Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

84. ἡμεῖς] ἐγὼ καὶ Αἰνείας. πιθανῶς δὲ τοῖς ἐπικινδύνοις ἑαυτὸν καταλέγει.

87. γεραιάς] τινὲς γεραιράς ἀναγινώσκουσιν, ἵνα δηλοῖ τὰς ἱερείας, τὰς ἐκ τῶν ἱερῶν γέρας δεχομένας.

88. εἰς τό γλαυκώπιδος στικτέον, καὶ λείπει ἡ εἴς· συνάγου- σα εἰς τὸν ναὸν τὰς γεραιὰς καὶ ἀνοίξασα τὰς θύρας αὐτοῦ ἐν τῇ ἀκροπόλει. ἢ περισσοὶ οἱ δύο στίχοι· διὸ οὐδὲ ὑπὸ τοῦ Ἕκτορος λέγονται· οὐ γὰρ αὐτῇ τὸ οἶξαι προσῆκεν.

90. διδάσκει ἐκ τῶν καλλιστευόντων τὸ θεῖον τιμᾶν.

92. ἡ ἐπί ἀντὶ τῆς παρά, ὁμοίως τῷ “ἡ μὲν ἐπ᾿ ἐσχάρῃ ἧστο.” Στράβων γάρ φησι καθῆσθαι πρώην τὰ ἀγάλματα τῆς Ἀθηνᾶς. ἢ ἐξαρτῆσαι αὐτῆς κελεύει. φασὶ δὲ τὸ διοπετὲς ἀνδρὸς δορὰν ἠμ- [*](2. ἐστὶ κεκλιμένη] ἐστὶν ἐγκεκλι- 17. ἀμφιέσασα\—λούσασα] ἀμφιέ- σασθαι—λαύσασθαι μένη Vill. 8. ἢ ἰθὺς ἡ Bekkerus] ἡ ἰθὺς)

281
φιέσθαι, ἔχειν δὲ στέμματα καὶ ἠλακάτην, ἐν δὲ τῇ κεφαλῇ πόλιν, ἐν δὲ τῇ δεξιᾷ δόρυ.

*πῶς δὲ ὀρθοῦ ὄντος τοῦ Παλλαδίου τὸν πέπλον ἐπὶ γούνασι θεῖναι παρακελεύεται; καὶ τινὲς μὲν οὖν φασὶν ὅτι πολλὰ τῶν Παλλαδίων κάθηται. οἱ δὲ ἀπὸ μέρους τὸ ὅλον σῶμα, ὡς ἐπὶ τοῦ ἐϋκνήμιδες Ἀχαιοί. οἱ δὲ, ὅτι γούνατα καὶ τὰς ἱκετείας φησί· λέγει γὰρ “ἀλλ᾿ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται” (Od. 1, 267), τουτέστιν ἐν τῇ τῶν θεῶν λιτανείᾳ καὶ δεήσει. θεῖναι τὸν πέπλον ἐπὶ γούνασιν Ἀθηναίης ἀντὶ τοῦ ἐπὶ λιτανείᾳ καὶ δεήσει. καὶ τὸ ἐπί οὖν ἀντὶ τῆς παρά, ὡς ἐν τῷ “ποιμαίνων δ᾿ ἐπ᾿ ὄεσσιν ἐμίγη φιλότητι” (Il. 6, 25) ἀντὶ τοῦ παρὰ τοῖς ὄεσσιν. οὕτω γοῦν καὶ ἐπὶ γούνασιν ἀντὶ τοῦ παρὰ γούνασιν Ἀθηναίης.

102. οὔτι κασιγνήτῳ ἀπίθησεν] καὶ γὰρ καὶ τὸ μονομάχιον τούτῳ πεισθεὶς ἐποίησεν. δεισιδαίμων δὲ ὢν οὐ θέλει παρέργως τὴν θυσίαν γενέσθαι. ἄλλως τε παροξύνει αὐτοὺς καὶ καταλείπει Αἰνείαν. ἢ πρὸς ἀνάπαυσιν τῶν στρατευμάτων. διὸ καὶ τὸ μονομάχιον Γλαύκου παράγεται. ἢ ἐπεὶ ὠνείδισται ὑπὸ Σαρπηδόνος, Ἀλέξανδρον θέλει παρεγεῖραι.

106. ἐλελίχθησαν] διεγείρει γὰρ αὐτὸν ἡ τοῦ “πάντη ἐποιχό- μενοι” (Il. 6, 81) ἔπειξις.

108. δέ] ὁ δέ ἀντὶ τοῦ γάρ.

109. ὡς] ἀντὶ τοῦ οὕτως· τινὲς δὲ συνάπτουσιν ὅλον, τὸ ὡς ἀντὶ τοῦ ὅτε λέγοντες.

110. ἐκέκλετο] ἀπὸ τοῦ κέλω ἐκέλετο, καὶ πλεονασμῷ τοῦ κ ἐκέκλετο.

