Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

164. τεθναίης] καλόν σοι, φησὶ, τὸ ἀποθανεῖν, εἰ μὴ κατισχύσεις τοῦ καθυβρίσαντός σε· ἀλλʼ εἰ βούλει ζῆν, ἐκεῖνον ἄνελε· εἰ γὰρ ἐμὲ ἠθέλησε βιάσασθαι, οὐδὲ σοῦ φείσεται. δείκνυσι δὲ ὅτι τέλος ἔρωτος ἀποτυχόντος μῖσός ἐστιν.

* Πορφυρίου. οὐχ ὥς τινες ἐξεδέξαντο τεθνήξῃ ἀναιρεθεὶς ὑπὸ τοῦ ἐπιβούλου, εἰ μὴ φθάσας σὺ τοῦτον ἀποκτείναις. ἔστι δὲ ἠθικὴ ἡ φράσις λεγούσης ὅτι καλόν σοι ἀποθανεῖν, Προῖτε, εἰ μὴ τιμωρήσεις τὸν ὑβρίσαντά σε διὰ τὸ θέλειν μιγῆναί μοι οὐκ ἐθελούσῃ· ἀποθάνοις, ὦ Προῖτε, εἰ μή μʼ ἐκδικήσειας κατὰ ἀρὰν λεγούσης· συντόμως δὲ τὰ ἀρχαῖα δελήλωκε μιγῆναι οὐκ ἐθελούσῃ, ἀλλʼ οὐχ ὥσπερ Ἡσίοδος τὰ περὶ τοῦ Πηλέως καὶ τῆς Ἀκάστου γυναικὸς διὰ μικρῶν ἐπεξελθών.

165. μιγήμεναι οὐκ ἐθελούσῃ] τρεῖς τρόποι μίξεων· ἢ βούλεταί τις μὴ βουλομένῃ μιγῆναι, ὡς νῦν οὗτος λοιδορεῖται· ἢ μὴ βουλό- μενος βουλομένῃ, ὡς Ὀδυσσεὺς “παρʼ οὐκ ἐθέλων ἐθελούσῃ” (Od. 5, 155) τῇ Καλυψοῖ· ἢ ὡς Αἴγισθος τῇ Κλυταιμήστρᾳ ἐθέλων ἐθελούσῃ (Od. 3, 272). τέταρτος δὲ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ ἄκων ἀκούσῃ πώποτε μίγνυται.

166. οἷον] ἀντὶ τοῦ παράδοξον. πῶς δὲ οὐκ ἤλεγξεν: ἢ διασύρει διὰ τούτου τὸ τῶν ἀνδρῶν γυναικοπαθὲς Ὅμηρος.

168. σήματα μέν τὰ γράμματα, πίνακα δὲ τὸ λεγόμενον πινακίδιον.

172. ῥέοντα] καὶ ποῖος, φασὶ, ποταμὸς οὐ ῥεῖ; ῥητέον ὅτι ἐπεὶ Ξάν- θος ἐστὶ Λυκίας πόλις, πρὸς ἀντιδιαστολὴν ἀπλῶς τὸ ῥέοντα τέθεικεν. ἢ τὸν ἀέναον λέγει καὶ ἀεὶ ὡσαύτως ἔχοντα. ἢ μᾶλλον τὸν ῥευματώδη.

173. τῖεν] ἢ ὡς παρὰ κηδεστοῦ ἥκοντα φιλοφρονεῖται, ἢ ὅτι ἐν θυσίαις αὐτὸν εὗρεν· ἢ ὀκνῶν οὗτος οὐκ ἀπεδίδου, μὴ θέλων τάχιστα διὰ τὴν γυναῖκα ἀποδημεῖν.

