Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

421. προσέβαλλεν] καλῶς τῷ παρατατικῷ ἐχρήσατο· κατʼ ὀλί- γον γὰρ φωτίζει τὴν γῆν ὁ ἥλιος σφαιροειδῆ οὖσαν.

426. δάκρυα θερμὰ χέοντες] βαρβάρων ἴδιον ὁ θρῆνος, τῶν δὲ Ἑλλήνων τὸ μεγαλόψυχον· μόνον γὰρ ἀχνύμενοί φησιν (431). τὸ γὰρ μηδʼ ὅλως λυπεῖσθαι ἀπαθείας ἐστίν.

427. οὐδʼ εἴα κλαίειν] ἵνα μὴ κατάδηλοι τοῖς πολεμίοις εἶεν ὡς μαλακιζόμενοι.

433. ἀμφιλύκη] παρὰ τὴν ἐλύκην, ὅ ἐστι σκιὰν Δωρικῶς. καὶ λυκόφως δὲ τὸ μεταξὺ σκότους καὶ σκιᾶς.

*τὸ πρὸς ὄρθρον βαθὺν λυκόφως, τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες.

*Πορφυρίου. οὐ γὰρ εἰ μηδέπω ἠὼς, ἔτι ἦν ἡ νὺξ, ἀλλʼ ἡ ἀμφι- λύκη ἦν, ὁ βαθὺς ὄρθρος. ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατο- λῆς ἡλίου πεφωτισμένον διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διάστημα λέγει ἠῶ δηλοῖ ἐπὶ τῆς νηὸς τοῦ Τηλεμάχου εἰπὼν “παννυχίη μὲν ἄρʼ ἥγε καὶ ἠῶ πεῖρε κέλευθον (Od. 2, 434) ἐπάγει “ἠέλιος δʼ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην.” καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθινοῦ φαμὲν καὶ ἕωθεν, ὅπερ ὁ ποιητὴς “ἠῶθεν δʼ ἀγορήνδε” (Od. 1, 372) φησίν. ἕως οὖν καὶ ἠὼς τὸ πρὸ ἀνατολῆς ἡλίου· τὸ δὲ πρὸ τῆς ἕω λυκόφως καὶ νὺξ ἀμφιλύκη. λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς ἡλίου ἄχρι μεσημβρίας διάστημα ἠῶ· “ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ᾿ (Il. 21, 111)· ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” (Il. 8, 66)· “εὗδον παννύχιοι καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ” (Od. 7, 288). ἄλλοι δὲ γράφουσιν καὶ μέσην νύκτα. λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέραν· “ἥδε δὴ ἠὼς εἰσι δυσώνυμος” (Od. 19, 571)· “ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη” (Il. 21, 155), περὶ οὗ φησὶν “ἕν- δεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν ἐκ Λήμνοιο” (ib. 45). ἠὼς δὲ καὶ ἡ θεός· “ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος ἠώς (Od. 5, 121).

434. κριτὸς] εἰς αὐτὸ τοῦτο κριθεὶς τὸ τὰ περὶ τὴν πυρκαιὰν ἐκπονῆσαι.

435. τύμβον δʼ] οὐ προστέθειται θρῆνος ἐνταῦθα· τὰ γὰρ ἀνάξια [*](12. *Πορφυρίου] om. 19. φησίν addidit Vill. 12—29. Eadem fere supra p. 20. μέντοι—ἀπὸ 294] μὲν—πρὸ 294, 9—26. Conf. etiam p. 337. 24. ἄλλοι—νύκτα] om. 294. 15. νηὸς] νεῶς 294. 25. δὴ 294] δἐ)

336
τῆς ἡρωϊκῆς μεγαλοφυΐας παρατρέχει. καὶ οὐδείς αὐτῶν Χείρων ὁρᾶται τῶν ἀτάκτων καὶ θορυβωδῶν ἐκείνων Τρώων.

443. παρεκτείνων τὸ ἔργον τὴν τῶν θεῶν ἀγορὰν παρέλαβεν· ἄτοπον γὰρ ἦν εἰπεῖν “ὣς οἱ μὲν πονέοντο,” εἶτʼ εὐθὺς “δύσετό τʼ ἡέλιος.”

445. Ποσειδάων] ἀναιρῆσαι τὸ πλάσμα τοῦ τείχους σπουδάζων ὁ ποιητὴς, ὥσπερ ἀπὸ μηχανῆς βοήθειαν πορίζεται εἰς τὸ μηδένα ἐπιζητεῖν ὕστερον τὰ τῶν τειχῶν ἴχνη. οὐδενὶ δὲ ἥρμοττεν ἡ κατη- γορία ἢ Ποσειδῶνι καὶ Ἀπόλλωνι, ἀντιτειχιζόντων τῶν Ἑλλήνων τῷ Τρωϊκῷ τείχει. καὶ ὁ μὲν Ἀπόλλων οὐ λαλεῖ, ἵνα μὴ αὐτὸν ἐπι- πλήξῃ ἡ Ἥρα, Ποσειδῶν δὲ Ἑλληνικὸς ὢν θεὸς δοκεῖ ἀπαθῶς τῶν Ἑλλήνων κατηγορεῖν.

446. ἀνακοινώσεται διὰ θυσιῶν, συνεργοὺς αὐτοὺς θέλων λαβεῖν· οἱ γὰρ θύοντες εἴσονται παρὰ θεῶν εἰ δεῖ ἔργοις ἐγχειρεῖν ἢ οὔ.

451. κλέος ἔσται] ἴσως διὰ τὴν ποίησιν αὐτοῦ· διὰ γὰρ ταύτην τὸ τεῖχος ἀοίδιμον ἔσται, οὐ δομηθὲν τοῖς Ἕλλησιν, ἀλλʼ Ὁμήρῳ γενόμενον διὰ τὴν ἐπʼ αὐτῷ μάχην. διὰ δὲ τοῦ ὅσον τʼ ἐπικίδνα- ται ἡώς ὑπερβολικῶς καὶ τὴν ἀοίκητον δηλοῖ.

466. βουφόνεον] βουφονεῖν ἐστὶν οὐ τὸ θύειν θεοῖς (ἄτοπον γὰρ ἐπὶ θυσίας φόνον λέγειν), ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατα- σκευήν.

467. ἐπιτηδείως ἐδήλωσεν ὅθεν αὐτοῖς ἡ χορηγία ἦν.

475. ἀνδραπόδεσσι] οὐ περισπούδαστος γὰρ ἡ τῶν ἀνδραπόδων κτῆσις ἐκεῖσε οὖσιν ἦν πρὸς φυλακήν.

479. σμερδαλέα κτυπέων] προκινεῖ καὶ ἀγωνιᾶν ποιεῖ τὸν ἀκροα- τὴν ἐπὶ τοῖς ἐσομένοις ὁ ποιητής.

480. χέον] καλῶς τὸ χέον, ἐπεὶ μὴ προσίεται τὴν σπονδὴν ὁ Ζεὺς, ὡς καὶ ἐπὶ τοῦ μονομαχίου Ἀλεξάνδρου (Il. 3, 296).

481. τὸ δεύτερον πρίν ἀντὶ τοῦ πρὶν ἤ, τὸ δὲ πρῶτον ἀντὶ τοῦ πρότερον.

482. κοίμησον] ἀνεκλίθησαν, ὡς τὸ “ Εὐρυνόμη δʼ ἄῤ ἐπὶ χλαῖ- ναν βάλε κοιμηθέντι (Od. 20, 4).”

ὕπνου δῶρον] αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς ὕπνος δωρεῖται.

[*](3. Hoc scholion in B ad v. 456.)