112. ἐπιπληχθεὶς ὑπὸ Σαρπηδόνος μετριώτερος γέγονε, καὶ τὴν προσφώνησιν φιλανθρωποτέραν ποιεῖται.

[*](3. πῶς—Ἀθηναίης] Hoc scholion οὖν Ἀθηναίης ἐπὶ γούνασι, τουτέστιν infra ad v. 273 repetitur cum levi ἐπὶ τῇ λιτανείᾳ (λιτα codex) καὶ δεήσει scripturae diversitate sic scriptum, τὸν πέπλον. οἱ δὲ ὅτι τῆ ἐπί ἀντὶ τῆς πῶς ὀρθοῦ ὄντος τοῦ παλλαδίου τὸν παρά εἴωθε χρῆσθαι, ὡς τὸ (25) “ποι- πέπλον ἐπὶ γούνασι θεῖναι παρακελεύ- μαίνων δ᾿ ἐπ᾿ ὄεσσι μίγη φιλότητι,” εται; καὶ τινές μὲν οὖν φασὶν ὅτι πολλὰ ἀντὶ τοῦ παρὰ τοῖς ὄεσσι. καὶ “ἡ μέν τῶν παλλαδίων κάθηται· οἱ δέ ἀπὸ ἐπ᾿ ἐσχάρη ἤστο” ἀντὶ τοῦ παρὰ τῇ μέρους τὸ ὅλον σῶμα, ὡς ἐπὶ τοῦ ἐσχάρη. οὕτω γοῦν καὶ ἐπὶ γούνασι τὸ ἐῦκνήμιδες Ἀχαιοί· οἱ δὲ ὄτι γούνατα παρὰ γούνασιν Ἀθηναίης. καὶ τὰς ἱκετείας λέγει· φησὶ γὰρ 15. ἄλλως τε] ἄλλως τε καὶ Bek- “ἀλλ᾿ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι kerus. κεῖται” (Od. 1, 267), τουτέστιν ἐν 26. *ἐπιπληχθεὶς] ἐπεὶ πληχθεὶς τῆ τῶν θεῶν ἱκετείᾳ καὶ δεήσει. θεῖναι)
282

113. ὄφῤ ἂν ἐγὼ βείω] ταύτην τὴν ἀπολογίαν ποιεῖται, ἵνα μὴ δοκῇ φεύγειν.

114. βουλευτῇσι] ὁ μὲν Ἕλενος ἔλεγεν “εἰπὲ δ᾿ ἔπειτα μητέρι σῇ καὶ ἐμῇ· ἡ δὲ ξυνάγουσα γεραιάς.” ὁ δὲ Ἕκτωρ τὴν μὲν ὑπὲρ Διομήδους ἐκκλέπτει εὐχὴν, τοῦ δὲ εὐπρεποῦς ἕνεκα προστίθησι τοὺς προβούλους γέροντας. πιθανῶς δὲ καὶ τοῖς βουλευταῖς φησὶν, ἵνα μὴ δοκῇ γυναῖκας μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζειν.

115. δαίμοσιν ἀρήσασθαι] ἐπέρρωσεν αὐτοὺς χρηστῇ ἐλπίδι· δε- δίασι γὰρ ὡς παρασπονδήσαντες.

116. ἀπέβη] καὶ πῶς ἔδει τοσαύτῃ περιστάσει συνεχομένων τῶν Τρώων ἀναχωρεῖν καὶ μὴ μᾶλλον ἐπικηρυκεύσασθαι τὴν θυσίαν; ἀλλ᾿ ᾔδει τοὺς Τρῶας ἐθελοκακοῦντας τῇ ἀπουσίᾳ Ἀλεξάνδρου, καὶ μᾶλλον ἐπὶ τοῦτον ὥρμητο, ἵνα διεγείρῃ καὶ αὐτόν.

*Πορφυρίου. ἡ εἰς τὴν Ἴλιον ἐπάνοδος τοῦ Ἕκτορος ἀλόγως ἔχειν δοκεῖ· καὶ γὰρ διὰ κήρυκος τὰ περὶ τὴν θυσίαν ἀποσταλῆναι ἡδύνατο. ἡ λύσις ἐκ τοῦ καιροῦ. τῶν γὰρ Τρώων ἐθελοκακούντων διὰ τὴν τοῦ Ἀλεξάνδρου ἀπουσίαν, τὸ πλέον ἐπὶ τούτους πορεύεται.