[*](4. *ἀποτυχόντος] ἀποτευχθέντος τῇ Κλυταμνήστρᾳ· καὶ γὰρ ἐθέλων 5. * Πορφυρίου] om. ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε· τέ- 5—18. In codice Scorialensi ταρτος γὰρ τρόπος οὐκ ἔστιν. οὐδὲ haec duo scholia in unum sun. γὰρ ἄκων ἀκούσῃ σύνεστιν, et sic fere coniuncta ita ut post ἐπεξελθὼν Leidensis quoque et Harl. pergatur, τρεῖς δὲ οὗτοι τρόποι μίξεως· 5. οὐ] *οὐ γὰρ Scor. et Harl. ἢ γὰρ βούλεταί τις μὴ βουλομένης τῆς 11. Ἀκάστου scripsi pro Ἀκάτου γυναικὸς, ὡς ἡ Ἄντεια τὸν Βελλεροφόν- 18. * ἢ] om. την διέβαλεν, ἢ μὴ βουλόμενος βουλο- 20. σήματα μέν] *Πορφύριος μέν μένῃ σύνεστιν ὤσπερ Ὀδυσσεὺς “παρʼ σήματα οὐκ ἐθέλων θελούσῃ” τῇ Καλυψοῖ· ἢ 27. ἀποδημεῖν] *ἐπιδημεῖν βουλομένῃ βουλόμενος, ὤσπερ Αἴγισθος)
290

180. θεῖον γένος] τὰ τερατώδη εἰς θεοὺς ἀναφέρει. ἤτοι οὖν διὰ τὸ παρηλλαγμένῃ κεχρῆσθαι φύσει, ἢ διὰ τὸ ἐκ Τυφῶνος καὶ Ἐχίδνης μυθολογεῖσθαι γεννηθῆναι αὐτήν.

181. πρόσθε λέων] εἰ τὸ πλεῖον καὶ ἐμπρόσθιον μέρος εἶχε λέοντος, ἔδει αὐτὸ χίμαιραν μὴ καλεῖσθαι, ἀλλὰ λέοντα. ἦν οὖν τὸ πᾶν χίμαιρα, ἀφʼ οὗ καὶ ὠνομάζετο, κεφαλὴν δὲ εἶχε λεαίνης, οὐρὰν δὲ δράκοντος. τοίνυν πῦρ εἰσάγεται ἀναπνέουσα διὰ τοῦ στόματος τοῦ λέοντος. Ἡσίοδος δὲ ἠπατήθη τρικέφαλον αὐτὴν εἰπών.

183. θεῶν τεράεσσι πιθήσας] ἀπίστου ὄντος πῶς τὸ τοιοῦτον θηρίον ἀνάλωσε, τὸ ἄπιστον ἰάσατο, θείαν ἐπαγαγὼν δύναμιν.

185. φάτο] εὖ τὸ μὴ εἰπεῖν ὅτι ἄλλοι ἔφασαν, ἀλλʼ αὐτὸς ὁ πεπειραμένος.

186. Ἀμαζόνας] αὗται γὰρ κατατρέχουσαι τὴν Ἀσίαν ἐληίζοντο· οὐ μόνον δὲ, ἀλλὰ καὶ Φρυγίην εἰσήλυθον.

187. * Ἀμαζόναι] ἔνιοι λέγουσιν ὅτι οὐκ ἤσαν γυναῖκες αἱ στρατεύ- σασαι, ἀλλʼ ἄνδρες βάρβαροι. ἐφόρουν δὲ χιτῶνας ποδήρεις καὶ τὴν κόμην ἀνεδοῦντο μίτραις, ἐξυρῶντο δὲ καὶ τοὺς πώγωνας, καὶ διὰ τοῦτο ἐκαλοῦντο παρὰ τῶν πολεμίων γυναῖκες. Ἀμαζόνες δὲ τὸ γένος, μάχεσθαι δʼ ἀγαθοὶ ἤσαν· στρατείαν δὲ γυναικὸς οὐδέποτε εἰκὸς γενέσθαι· οὐδὲ γὰρ νῦν οὐδαμοῦ.

188. φῶτας ἀρίστους] διδάσκει μόνους τοὺς ἀρίστους λοχᾶν· “ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶνʼ (Il. 13, 277). ἀπὸ ἰδίας δὲ ὁ στίχος ἀρχῆς.

189. λόχον] δῆλον ὡς καὶ αὐτὸς διὰ τὴν καλοκαγαθίαν τοῦ ἀνδρὸς οὐκ ἠθέλησεν αὐτὸν προφανῶς φονεῦσαι.

