Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

85. ταρχύσωσι] ἀπὸ τοῦ ταρχύω. καὶ ταρχύματα δὲ ἃ τοῖς νεκροῖς πρὸς κηδείαν ὡς νενομισμένα ἐποίουν.

86. σῆμά τέ οἱ] λεληθότως ἀποτρέπει τῆς μονομαχίας τοὺς Ἕλληνας. αὐτὸς γὰρ ἔμελλεν ἀναιρούμενος θάπτεσθαι ἐν Ἰλίῳ πόρρω τῆς θαλάττης, ὥστε μηδεμίαν γίνεσθαι μνήμην τῷ φονεύσαντι· τοῦ δὲ ἀντιπάλου ἐπὶ τοῦ Ἑλλησπόντου ταφέντος ἀείμνηστον κλέος ἔχειν ἔμελλε παρὰ τοῖς πλέουσιν. διὸ καὶ ἐγκαλλωπιζόμενος δυοῖν ἐποῖν οἷον ἐπεγκολάπτει καὶ ἐπιγράφει τῷ τάφῳ “ἀνδρὸς μὲν τόδε σῆμα, ὅν ποτʼ ἀριστεύοντα.” τὸ δὲ πλατεῖ Ἑλλησπόντῳ, καθʼ ὃ μέρος ἐστὶ πλατύτατος ἑαυτοῦ περὶ τὰς ἐκροὰς τοῦ Σκαμάνδρου. ἐπὶ πάντων δὲ κοινὸν τὸ ὄφρα.

89. ὡς ἤδη νενικηκὼς ἐπιγράφει τῷ τάφῳ τὸ ἐπινίκιον, οὐκ ἐπὶ τεθνηκότι, ἀλλʼ οὐδὲ γινωσκομένῳ τῷ μέλλοντι μονομαχεῖν, τὸ ἐπική- δειον τρὸ τοῦ θανάτου διατιθείς. ἀριστεύοντα δὲ προστίθησι πρὸς ἰδίαν ἐπίτασιν, εἰ καὶ τοῦ ἀρίστου φανεῖται κρείττων. φιλότιμος δὲ καὶ ἀλαζὼν καὶ βαρβαροήθης ἀεὶ ὁ Ἕκτωρ χαρακτηρίζεται.

93. αἴδεσθεν μὲν ἀνήνασθαι] δειλῶν γὰρ καὶ ἀσθενῶν τὸ ἔργον. δεδίασι δὲ τὴν ἐκ τῶν βασιλέων περιμένοντες κέλευσιν, ὡς δῆλον ἐπὶ τῶν ἑξῆς. ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες πρὸ ὀλίγου ἡττώμενον· καὶ γὰρ καὶ τοῦ Διομήδους ἀκηκόασι τὸ “παρὰ γάρ οἱ κεῖνος Ἄρης” (Il. 5. 604).

*Πορφυρίου. διὰ τί προκαλουμένου Ἕκτορος εἰς μονομαχίαν οἱ μὲν ἄλλοι ἄριστοι αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι, Μενέλαος δὲ πρῶτος ἀνίσταται, καὶ μεμψάμενος τοὺς ἄλλους κατε- δύσατο τεύχεα καλὰ, μάχεσθαι προθυμούμενος· ὅτε δὲ προτραπέντες οἱ ἐννέα ἀνίσταντο, οὐδαμοῦ οὗτος ἐν τούτοις εὑρίσκεται, ἀλλʼ Ἀγα- μέμνων καὶ Διομήδης καὶ οἱ Αἴαντες καὶ Ἰδομενεὺς καὶ Μηριόνης καὶ Εὐρύπυλος καὶ Θόας καὶ Ὀδυσσεύς; φησὶ δὲ ὁ Ἀριστοτέλης ὅτι ἅπαξ ἀκούσας “μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχε- σθαι Ἕκτορι” (I11) οὐκ ἔμελλεν αὖθις ἀνίστασθαι· καὶ ὅτι τὸ πρότερον ἐκ φιλονεικίας ἡ ἀνάστασις· καὶ ὅτι ἤδη μονομαχήσας [*](13. πλατύτατος Bekkerus] πλατύτερος 15. *τὸ] τὸν 25. *Πορφυρίου] om.)

322
ἐτύγχανεν Ἀλεξάνδρῳ καὶ οὐ καλῶς ἀπαλλάξας, καὶ νεωστὶ ἐτέ- τρωτο ὑπὸ Πανδάρου· καὶ ὅτι ἀποκινδυνεύειν τοῦτον οὐκ ἐχρῆν ἐν τὸ τέλος ἤρτητο τοῦ πολέμου. ἐπὶ γὰρ Ἀλεξάνδρου ἴσον ἦν τὸ τοῦ κινδύνου.

94. Μενέλαος] ὡς αἴτιος ὢν τοῦ παντὸς καὶ πλέον ὀδυνώμενος. καὶ ἐν τῇ πρὸς Ἀλέξανδρον δὲ μονομαχίᾳ οὕτως προπετεύεται. διὰ δὲ τοῦ ὀψέ διδάσκει μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις.

97. αἰνόθεν αἰνῶς] ἐκ δεινοῦ δεινὰ, ἢ καὶ τῶν δεινῶν δεινότερα. ἐκ τῶν δεινοτάτων ὑμῶν πράξεων δεινοτέρα καὶ ἡ λώβη γενήσεται.

99. ὕδωρ καὶ γαῖα γένοισθε] τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ διʼ ἑαυτῶν. ταῦτα οὖν φησὶ τὴν ἀκινησίαν ὀνειδίζων, ἢ ἐξ ὧν συνεστήκασιν, εἰς ταῦτα αὐτοὺς ἀναλυ- θῆναι εὔχεται. καὶ Ξενοφάνης “πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα· ἐκ γῆς γὰρ πάντα καὶ εἰς γῆν τελευτᾷ.”

