούτοις ἀγενέσι καὶ δει- λοῖς τὸν ἴδιον υἱὸν πεπίστευκεν.

132. αἰ γὰρ] οὐκ ἄκαιρος ἡ πρότασις· ἐπιτιμήσας γὰρ τοῖς ἀρίστοις, ὤφειλεν ἀποδεῖξαι διὰ τῆς παραθέσεως τῶν πεπραγμένων αὑτῷ ὅτι δεόντως ἄγει ταύτην τὴν παρρησίαν, ἵνα πρὸς ζῆλον αὐτοὺς τῶν ὁμοίων κινήσῃ. μέτριος μὲν οὖν ὁ λόγος τῇ φαντασίᾳ, πικρὸς δὲ τῇ δυνάμει· εἰ γὰρ ὁ Πηλεὺς τὰ ὑμῶν ἀκούων δεινὰ θανεῖν εὔχεται, πόσῳ μᾶλλον ἐγὼ ὁ τοσαῦτα ποιήσας ἐν νεότητι καὶ νῦν ὁρῶν ὑμᾶς; πραγματικῶς δὲ καὶ πρὸς Ἀχιλλέα ἀποτείνεται· εἰ γὰρ οὕτως βαρέως οἴσει ὁ Πηλεὺς τὴν τῶν ἀλλοτρίων ἀνανδρίαν, πῶς οὐκ ἂν μᾶλλον ἐπὶ τῷ υἱῷ ἄχθοιτο;

138. Ἀρηιθόου] οὗτος μὲν ὁ Ἀρηίθους Βοιωτὸς ἦν τὸ γένος. Ἀρκάσι δὲ συνεμάχει. τοῦτον δὲ Λυκοῦργος ὁ Ἀρκὰς φθόνῳ ἀναιρεῖ. εὐκαίρως δὲ ἐνταῦθα ἐρευνᾷ, πρώην ἀπλῶς παρελθών.

139. γυναῖκες] ἔμφασις τοῦ κλέους ὅτι καὶ γυναιξίν ἐγνώσθη.

143. ὅδʼ ἄρʼ οὐ κορύνη] οὐ διὰ τὸ στενὸν οὐκ ἐχραίσμησεν, ἀλλὰ διὰ τὴν πρόληψιν.

146. τά οἱ πόρε χάλκεος Ἄρης] λεληθότως τὸν ἴδιον ἔπαινον αὔξει ὁ Νέστωρ, εἰ περιεγένετο ἀνδρὸς ὅπλα φοροῦντος θεῖα.

153. θάρσεϊ ᾡ] τῷ ἑαυτοῦ· “βουλὴ γὰρ ἄρχει, χεὶρ δʼ ἐπεξερ- γάζεται.” νεώτερος δὲ ἤμην, φησὶ, διὸ καὶ ἐθάρσουν. ἐντέχνως δὲ τοὺς μὲν πρεσβυτέρους ἀπολύει τοῦ κινδύνου, τοὺς δὲ νεωτέρους ἀνίστησιν.

154. δῶκε δέ μοι εὖχος Ἀθήνη] ὅτι δεῖ τὰ ἴδια θεοῖς ἀναφέρειν· καὶ γὰρ συνεργοῦσι τοῖς προθύμοις.

155. τὸν δὴ] οὐχ ἑαυτὸν μήκιστον εἶπε καὶ κάρτιστον, ἀλλὰ τῷ μὲν Ἐρευθαλίωνι ταῦτα ἐμαρτύρησεν, ἐκείνου δὲ περιγεγενῆσθαι λέγων λεληθότως καὶ ἀνεπιφθόνως αὑτὸνηὔξησε. ζηλωτὸν δὲ ἑαυτὸν καθιστὰς προτρέπει αὐτοὺς εἰς ἔννοιαν ἀγωνίας.

156. ἀπὸ τῶν ἀριθμουμένων ἐπὶ τὰ μετρούμενα μεταβαίνει μεγέθη. παρήορος δὲ ἤτοι εἰς μῆκος καὶ πλάτος παρηρτημένος.

[*](24. βουλὴ γὰρ (μέν)—] Ionis versus ap. Sext. Emp. p. 24.)
325

1159. ὑμέων δʼ οἵπερ ἔασιν] τὸ σχῆμα τοῦτό ἐστιν ὃ καλεῖται περὶ πρόσωπον.

162. Ἀγαμέμνων] καὶ ὡς βασιλεὺς προτρέπων, καὶ ὡς ἀχθόμενος τῇ μελλήσει αὐτῶν. καὶ τὸν ἀδελφὸν δὲ ἐπισχὼν ἐνδείκνυται ὅτι καὶ αὐτὸς οὐ δέδιεν Ἕκτορα, εἰ καὶ ἐκεῖνον ἐκώλυσεν.

163. Τυδείδης] φιλοτιμεῖται γὰρ ἐπὶ τοῖς πεπραγμένοις, καὶ θερμότερός ἐστι τῶν Αἰάντων.

164. Αἴαντες] δευτερεύει γὰρ Αἴας Ἀχιλλέως, συνανέστησε δὲ αὐτῷ καὶ τὸν Λοκρόν “ἶσον” γάρ φησι “θυμὸν ἔχοντες” (Il. 13, 704). πολεμεῖ δὲ νῦν καὶ κρατεῖ, ἵνα ὅταν ἡττᾶται Ἕκτορι, τὸν Δία νοοῖμεν.

165. Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος] ἐκείνων μὲν λείπονται, Εὐρυπύλου δὲ καὶ Θόαντος ὑπερέχουσι. συνεργεῖ δὲ ἀεὶ Μηριόνης τῷ Ἰδομενεῖ.

167. Εὐρύπυλος] κρείττων καὶ οὗτος τὰ πολεμικὰ Θόαντος· περὶ λόγους γὰρ μᾶλλον δεινὸς ὁ Θόας “ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν νίκων” (Il. 15, 283).

168. Ὀδυσσεύς] ἔσχατος τέθειται οὐχ ὡς δειλὸς, ἀλλʼ ὡς σοφός· πάντα γὰρ λογισμῷ πράττων εἰς πάντα μέλλει.

170. Νέστωρ] ὁ καὶ ἀναστῆναι προτρέψας, οὐχ ὁ βασιλεὺς, ὃς πονεῖν ἐθέλει ἀεί.