191. ἡ πρᾶξις αὐτὸν ὡς θεοῦ ἔδειξεν υἱόν· ἐκ τῶν πράξεων γὰρ τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής.

194. Λύκιοι] ὡς τῶν δεινῶν διʼ αὐτοῦ ἀπηλλαγμένοι· πολλὰ γὰρ παρὰ τῶν γειτονούντων δεινὰ καθʼ ἑκάστην ἔπασχον.

199. καὶ πῶς ἐν ἑτέρᾳ ἱστορίᾳ Εὐρώπης αὐτόν φησιν: λέγομεν; δὲ ὅτι ἡ αὐτή ἐστιν. εἴρηται γὰρ Εὐρώπη οὐχὶ κυρίως, ἀλλὰ τοῦ ρ πλεονάζοντος· εὐόφθαλμος γὰρ ἦν.

[*](14. *σὺ μόνον] σὐ μὴν 19. στρατείαν δὲ γυναικός] For- εἰσήλυβον] *εἰσήλυθον. ἀμέλει ἐξ tasse στρατιὰν δὲ γυναικῶν scrip- αὑτῶν Ἔφεσος καὶ Σμύρνα καλεπιται. sit, 15. Scholion manus recentioris.)
291

200. καὶ κεῖνος] ὥσπερ καὶ οἱ ἀπόγονοι αὐτοῦ Ἴσανδρος καὶ Λαοδάμεια, ἢ ὡς οἱ ὑπʼ αὐτοῦ ἀναιρεθέντες.

*τίς ἡ αἰτία, φασὶ, τοῦ τὸν Βελλεροφόντην ἀπεχθῆ θεοῖς γενέσθαι καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν ἐκκλίνειν; καὶ πρὸς τίνα ἔχει τὴν ἀναφορὰν τὸ “ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὁ καππεδίον τὸ ἀλήϊον οἶος ἀλᾶτο;” τόν θʼ ἑαυτοῦ πρόγονον πῶς οὐκ ἀφρόνως ὁ Γλαῦκος ἀπεχθῆ γενέσθαι θεοῖς καταγγέλλει, ἀφʼ οὗ τὴν τῆς ξενίας φιλίαν καταβάλλεσθαι ἔμελλεν; ῥητέον δὲ ὅτι οὐδέπω γνωρισθεὶς ὁ Γλαῦκος Διομήδει, καὶ ὡς προγονικὴν ἔχων πρὸς αὐτὸν φιλίαν, ὑπεύθυνός ἐστιν ἁπλϊκώτερον διηγούμενος τὰ κατὰ τὸν πάππον καὶ ἀληθέστερον μᾶλλον ἢ κεχαρισμένως. ὥσπερ δʼ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα, τὸ φρύαγμα τοῦ Διομήδους καθαι- ρῶν “Τυδείδη μεγάθυμε, τίη—ἠδ᾿ ἀπολήγει,” οὕτω καθαιρεῖ διʼ οἰκείων παραδειγμάτων. ἢ μήποτε τῶν καθόλου ῥηθέντων περὶ ἀνθρώ- πων ἐν τοῖς πρόσθεν πίστις ἡ περὶ τόν πρόγονον μεταβολὴ ἐκ το- σαύτης ἀρετῆς καὶ εὐδαιμονίας γενομένη. ἐκεῖνο δὲ πάλιν ὅπερ ἔπρεπε τῷ ἀπογόνῳ γεγονέναι τὴν συμφορὰν, οὐκ ἀπεκάλυψε. μήποτʼ οὖν ὥς φαμεν “ἀλλʼ ὅτε δὴ καὶ κεῖνος,” ἀναφορὰν εἰς τὰ καθόλου περὶ τῶν ἀνθρώπων ῥηθέντα, ὡς θάλλει τε ὁμοῦ καὶ πάλιν μαραίνεται. κἀκεῖνος οὖν ὅτε τὰ ἀνθρώπινα πάσχειν ἔμελλε καὶ ταῖς τύχαις ἐνίσχεσθαι ταῖς ἀνθρωπίναις, μεταβέβληκεν. ἐπειδὴ τὰς μὲν εὐτυχίας εἰώθασιν ἀναφέρειν εἰς τὸ θεοφιλὲς, τὰς δὲ δυστυχίας εἰς ἀπέχθειαν θεῶν, τὴν μεταβολὴν ἐπὶ τὸ χεῖρον τοῦ Βελλεροφόντου εἰκότως εἰς ἀπέχθειαν θεῶν ἀνατέθεικεν. ὅτι δὲ πολλή τις ἡ κατʼ αὐτὸν μεταβολὴ γέγονε δηλοῖ ἃ καταλέγει δυστυχήματα αὐτοῦ· Ἴσανδρον μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Ἄρης μαρνάμενον Σολύμοισι κατέκτανε, Λαιδάμειαν δὲ τὴν θυγατέρα χωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. οὐκ ἀπεικὸς οὖν ὑπερπαθή- σαντα αὐτὸν ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ φιλέρημον γενέσθαι, καί πενθοῦντα ἀνακαλεῖσθαι τοὺς θεοὺς ὡς θεομισῆ γενόμενον. ἅπερ οὖν ἐκεῖνος δυστυχῆ περὶ ἑαυτοῦ κατακέκρικε, ταῦτʼ εἰς τὰ γένη διαδοθέντα εἰκὸς ἦν μὴ ἀγνοῆσαι τὸν ἔκγονον. ἄμεινον γὰρ διὰ τὰ τέκνα φάναι τὸ τῆς λύπης μέγεθος γενέσθαι ἢ νόσῳ ἀνενέγκαι τὴν αἰτίαν τῇ τῶν μελαγχολώντων, οἳ φιλέρημοι γίνονται καὶ [*](23. εἰς ἀπέχθειαν Vill.] ἐπχθεῖ, omisso εἰς)