*ἀποροῦσιν ἐπὶ τῇ ἀποστάσει Ἕκτορός τινες τῇ εἰς τὴν πόλιν γεγονυίᾳ, πάσης οὕτως τῆς ῥοπῆς τῶν πραγμάτων παρὰ τοῖς Ἕλλη- σιν οὔσης. δυνάμενος ὁ Ἕκτωρ καὶ ἄλλον ἀποστέλλειν πρὸς τὴν μητέρα, ἵνα εὔξηται καὶ τὰς ἄλλας εἰς τοῦτο παρακαλέσῃ, οὐ ποιεῖ τοῦτο, ἀλλ\᾿ αὐτὸς ἄπεισιν. οἱ μέν φασιν, ὅπως τῇ γυναικὶ διαλεχθῇ, τοῦτο τὸν ποιητὴν οἰκονομῆσαι· οἱ δὲ τοῦτο μὲν ἄλλως φασὶν ἐπα- κολουθῆσαι, προηγούμενον δὲ ἰδεῖν ὡς εὔλογον εἶναι ἀπαίτησιν. . . . . φασὶν ὅτι παρών τε οὐδὲν ὠφέλει καὶ ἀπελθὼν ἐξ ὧν ὁ μάντις ἔλεγεν ἀπαλλαγὴν τῶν παρόντων εὕρισκε, παρασκευάσας τὸ θεῖον εὐμενές. καὶ οὐ μικρὰν δὲ ἔφασαν ἐπιστροφὴν τοῦ θείου εἶναι τὸ ἢ διὰ τοῦ τυχόντος ἢ διὰ τοῦ προεστῶτος τῶν πραγμάτων γίνεσθαι τὴν θερα- πείαν, ἐπεὶ οὐδὲ τὸ ὑπὸ οἰκέτου τυχεῖν διακονίας ὅμοιον τῷ ὑπὸ τοῦ υἱοῦ ἢ ἀδελφοῦ ἢ γυναικός· ὑπὸ τῶν ἀρίστων γὰρ τιμωμένους τοὺς θεοὺς εἰκὸς μᾶλλον χαίρειν ἢ ὑπὸ τῶν τυχόντων. ἔπειτ᾿ οὐ περὶ τοῦ Ἕκτορος ζητεῖν δεῖ, διὰ τί χωρίζεται πεισθεὶς τῷ μάντει καὶ τούτου [*](14. * Πορφυρίου] om. ἀπαίτησιν (in cod. ἀπαιτοῦ . . . quod 17. τούτους] τοῦτον Vill. correxit Vill.) aliquot litterae exci- 19. πάσης] Post πάσης (?? . . . derunt, quae hodie legi non possunt. codex) et infra post ἄπεισιν et post 27. μικρὰν Vill.] μικροῖς )

283
ἀκούσας ἐκτελεῖ τὴν πρόσταξιν, συντελεῖν τὰ κελευόμενα πρὸς τοὺς θεοὺς καθήκειν κρίνας· πρὸς δὲ τὸν μάντιν, εἰ ἄρα, ζητεῖν ἔδει δι᾿ ἣν αἰτίαν καὶ τοῦτον ἀπάγει. εἶπε δ᾿ ἂν ὅτι οὐ πρὸς τὰς δόξας τῶν πολλῶν ἅπόντα πέφυκεν εἰς τοὺς θεοὺς καθήκοντα, ἀλλ᾿ ὥσπερ ἐφάνη δεῖν εὔξασθαι, καὶ θεῷ οὐκ ἄλλῳ, ἀλλὰ τῇ Ἀθηνᾷ, πέπλον τε ἀναθεῖναι τὸν χαριέστατον ἠδὲ μέγιστον, καὶ βουθυσίας ὑποσχέσθαι, καὶ διὰ πρεσβυτίδων γυναικῶν καὶ ἐντίμων καὶ τῶν ἱερειῶν γενέσθαι τὰς εὐχὰς, οὑτωσὶ δὲ καὶ ὅτι διὰ πρεσβευτοῦ καὶ ἀξιόχρεω Ἕκτορος παντὶ λῷον ἐφάνη τὴν πραγματείαν γενέσθαι, μείζονα ἔχοντος τὴν τοῦ συμφέροντος κατάληψιν ἢ οἱ ἄλλοι ἰδιῶται. καὶ μῆνις θεῶν πολλάκις ἰδίως διά τινος λύεται προσώπου, καὶ διὰ τοῦδε μᾶλλον τοῦ ἱερείου ἢ τοῦδε, καὶ τῶνδε παρόντων ἢ τῶνδε. χωρὶς δὲ τούτων, οὐκ ἔρημον ἄρχοντος κατέλιπε τὸ στρατόπεδον, ἀλλ᾿ οἵ τε ἀδελφοὶ παρῆσαν πολλοὶ καὶ ὁ Αἰνείας καὶ οἱ Ἀντηνορίδαι καὶ Πουλυδάμας, ἀξίωμα ἐπὶ τῷ μάχεσθαι καὶ φρόνημα οὐ μικρὸν ἔχοντες. δεῖ οὖν μᾶλλον λογίζεσθαι διὰ τὴν εἰρημένην χρείαν καὶ ἄλλα παρευρίσκειν ὠφελεῖν μέλλοντα τοὺς οἰκείους, ὧν καὶ τὸ ἐξαγαγεῖν κρυπτόμενον τὸν Ἀλέξανδρον καὶ οἴκοι διατρίβοντα· πρὸς ὃν εἰκὸς ἀγανακτοῦντας τοὺς Τρῶας ἐθελοκακεