Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

125. προβέβηκας] ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων χώραν λαβὼν ἔπεισιν αὐτῷ.

127. δυστήνων] κακὴν ἐχόντων τὴν στάσιν, ἢ δυσθανῶν.

128. ὡς τὸ “βὰν δὲ κατ᾿ Ἰδαίων ὀρέων” (Il. 8, 410) καὶ “ὣς φαμένη κατέβαιν᾿ ὑπερώϊα σιγαλόεντα” (Od. 18, 205), ἵνα καὶ τοῦτο τῷ εἰλήλουθας συντάσσοιτο. οἱ δὲ ἀντὶ τῆς ἀπό. τοῦτο δέ φησιν, ἐπεὶ εἶπε “φὰν δέ τιν᾿ ἀθανάτων” (108)· τὸ γὰρ παρά- δοξον τῆς τόλμης ἀπιστεῖν αὐτὸν εἰκότως ἐργάζεται.

129. * Πορφυρίου. πῶς, φασὶ, λέγει Διομήδης “οὐκ ἂν ἔγωγε— Λυκούργου” καὶ τὰ ἑξῆς; πῶς γὰρ παραιτεῖσθαι λέγων τὸ θεομα- χεῖν αὐτὸς μὲν δύο τέτρωκε θεοὺς ἤδη, τὸν Διόνυσον δὲ ἐν αὐτοῖς τούτοις μαινόμενον λέγει καὶ πεφευγέναι εἰς θάλασσαν φοβηθέντα; ἄτοπον γὰρ καὶ ψεύστην ὁμοῦ καὶ βλάσφημον τὸν Διομήδη κατε- λέγχον. λύσις. τὸ μὲν οὖν τρῶσαι θεοὺς οὐ κατὰ προαίρεσιν αὐτοῦ γέγονε, καθ᾿ ὑπηρεσίαν δὲ ἄλλης θεοῦ, κατὰ θεῶν ἕπεσθαι καὶ αὐτῆς κελευσάσης. τοῖς δύο δ᾿ εἰρηκυίας Ἀθηνᾶς μόνοις δεῖν ἐναντιωθῆναι, καὶ διὰ τούτους τὴν ὁμίχλην ἀφελούσης καὶ τὴν ἀπὸ τούτων μόνων ἀγνωσίαν ἀφῃρημένης, προσθείσης δὲ “μή τί σύ γ᾿ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις” (Il. 5, 130), καὶ τοῦ Διομή- δους εἰπόντος “ἀλλ᾿ ἔτι σῶν μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας, οὔ μ᾿ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι τοῖς ἄλλοις” (ib. 818), Γλαύκου δὲ θρασύτερον ἐπιόντος, εὐλαβεῖται μή τις εἴη θεὸς, καὶ τῆς παραγγελίας εἰς μνήμην ἀγείρει, λέγων “οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.” μαινόμενος δὲ ὁ Διόνυσος οὐ κατὰ βλασ- φημίαν εἴρηται, ἀλλὰ παραστατικῶς τῆς τοῦ θεοῦ κατὰ βακχείαν ὁρμῆς. φλέγοντος ἰσχυρῶς καὶ ἀκμάζοντος καὶ ἐρρωμένου ἐν τῇ τῆς χορείας καταστάσει, ὁμοίως τῷ “μαίνετο δ᾿ ὡς ὅτ᾿ Ἄρης ἐγχέσ- παλος ἢ ὀλοὸν πῦρ” (Il. 15, 605). καὶ ἐν τῇ συνηθείᾳ δὲ ἐπὶ τῶν [*](4. προεμάχει] προεμὰχη 28. εἰς μνήμην ἀγείρει] μνήμην 18. κατελέγχον Bekk.] κατελέγχον ἐγείρει ViIl. 25. ἐπέτειλας] ἐπέτελλ 31. καὶ ἐρρωμένου Vill.] καὶ om.)