292
τὰς λεωφόρους ἐκτρέπονται λυπούμενοι ἐπὶ μηδενὶ λύπης ἀξίῳ. Ἀντίμαχος δὲ ἐν τῇ Λυδῇ, ὅτι τοὺς Σολύμους ἀνεῖλε θεοῖς ὄντας προσφιλεῖς, διὰ τοῦτο μισηθῆναι αὐτόν φησιν ὑπὸ τῶν θεῶν. Λέων δὲ ἐν τοῖς Χρυσαορικοῖς γεγράφθαι φησὶν ὡς ἀπήχθετο πᾶσι θεοῖς, Προίτῳ μὲν διαβεβλημένος ὑπὸ τῆς γυναικὸς ἀδίκως, Ἰοβάτῃ δὲ ἢ Ἀμφιάνακτι ἐκ τῶν γραμμάτων· τούτῳ δʼ ἀκόλουθον εἶναι καὶ τὸ πάτον ἀνθρώπων ἀλεείνων. φασὶ δὲ τοὺς ὕστερον Πισίδας κληθέν- τας σολύμους πρότερον κεκλῆσθαι.

201. ἀλήιον οἶος ἀλᾶτο] ἡ τῶν παίδων ἀπώλεια γέγονεν αὐτῷ τοῦ μονασμοῦ αἰτία, ὡς καὶ τῷ Λαέρτῃ. ἀλήϊον δὲ πεδίον, ὅπερ ᾤκει ἀλεείνων τοὺς ἀνθρώπους. τάχα δὲ καὶ τὰ τῆς τύχης εἰς θεοὺς ἀναφέρει. ὥσπερ δὲ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα, τὸ φρύ- αγμα Διομήδους καθαιρῶν, καὶ νῦν οὐκ ἀπώκνησε τὴν τῆς τύχης περὶ τὸν πρόγονον ὁμολογῆσαι μεταβολήν. ἢ τάχα πιστοῦται τὰ ἀγαθὰ διὰ τῆς ὁμολογίας τῶν ἀτυχιῶν. τὸ δὲ ἀλήϊον τινὲς ἐδάσυ- ναν παρὰ τὸ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι· ἄμεινον δὲ ψιλοῦν ἀπὸ τῆς ἄλης.

*ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὀμήρου σαφηνίζειν, αὐτὸν ἐξηγούμενον ἑαυτὸν ὑπεδείκνυον, ποτὲ μὲν παρακειμένως, ἄλλοτε δʼ ἐν ἄλλοις. τῷ γὰρ εἰροκόμῳ παράκειται συνεζευγμένη ἡ ἐξήγησις· “γρηῒ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν εἰροκόμῳ” (Il. 3, 386). τίς οὖν ἡ εἰροκόμος; “ἥ οἱ” φησίν “ἤσκειν εἴρια καλά·” ἡ γὰρ ἀσκοῦσα τὰ ἔρια αὐτοῦ ἐξηγησαμένου εἴη ἂν ἡ εἰροκόμος· κομεῖν δὲ τὸ ἀσκεῖν καὶ καλλωπίζειν, ὡς τὸ “χρυσὸν κέρασι περιχεύῃ ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχαροίατʼ ἰδοῦσα” (Od. 3, 437). καὶ πάλιν “ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους” (Od. 2, 65). τίνες οὖν οἱ περικτίονες; ἐπάγει “οἳ περιναιετάουσι.” “βοῦν ἦνιν εὐρυμέτωπον ἀδμήτην” (Il. 10, 292). ἆρʼ οὖν τὸ ἀδμήτην τὴν ἄγαμον δηλοῖ; οὐχὶ, ἀλλὰ “τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ.” καὶ πάλιν “ἔνθ᾿ οἵ γʼ οὐκέτι πάμπαν ἀφέστασαν, ἦρχε γὰρ Ἄρης” (Il. 21, 391). τί οὖν ἔστιν ἦρχε; “καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσεν.” ἐπὶ δὲ τῆς [*](18. Πορφυρίου nomen prae- κόμῳ προσεῖπε scripsit Vill. 23. κομεῖν δὲ τὸ ἀσκεῖν Vill.] ἀσκεῖν 20. τῷ γὰρ εἰροκόμῳ Vill.] τῆς τε δὲ τὸ κομεῖν γὰρ εἰροκόμου 26. τ᾿] om. εἰροκόμου 26. 21. προσέειπεν εἰροκόμῳ Vill.] εἰρο- 28. τὸ et τήν addidit Vill. )

