Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

215. Τρῶας δὲ τρόμος] οὐ μόνος ὁ κινδυνεύων ἔτρεμεν, ἀλλὰ καὶ οἱ ἄλλοι.

216. θυμὸς ἐνὶ στήθεσσι πάτασσεν] τὴν κίνησιν καὶ ἀγωνίαν τῆς διανοίας ὑπέγραψε, τῶν δὲ σημείων τῆς δειλίας οὐδὲν παρέλαβεν, ὡς [*](29. * προσώποις] πρώην)

328
ἐπὶ τοῦ Ἀλεξάνδρου “ὦχρὸς τέ μιν εἷλε παρειάς” (Il. 3, 35) καὶ ἐπὶ τοῦ Δόλωνος “ὑπὸ δὲ τρέμε γυῖα” (Il. 10, 390), ἀλλὰ μόνον τὴν ἀγωνίαν· περὶ γὰρ ἀξιοπίστου προσώπου αὐτῷ ἐστὶν ὁ λόγος.

217. ἀλλʼ οὔπως ἔτι εἶχεν ὑποτρέσαι] ὡς εἴ γε δυνατὸν ἦν, κἂν ἔφυγε. ταῦτα δὲ καὶ περὶ τοῦ Ἴρου νόει.

219. Αἴας δʼ ἐγγύθεν ἦλθς] γενναῖος γὰρ ἂν οὐ μένει τὸν προκα- λεσάμενον.

220. χάλκεον, ἑπταβόειον] δόξαν ἡμῖν ἀληθείας ἐμποιῆσαι θέλων, τὸν τρόπον τῆς κατασκευῆς καὶ τὸν τεχνίτην καὶ τὴν πόλιν ὑπέ- γραψε, καὶ μαρτυρεῖ αὐτῷ ὡς τῶν ἄλλων τεχνιτῶν ἐν τεχνητοῖς ἀρίστῳ.

222. αἰόλον] ποικίλον· διὸ καὶ τὸ τεύχων πρόσκειται· δηλοῖ γὰρ τὸ καλλωπίζων.

225. ἀπειλήσας δὲ προσηύδα] νωθὴς μέν ἐστι, κινηθεὶς δὲ ὀργὴν ἐνδείκνυται, ἀφʼ ἧς αὐτῷ καὶ ἡ κίνησις· εὐμεγέθης γὰρ ὢν κινεῖσθαι οὐ δύναται. τὴν ὀργὴν δὲ καὶ πρὸ τῶν λόγων τῷ σχήματι ἐπεδεί- ξατο.

227. οἷοι καὶ Δαναοῖσιν] οὐκ εἶπεν ὅτι γνώσῃ οἷός εἰμι, κοινο- ποιεῖται δὲ ἅπαντα τοῖς φίλοις καὶ ἕνα ἐκ πολλῶν ἑαυτόν φησιν· οὐχ ὡς ὁ Ἕκτωρ δὲ αὐχεῖ τὸ “οἶδ᾿ ἐπὶ δεξιὰ, οῖδʼ ἐπʼ ἀριστερά”

228. Ἀχιλλῆα] ἐπίτηδες καταπλήττει τὸν πολέμιον τῇ τοῦ κρείτ- τονος προσδοκίᾳ, ὅπως μὴ εὔελπις ᾖ οἰόμενος τεθνάναι ἢ ἀποπεπλευ- κέναι τὸν πολέμιον.

*Πορφυρίου. διὰ τί ὁ Αἴας τῷ Ἕκτορι δεδήλωκε τὴν τοῦ Ἀχιλ- λέως μῆνιν; οὐδεμία γὰρ ἀνάγκη ἦν, οὐδὲ φρονίμου ἀνδρὸς τὰ παρʼ αὑτοῦ κακὰ τοῖς πολεμίοις ἐξαγγέλλειν. ἢ ὅτι ἐγίνωσκον οἱ Τρῶες τὴν μῆνιν Ἀχιλλέως ὑποδεῖξαι πάντως· ὁ γὰρ Ἀπόλλων ἐδήλωσεν αὐτοῖς ἐν οἷς φησὶν “οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἡϋκόμοιο μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει” (Il. 4, 512). εἰ δʼ ἀγνοοῦσι τὴν ὀργὴν οἱ Τρῶες, καὶ οὕτως τὸ τῆς δηλώσεως ἀναγκαῖον, μὴ ἐν τῷ λοιμῷ τεθνηκέναι νομίσωσιν αὐτόν. λύσις· Ἀριστοτέλης δὲ, ἵνα μὴ οἴηται τὸν Ἀχιλλέα ἀποδεδειλιακέναι, ἀλλὰ κἀκεῖνον καὶ ἄλλους αὐτοῦ εἶναι κρείττους. εἶτα εἰπὼν “νῦν δὴ σάφα εἴσεαι [*](2. *μόνον] μόνην 25. *Πορφυρίου] om. 29. πάϊς] om.)

329
οἰόθεν οἶος, οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι, καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα,” ἵνα καταπλήξῃ τῆς Ἀχιλλέως ἀρετῆς ἀνα- μνήσας, ὃν ἐδόκει πεφοβῆσθαι, εἰκότως πέπονθεν Ἀχιλλεύς· τὸ γὰρ μετʼ Ἀχιλλῆα ἀμφίβολον πότερον μετὰ τὴν ἐκείνου τελευτὴν ἢ μετὰ τὴν ἐκείνου ἀρετὴν, ἢ καθάπερ ἐκεῖνος ἦν καὶ ἄλλοι εἰσίν. ἀναγκαῖον οὖν δηλῶσαι τί πέπονθεν Ἀχιλλεὺς, καὶ ὅτι μηνίων οὐ πάρεστιν, ἀλλʼ οὐχὶ τεθνηκὼς ἢ ἀποπλεύσας, ἀλλʼ ὅτι ἐν νηυσὶ κο- ρωνίσι μηνίων· ὀργὴ δʼ ἐν ἀγαθοῖς ἀνδράσιν εὐδιάλυτον.

231. τοῖοι] οἱ γλωσσογράφοι τὸ τοῖοι ἀντὶ τοῦ ἀγαθοί· ὅθεν καὶ Καλλίμαχος τῷ “τοίων δεῖ” κέχρηται.

232. ἄρχε] βραδὺς γὰρ καὶ δεύτερος ἀεὶ ὁ Αἴας. ἅμα δὲ εὐτε- λίζει τὸ προπετές. ἢ καὶ αὐτὸν εὐτελίζων τοῦτό φησιν εἰρωνικῶς.

235. μή τί μευ] συνεῖδε καὶ ὁ Ἕκτωρ ὅτι μεμφόμενος καὶ κατα- πλήττων αὐτὸν ἄρχειν κελεύει τῆς μάχης.

238. δεξιὰ μὲν τὸ φεύγειν, ἀριστερὰ δὲ τὸ διώκειν.

241. ὄρχησις γὰρ καὶ παιδιὰ γενναίων ὁ πόλεμος. πολλὴν δὲ εὐχέρειαν τῶν δεινῶν ἐμφαίνει.

242. ἀλλʼ οὐ γάρ σʼ ἐθέλω] καίτοι πάντα τρόπον μάχης εἰδὼς, φησὶν, οὐ θέλω σε λάθρα βαλεῖν· ἡ γὰρ μετὰ ἀπάτης ἀριστεία αἰσχρά. ἠθικὸν δὲ καὶ τὸ τοιοῦτον, οἱονεὶ μέγαν καὶ θαυμαστόν.

248. ἑβδομάτῃ] ἢ καὶ τὸν χαλκὸν συναριθμήσεις, ἵνα καὶ αὐτός. ἐστιν ἡ ἑβδόμη ῥινὸς, ἢ ὄγδοον αὐτὸν λάβῃς· ὃ καὶ ἄμεινον.

252. ἠρήρειστο] ἐτράχυνε τὰς συλλαβὰς, τὴν βίαν τῆς εἰσόδου δηλῶν.

255. τὼ δʼ ἐκσπασαμένω] ἀπὸ τῆς τοῦ ἑτέρου ἀσπίδος τὸ ἴδιον ἑκάτερος.

258. Πριαμίδης μέν] ἐνάρχεται πάλιν οὗτος ἀμβλυνθείσης τῆς ἀκμῆς ἐν τῇ πρώτῃ βολῇ.

261. στυφέλιξε] εἰς τοὔμπροσθεν ὁρμῶντα ἔστησε καὶ ἐπέσχεν.