101. θωρήξομαι] πῶς ἐν πολέμῳ ὢν οὐκ ἦν ὡπλισμένος φαμὲν ὅτι ἀσφαλέστερα ὅπλα ἀναλαβεῖν θέλει, μέλλων εἰσιέναι εἰς μονο- μαχίαν.

102. τὸ ἄνισον οἶδεν, ὡς καὶ Πρίαμος “Ζεὺς μὲν τό γ’ οἶδε” (Il. 3, 308).

104. ἔνθα κέ τοι] εἰς κίνδυνον προαναγαγὼν τὴν ὑπόθεσιν καὶ λύσιν τοῦ παντὸς πιθανῶς ἀνίστησι τὸν ἀδελφόν. φιλοστόργως δὲ πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὁ ποιητὴς, καὶ συμπαθῶς προανεφώνησεν αὐτοῦ τὸν κίνδυνον. καὶ τὸ βασιλῆες δὲ χαρίεν καὶ εὐνοϊκὸν, διὰ τὸ προλαβεῖν τοὺς φίλους τὴν σπουδὴν Ἀγαμέμνονος.

107. αὐτός τʼ Ἀτρείδης] διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει μονομαχεῖν Ἕκτωρ, τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων καὶ οἱ ἄλλοι βασιλεῖς; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦντος ἡδέως οἱ Τρῶες εἶχον, τὸν δὲ ὡς ἀδικούμενον ἐλεοῦσιν.

109. ἀφραίνεις] παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς· φιλοδόξως γὰρ, οὐ φρονίμως ἐσπούδακεν ἐπὶ τῇ μάχῃ. δεῖ οὖν τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ προθυμίαν σκοπεῖν.

[*](1. οὐ καλῶς Bekkerus] οὐκ ἄλλως Recte apud Sextum Empir. 10, 8. * δεινότερα] om. 713 p. 685 ἐκ γαίης γὰρ πάντα καὶ 14. *ἐκγενόμεσθα] om. εἰς γῆν πάντα τελευτᾶ. ἐκ τῆς γὰρ— γῆν τελευτὰ] Sic 24. *προλαβεῖν] λαβεῖν etiam Ven. A. et scholia minora.)
323

111. ἔριδος] τῆς πρὸς Ἀχαιοὺς ἔριδος. ἔστι δὲ τοῦτο τὸ γνῶθι σαυτόν.

112. τεχνικῶς ἥττονα πολύ φησιν Εκτορος, ὅπως μὴ τῶν ἄλλων Ἑλλήνων καταφρονεῖν ὑποπτευθῇ, τὸν μὲν τοῦ κινδύνου ῥυόμενος, τοὺς δὲ κινδυνεύειν προτρεπόμενος.

113. καὶ δʼ Ἀχιλεὺς] τοῦτον παρέλαβεν, οὗ καὶ Μενέλαος οὐκ αἰδεῖται ἥττων εἶναι ὁμολογεῖν, οὐκ ἄλλον τινὰ τῶν ὀλίγῳ τοῦ Μενε- λάου κρειττόνων. ἀναπολεῖ δὲ πανταχοῦ τὸ ὄνομα Ἀχιλλέως ὑπὲρ τοῦ μὴ λήθῃ δοθῆναι.

116. τούτῳ δὲ πρόμον ἄλλον] ἐντέχνως παρνπέμνησεν ὅτι πάντως δεῖ τινὰ αὐτῶν ἀναστῆναι.

122. γηθόσυνοι θεράποντες] τὴν πρὸς αὐτὸν ἀπάντων κηδεμονίαν δηλοῖ.

123. Νέστωρ] πιθανῶς τοῦτον ἐπιπλήσσοντα παρεισάγει, ὃς διὰ τὴν ἡλικίαν οὐκ ἐπισπᾶται τὸ ὅμοιον ἔγκλημα.

124. ὢ πόποι] λειπόμενοι γὰρ οἱ γέροντες δυνάμεως τῷ σχετλιά- ζειν ἐμφαίνουσι τὴν οἰκείαν προθυμίαν. μόνον οὐχὶ δὲ τὴν Ἑλλάδα πᾶσαν αὐτοὺς ἐλεεῖν φησίν. εὖ δὲ καὶ τὸ μὴ λύπην εἰπεῖν ἐν αὐτοῖς, ἀλλὰ πένθος, καὶ μέγα.

125. Πηλεύς] διδάσκει ὅτι τοὺς γέροντας δεῖ καὶ ἀπόντας τιμᾶν, ὡς Πηλεῖ μέλει Ἑλλήνων καὶ μὴ παρόντι· ἀνόητον δέ φασι τὸ μὴ τοὺς γονεῖς αὐτῶν παραλαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαίρειν δυστυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. ἔστι δὲ ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόσῳ μᾶλλον οἱ ὑμῶν; ἅμα δὲ καὶ ὑπομιμνήσκει Ἀγαμέμνονα Ἀχιλλέως, ὅτι ὁ νῦν προκα- λούμενος πάντας “ὄφρʼ Ἀχιλεὺς μετʼ Ἀχαιοῖσι πολέμιζεν, οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ” (Il. 9, 352)· ἐπα- χθὲς γὰρ ἦν οὕτω σαφῶς ὀνειδίσαι. προμνηστεύει οὖν τὰς λιτὰς, καὶ τοῖς βαρβάροις δὲ ἐμφαίνει ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως ὀργὴ πολυχρόνιος, τοῦ Πηλέως οὕτως πρὸς τοὺς Ἕλληνας διακειμένου. ὑποθωπεύει δὲ λεληθότως τὸν Ἀχιλλέα.