293
Πηλιάδος μελίης καὶ φιλοτιμουμένῳ ἔοικε πολλαχόθεν τὴν κλῆσιν προσοῦσαν δεικνύναι· ἢ γὰρ ἀπὸ τοῦ μόνον αὐτὴν ἐπίστασθαι πῆλαι τὸν Ἀχιλλέα “ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς” (Il. 16, 142)· ἢ ἀπὸ τοῦ Πηλέως τοῦ πατρός “τὴν πατρὶ φίλῳ τάμε Χείρων” (ib. 143)· ἢ ἀπὸ Πηλίου τοῦ ὅρους ὅθεν ἐτμήθη “πατρὶ φίλῳ τάμε Χείρων Πηλίου ἐκ κορυφῆς.” ἀλλʼ ἐπεὶ μελίη τὸ δόρυ ἀπὸ τοῦ δένδρου τῆς μελίας, καὶ “οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε” (Il. 22, 328). δῆλον ὡς καὶ τὸ μείλινον ἔγχος (Il. 5, 655) ἐκ μελίας τοῦ δένδρου, οὐ μὴν ὡς οἱ πολλοὶ, τὸ μακρόν. καὶ ἔγχεα ὀξυόεντα (ib. 568) τὰ ἐξ ὀξύας τοῦ δένδρου, ὡς καὶ Ἀρχίλοχος “ὀξύη ποτᾶτο,” ἀλλʼ οὐ τὰ ὀξέα, ὡς οἱ γραμματικοὶ ἀποδεδώκασιν. πάλιν ἔφη “ἤτοι ὁ καππεδίον τὸ ἀλήϊον.” διὰ τί οὖν ἀλήϊον; ἆρά γε παρὰ τὸ ἄσπορον καὶ μὴ ἔχον λήϊα; οὐδαμοῦ, ἀλλʼ ἐκ τοῦ οἶον αὐτὸν ἐν αὐτῷ ἀλᾶσθαι. καὶ τί οὖν τὸ οἶον ἀλᾶσθαι; ἐξηγεῖται “πάτον ἀνθρώπων ἀλεείνων.” ἐν δὲ τῷ “καὶ μέν οἱ Λύκιοι τέμενος τάμον” ταχέως δεδήλωκεν ὅτι ἀπὸ τοῦ τετεμνῆσθαι καὶ ἀφωρίσθαι τὸ τέμενος λέγεται “τέμενος τάμον.” οὕτω καὶ κει- μήλια ἔφη κεῖσθαι (47)· ἀπὸ γὰρ τοῦ κεῖσθαι κειμήλια λέγεται. πάλιν πτωχὸν ἔφη πανδήμιον (Od. 18, 1). τίς οὖν οὗτος; “ὃς κατὰ ἄστυ πτωχεύεσκʼ Ἰθάκης,” ἀλλʼ οὐχ ὡς Ὀδυσσεὺς ἐν μιᾷ οἰκίῳ. πάλιν δέ “μετέπρεπε γαστέρι μάργῃ (ib.). τίς οὖν ἡ γαστριμαργία; ὥσπερ ὅρον ποιούμενος ἐπάγει “ἀζηχὲς φαγέμεν καὶ πιέμεν,” τὸ ἀδιαλείπτως ἐσθίειν καὶ πίνειν μεταλαβὼν εἰς τὸ ἀζηχές. ὃ ἐν ἄλλοις (Od. 9, 74) ἔφη “συνεχὲς αἰεί.” καὶ ἐπὶ ἄλλου μὲν ἔφη ἐν πᾶσι διαπρέποντος “ὁ δʼ ἔπρεπε καὶ διὰ πάντων” (Il. 12, 104), ἐπὶ δὲ τοῦ Ἴρου “μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ,” ὅτι ἐπὶ τῇ γαστριμαργίᾳ μόνῃ διέπρεπε. πόθεν οὖν Ἶρος καλεῖται; “οὕνεκ᾿ ἀπαγγέλλεσκε κιὼν, ὅτε πού τις ἀνώγοι” (Od. 18, 7). καὶ πάλιν “οὐκ ἀίεις ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί” (ib. 11). τί οὖν τὸ ἐπιλλίζειν; τὸ διανεύειν· “ἑλκέμεναι δὲ κέλονται,” ἀπὸ τοῦ τοὺς διανεύοντας ἐπίλλειν τοὺς ὀφθαλμούς· καὶ ἰλλάδες οἱ συνεστραμμένοι ἱμάντες, ὡς ἀλλαχοῦ ἔφη “ἐν δὲ στρόφος ἦεν ἀορτήρ” (Od. 13, 438). “τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος [*](10. ὀξυόεντα—ὀξύας—ὀξύη Vill.] 16. τετενῆσθαι] Mira forma ὀξειόεντα—ὀξ;;ιας—ὀξέιη perfecti. τετμῆσθαι VilI. 12. ἔφη addidi. Vill. 24. ὁ addidit Vill.)
294