285
ὑπερβαλλόντων τοῖς ἔργοις κατ᾿ ἀνδρείαν μαίνεται φαμὲν, μανίαν τὴν ἐνθουσιαστικὴν πρᾶξιν λέγοντες. καὶ Πλάτων δὲ διαιρῶν τὰς μανίας δείκνυσι τὰς ἀγαθάς τε καὶ θείας αἵτινές εἰσι. φυγὴν δὲ Διονύσου, οὐχ ὁ Διομήδης κατέγνωκε. τοῖς δὲ λεγομένοις καὶ κεκρα- τηκόσι μύθοις Ὅμηρος κρίνων αὐτοὺς εἰς χρῆσιν κατὰ καιρὸν τοῖς ἥρωσιν ἀνατέθεικεν. τὰ δὲ κατὰ τὴν Λυκούργειαν οἰκεῖον ἦν εἰδέναι τῷ Διομήδει. Οἰνεὺς γὰρ ὁ πάππος αὐτοῦ ὁμόλεκτρος λέγεται Διονύσῳ γενέσθαι· οἶδεν οὖν εἰκότως τὰ κατὰ τὸν Διόνυσον, καὶ ὁποίου τέλους ἔτυχεν ὁ πρὸς τοῦτον μαχεσάμενος Λυκοῦργος. ἐναρ- γῶς δὲ καὶ ἐν ὀλίγοις καὶ κυρίᾳ τῇ λέξει χρώμενος χορείαν ἀπήγγειλε Βακχῶν· ὁ μὲν γὰρ Λυκοῦργος τὸν πέλεκυν ἀνατετακὼς ὁρᾶται (οὗτος γάρ ἐστιν ὁ βουπλήξ), αἱ δὲ φεύγουσαι κατὰ τὸ ὄρος, οἱ δὲ θύρσοι κείμενοι χαμαὶ, ὁ δὲ Διόνυσος διὰ δέος καταδυόμενος εἰς τὴν θάλασσαν ὡς ἂν ἔτι παῖς, καὶ Θέτις ὑποδεχομένη τοῖς κόλποις ὡς νήπιον ἔτι καὶ παῖδα, τὸν δὲ δεδιότα διὰ τὴν ἀπειλὴν τοῦ ἐπανατεινα- μένου τὸν πέλεκυν ἀνδροφόνου Λυκούργου. καὶ τὸ τὰ θύσθλα δὲ καταχέαι φάναι, ἀλλὰ μὴ ῥῖψαι, τὸ ἁβρὸν τῶν περὶ τὸν Διόνυσον Βακχῶν παραστήσει.

132. νομίζουσί τινες μηδὲ Διόνυσον εἶναι παῤ Ὀμήρῳ θεὸν, ἐπειδήπερ ὑπὸ Λυκούργου διώκεται, καὶ μόλις δοκεῖ σωτηρίας τυχεῖν Θέτιδος αὐτῷ παραστάσης. τὸ δ᾿ ἐστὶν οἴνου συγκομιδῆς γεωργικὴ ἀλληγορία, δι᾿ ὧν φησὶν “ὅς ποτε μαινομένοιο—κόλπῳ δειδιότα.” μαινόμενον μὲν εἴρηκεν ἀντὶ Διονύσου τὸν οἶνον, ἐπειδήπερ οἱ πλείονες τῷ πότῳ χρώμενοι τοῦ λογισμοῦ διασφάλλονται, ὥσπερ τὸ δέος χλωρόν καὶ πευκεδανὸν, εἰ τύχοι, λέγει τὸν πόλεμον· ἃ γὰρ ἀπ᾿ αὐτῶν συμβαίνει, ταῦτα ἐκείνοις εἴρηκε περιάψας ὅθεν ἄρχεται τὰ πάθη. Λυκοῦργος δὲ ἀνὴρ καὶ ἀμπέλου λήξεως δεσπότης, μετὰ τὴν ὀπωρινὴν ὥραν, ὅτε συγκομιδὴ τῶν Διονυσιακῶν καρπῶν ἐστὶν, ἐπὶ τὴν εὐφορωτάτην ἐξεληλύθει Νῦσαν. τιθήνας δὲ τοῦ Διονύσου νομίζειν δεῖ τὰς ἀμπέλους. καὶ μετὰ τοῦτο ἔτι δρεπομένων τῶν βοτρύων φησὶ “Διώνυσος δὲ φοβηθεὶς,” ἐπειδήπερ ὁ μὲν φόβος εἴωθε τρέπειν τὴν διάνοιαν, ὁ δὲ τῆς σταφυλῆς καρπὸς τρεπόμενος, θλιβόμενος εἰς οἶνον· [*](4. e οὐχ ὁ Διομήδης] οὐκ Ἰδομενέως 12. αἱ δὲ φεύγουσαι] οι et ι (i. e. Bekk. οὐκ Ἰδομενῆος Vill. οἱ δὲ φεύγουσι) superscr. 6. Λυκούργειαν] λυκουργίαν 25. χλωρὸν—λέγει Vill.] καὶ π. 7. αὐτοῦ Bekk.] αὐτῷ εἰ τύχῃ καὶ χ. λέγει 11, 18. Βακχῶν] βάκχων 29. Νῦσαν] νύσσαν )

286
ἔθος γὰρ τοῖς πολλοῖς ἐπὶ φυλακῇ τοῦ διαμένειν ἀκλινῆ τὸν οἶνον ἐπικιρνᾶν θαλαττίῳ ὕδατι. παρὰ τοῦτο ὁ Διόνυσος “δύσεθʼ ἁλὸς κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ,” ἡ τελευταία μετὰ τὴν ἀπόθλιψιν τοῦ καρποῦ θέσις· αὕτη γὰρ ἐσχάτη δέχεται τὸν οἶνον, διότι τὸν ἐν ἀρχῇ τοῦ νεοθλιβοῦς γλεύκους παλμὸν καὶ τὴν μεθαρμόζουσαν ὁρμὴν δέος εἶπε καὶ τρόμον. οὕτως ὁ Ὅμηρος οὐ φιλοσοφεῖν μόνον ἀλλη- γορικῶς, ἀλλὰ καὶ θεωρεῖν ἐπίσταται. θύσθλα δὲ αἱ κράδαι αἱ βακ- χικαὶ, ἤτοι συκῆς φύλλα. ἔνιοι δὲ τὰ ἐπιφερόμενα τοῖς βωμοῖς· οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου, ἢ κισσὸν, ἢ κλάδους, ῥάβδους, νάρθηκας, θύματα, στεφάνους, χοάς.

133. ἐν διαφόροις τόποις ἱστοροῦσι τὰ περὶ Νυσίαν· ἄμεινον δὲ τὰ περὶ Θράκην ἀκούειν καὶ Σαμοθρᾴην, καὶ τὸν Διόνυσον ἐκεῖσε δύνειν ἔνθα καὶ Θέτις διῆγε “μεσσηγὺ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης” (Il. 24, 78).

134. θύσθλα] οἱ μὲν τοὺς κλάδους, οἱ δὲ τὰς ἀμπέλους, οἱ δὲ τοὺς θύρσους, οὓς ἐβάσταζον, ὃ καὶ ἄμεινον.

135. φοβηθείς] μικρὸς γὰρ ἦν ἀπὸ τοῦ καὶ τὰς τιθήνας αὐτῷ συγκαταλέγεσθαι καὶ εἰς τὸν κόλπον αὐτὸν δεδυκέναι καὶ Λυκοῦργον μὴ τιμωρήσασθαι.

138. ῥεῖα ζώοντες] ὁ γὰρ ἡμῶν βίος παρὰ τὴν βίαν ὅλως ἐστίν.

139. τυφλὸν ἔθηκε] ἐπεὶ τὰς τελετὰς ὁρῶν οὐκ ἐσωφρόνει, οἰκείως τὰς ὄψεις κολάζεται.

148. τηλεθόωσα] εἰς ὕψος θάλλουσα καὶ αὐξομένη.

149. ἠμὲν—ἠδ᾿] δύναται μὲν καὶ ἄρθρα εἶναι, ἄμεινον δὲ συνδέ- σμους αὐτοὺς ἐκδέχεσθαι. Ἀλεξίων δὲ εὐθύνει τὰ ἄρθρα σολοικισμὸν κατὰ τὴν φράσιν νομίζων, καί φησι, πῶς ἑνικὸν ὂν τὸ γενεή ἐπιμε- ρίζεσθαι δύναται; κακῶς δέ· δύναται γὰρ καὶ ἐξ ἑνικοῦ ἐπιμερισμὸς γενέσθαι.

*φύει] τὸ φύω σημαίνει τρία, τὸ ἀναβλαστάνω, ὡς ἐνταῦθα, καὶ τὸ ὑπάρχω, ὡς τὸ “θεὸς περφυκώς,” καὶ τὸ κρατῶ καὶ περιπλέκομαι, ὡς τὸ “ἐν τʼ ἄρα οἱ φῦ χειρί (Il. 6, 253) καὶ τὸ “ὣς ἔχετʼ ἐμπεφυυῖα” (Il. 1, 513).

150. εἰς τὸ θέλεις ὑποστικτέον, ἵνα ᾖ τὸ δαήμεναι ἀντί τοῦ δάηθι.

[*](7. Post ἐπίσταται signum est scholii finiti (:—). Reliqua recen- tiora sunt.)
287

152. τὴν Κόρινθον λέγει. εἰσὶ δὲ Ἔφυραι καὶ ἄλλαι, ἡ ἐν Θεσπρωτίᾳ, ἡ ἐν Θεσσαλίᾳ, ἡ ἐν Οἰνόῃ, καὶ νῆσος περὶ Μῆλον.

153. κέρδιστος] μέσον ἐστὶ τοῦτο τὸ ὄνομα· ὡς συγγενὴς δὲ οὐ βλασφημεῖ. ἡ δὲ ἐπανάληψις τὸν ἔνδοξον παρίστησι καὶ τὸν συνετόν.

155. * Βελλεροφόντην] οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους. ἀνελῶν δὲ Βέλλερον τὸν Κορινθίων δυνάστην Βελλεροφόντης ἐκλήθη. ἦν δὲ φύσει μὲν παῖς Ποσειδῶνος, ἐπικλήσει δὲ Γλαύκου. λαβὼν δὲ παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γορυόνος Πήγασον πτερωτὸν ἵππον (διὰ γὰρ τοῦτο ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκει ἐκ τοῦ τῆς Γοργόνος τραχήλου), τούτῳ ἐπωχεῖτο. δράσας δὲ ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας φεύγει εἰς Ἄργος· τυχὼν δὲ καθαρσίων παρὰ τοῦ βασιλέως Προίτου μετʼ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελ- λεροφόντου, ἐδέετο ὅπως συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον ἀντέλεγεν. ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξείποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατειποῦσα ὡς ἄρα εἴη βεβιασμένη παῤ αὐτοῦ. ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἠβου- λήθηἀποκτεῖναι τὸν Βελλεροφόντην, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθʼ ἑαυτοῦ κομίζοντα γράμ- ματα. ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρό- μενον, ὑπετόπησε τὴν κατʼ αὐτοῦ στρατηγῆσαι δεινὴν καταβολήν· τοσοῦτον γὰρ κακῶν ὄχλον τῇ δυνάμει κατηγωνίσατο. ἔδωκε δὲ αὐτῷ τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖράν τινα. ἐπαρθέντα δὲ αὐτὸν ἐφʼ οἷς ἔπραξε λέγεται θελῆσαι μετὰ τοῦ Πη- γάσου τὸν οὐρανόν κατοπτεῦσαι· τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτερωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ, ὅθεν ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου περιόδους. ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τραγῳ- δουμένοις.

[*](4. καὶ τὸν συνετόν] Additamentum αὑτοῦ στρατηγῆσαι τὴν δεινὴν διαβολήν. manus secundae. 29. * Ἠῶ] ἡμέραν 21. στρατηγῆσαι δεινὴν καταβολήν] 31. Scholio de Bellerophonte * στρατηγηθεῖσαν δεινήν καταβολήν. aliud inferius in B adiectum est In scholiis minoribus ὑπετόπησε κατʼ de eodem scholion ex Pulaephati )
288

Λεωφόντης ἐκαλεῖτο· Βέλλερον δὲ ἱππικῇ φονεύσας οὕτως ὠνόμασται.

156. κάλλος τε καὶ ἠνορέην] οὐδὲν γὰρ κάλλος ἄνευ ἀνδρείας. δυεῖν δὲ ὄντων πλεονεκτημάτων τὴν ἀνδρείαν ἐρατεινὴν εἶπεν.

158. ὅς ῥʼ ἐκ δήμου] ὁ Προῖτος ἐκ τοῦ τῶν Ἀργείων δήμου, διὰ τὴν ἀρχήν· τοὺς γὰρ Ἀργείους ὁ Ζεὺς τῇ βασιλείᾳ Προίτου ὑπέταξεν.

160. ἀποτρέπων ἡμᾶς τοῦ τοιούτου μανίαν ὀνομάζει τὸ πάθος· ἢ καὶ δῖα οὖσα ἐπεμήνατο. τινὲς δὲ Διάντεια ὁμοῦ ἀναγινώσκουσι, κακῶς, ἀγνοοῦντες ὅτι τὸ δῖα πολλαχῶς παρʼ Ὁμήρῳ νοεῖται.

162. πεῖθʼ] ὁ παρατατικὸς τὴν πολλάκις τοῦτο λέγουσαν ἐδήλωσε. τὸ δὲ ἀγαθὰ φρονέοντα ἀφʼ ἑαυτοῦ ἐκπεφώνηκε· κἀκεῖ γὰρ κατὰ μοιχῶν νομοθετῶν φησὶν “ὡς ἀπόλοιτο καὶ ἄλλος” (Od. 1, 47) καὶ “οὐκ ἀρετᾷ κακὰ ἔργα” (Od. 8, 329). δῆλον δὲ ἦν καὶ μὴ προσ- τεθέντος τοῦ ὀνόματος ὅτι Βελλεροφόντης λέγεται. περὶ γὰρ τούτου ὁ λόγος ἦν. ἀλλʼ ὅμως ἐπὶ τῇ σωφροσύνῃ τοῦ ἀνδρὸς ἡδόμενος διὰ στόμα αὐτὸν ἔχει· οἷς γὰρ ἡδόμεθα, τούτους ἀνὰ στόμα ἀεὶ περιφέρομεν.