Ἀπόλλων” (Od. 7, 64). τίς οὖν ὁ ἄκουρος; “μίαν οἴην παῖδα λιπόντα.” ὡσαύτως καὶ τὸ κύμβαχος ἐξηγεῖται, ἐπάγων “ἐπὶ βρεχμόν τε καὶ ὤμους δηθὰ μάλʼ εἱστήκει” (Il. 5, 586). γυῖα δʼ ἐξηγεῖται “πόδας καὶ χεῖρας ὕπερθεν” (ib. 122). καὶ ἀμφιγυήεις οὖν ὁ περὶ τὰ γυῖα βεβλαμμένος, ὃν καὶ κυλλοποδίονα προσεῖπε. καὶ τὸ “γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους” (Il. 8, 402), σκελεαγεῖς ποιήσω· ἐπάγει γὰρ “κατὰ δʼ ἅρματα ἄξω.” φιλοτιμεῖται καὶ τὸ λυκόφως ἐξηγήσασθαι οἷόν ἐστιν “ἦμος δʼ οὔτ᾿ ἄρ πω ἠὼς, ἔτι δʼ ἀμφιλύκη νύξ” (Il. 7, 433)· οὐ γὰρ εἰ μηδέπω ἠὼς, ἔτι ἦν ἡ νὺξ, ἀλλʼ ἡ ἀμφιλύκη ἦν, ὁ βαθὺς ὄρθρος. ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατολῆς ἡλίου πεφωτισμένον διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διάστημα λέγει ἠῶ δηλοῖ ἐπὶ τῆς νεὼς τοῦ Τηλεμάχου εἰπὼν “παννυχίη μὲν ἄρʼ ἥγε καὶ ἠῶ πεῖρε κέλευθον” (Od. 2, 434), ἐπάγει “ἠέλιος δʼ ἀνόρουσε λιπὼν περι- καλλέα λίμνην” (Od. 3, 1). καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθινοῦ φαμὲν καὶ ἕωθεν, ὅπερ ὁ ποιητὴς “ἠῶθεν δʼ ἀγορήνδε” φησίν (Od. 1, 372). ἕως οὖν καὶ ἠώς τὸ πρὸ ἀνατολῆς ἡλίου· τὸ δὲ πρὸ τῆς ἕω λυκόφως καὶ νὺξ ἀμφιλύκη. λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς ἡλίου ἄχρι μεσημβρίας διάστημα ἠῶ. “ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ” (Il. 21, 111) “ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” (Il. 8. 66) “εὗον παννύχιοι καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ” (Od. 7. 288). λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέραν “ἥδε δὴ ἠὼς εἶσι δυσώ- νυμος” (Od. 19, 571) “ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη” (Il. 12, 155). περὶ οὗ φησὶν “ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν ἐκ Λήμνοιο (ib. 45). ἠὼς δὲ καὶ ἡ θεός· “ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυιλος ἠώς” (Od. 5, 121). πάλιν αὐτὸν ἐξηγεῖται παρακειμένως διʼ ὧν ἐπάγει ἐν τούτοις “Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός” (Od. 18, 75). τί οὖν τὸ κακῶς ὀρίνεσθαι τὸν θυμόν; ἐπάγει “δειδιότα.” τί οὖν παρακολούθημα δέους; “σάρκες δὲ περιτρομέοντο μέλεσσιν.” ὁ δὲ δειλὸς κακὸς, ἀφʼ οὗ τὸ κακόν· καὶ πάλιν τὸ δεδιέναι, ὅπερ πάθος ἐν τῇ ψυχῇ γίνεται, καὶ τὸ τρέμειν, ὅπερ ἐν τῷ σώματι, ἐπιτέμνων ἔφη “εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς” (ib. 80). ἐπιμένων δὲ τῇ ψυχρᾷ φύσει τοῦ φόβου, κρυόεντα καλεῖ τὸν φόβον “φόβου κρυόεντος ἑταίρη” (Il. 9, 2) καὶ ἐν ἄλλοις “ψυχρὸν δέος εἷλε” καὶ “ῥίγησεν δʼ ὁ γέρων” (Il. 3, 259). φοβηθείς. εἰ δʼ ὁ φόβος [*](16. φησὶν addidi ViIl. 19. ἠῶ] ἠὼς)
295
ψύχει, δῆλον ὡς τὸ θάρσος θάλπει· εἰκότως ἄρα θαλπωρὴν λέγει τὸ θάρσος. ἐκ δὴ τούτων παρακειμένας ἐχόντων τὰς ἐξηγήσεις δεῖ παρατηρεῖσθαι καὶ τὰ ἐν διαφόροις ἐπὶ τῆς αὐτῆς διανοίας παρα- λαμβανόμενα εἰς ἐξήγησιν τῶν ἀσαφεστέρων.

202. πάτον ἀνθρώπων ἀλεείνων] οὐχ ὡς οἱ νεώτεροί φασι, μελαγ- χολήσας, ἀλλʼ ὀδυνώμενος ἐπὶ τῇ τῶν ἑαυτοῦ παίδων ἀπωλείᾳ ἐμόναζε. διδάσκει δὲ πόσην ἔχει ψυχαγωγίαν ἡ συντυχία, καὶ μάλιστα ἡ τῶν ἰδίων, ὅτι διʼ αὐτοὺς τὴν ψυχὴν ἀπελέγετο.