[*](c. 29 a manu recentiore descrip- βασιλεὺς δὲ Ἀμισόδαρος ᾤκει ἔτι τῷ tum, scriptura proxime ad codicem Ξάνθῳ ποταμώ· ὅρος δὲ ὑψηλὸν ἐξ οὖ Mosquensem accedente, Φασὶν ὅτι ἡ Τελμισὶς ὕλη προσκέχωται, 'ρὸς ὃ Βελλεροφόντην ὑπόπτερος ἵππος Πή- δὴ ὅρος προσβάσεις εἰσὶ δύο μὲν ἔμ- γασος ἔφερεν. ἐμοὶ δὲ δοκεῖ οὐδέποτε προσθεν ἐκ πόλεως τῆς Ξανθίων, τρίτη ἵππος τοῦτο δύνασθαι, οὐδ᾿ εἰ πάντα δὲ ὄπισθεν τῆς Καρίας. τὰ δέ ἄλλα τὰ τῶν πτηνῶν πτερὰ λάβοι· εἰ γὰρ κρημνοὶ ὑψηλοί· ἐν μέσῳ δὲ αὑτῶν ἦν ποτὲ τοιοῦτον ζῶον, καὶ νῦν ἂν ἦν. χάσμα ἐστὶ τῆς γῆς μέγα, ἐξ οὑ δὴ καὶ τούτῳ δὲ φασὶ τὴν Ἀμισοδάρου χίμαι- πῦρ ἀναφέρεται. τούτῳ τῷ ὄρει ὄνομα ραν ἀνελεῖν. ἦν δὲ ἡ χίμαιρα πρόσθε χίμαιρα. τότε δὲ ἦν, ὡς λέγουσιν οἱ λέων, ὄπισθε δράκων, μέση δέ χίμαιρα. προσχδώριοι, κατὰ μὲνν τὴν πρόσθειν ἔνιοι δοκοῦσι τοιοῦτον γεγενῆσθαι πρόσβασιν λέων οἰκῶν, κατὰ δὲ τὴν θηρίον τρεῖς ἔχον κεφαλὰς, σῶμα δὲ ἔν· ὄπισθεν δράκων· οἳ δὴ καὶ ἐσίνοντο ἀδύνατον δὲ ἔφην καὶ λέοντα καὶ αἶγα τοὺς ὑλοτόμους καὶ νομέας· τότε δὴ ὁμοίᾳ τροφῷ χρῆσθαι καὶ τὸ θνητὴν Βελλεροφόντης ἔλθὼν τὸ ὅρος ἐνέπρησε φύσιν ἔχον πῦρ ἀποπνεῖν εὔηθες. καὶ ἡ Τελμισὶα κατεκάη, καὶ τὰ θηρία ποίαις δὲ τῶν κεφαλῶν τὸ λοιπὸν σῶμα ἀπώλελτο. ἔλεγον οὖν οἱ προσχώριοι ἐπακολουθεῖ· τὸ δʼ ἀληθὲς ἔχει ὦδε. Βελλεροφόντην ἀφικόμενον μετὰ τοῦ Μελλεροφόντης ἦν Φρύγιος ἀνὴρ, γένος Πηγάσου τὴν Ἀμισοδάρου χίμαιραν Κορίνθιος, καλὸς καὶ ἀγαθός. κατασκευ- ἀπολέσαι. τούτου οὕτως γενομένου ὁ άσασ δὲ πλοῖον μακρὸν ἐληὶζετο τὰ μῦθος προσανεπλάσθη. παραθαλάσσια χωρία περιπλέων καὶ 1. Λεωφόντης] * ἢ Ἱππόνους πρό- ἐξεπόρθει. ὄνομα δὲ ἦν τῷ πλοίῳ τερον addunt alii. Πήγασος. ὡς καὶ νῦν ἕκαστον τῶν 3. ʼἀνδρείας — ἀνδρείαν] ἀνδρίας πλοίων ὄνομα ἔχει. ἐμοὶ δὲ δοκεῖ πλοίω —ἀνδρίαν. μᾶλλον ἢ ἵππῳ ὄνομα κεῖσθαι Μήγασος.)
289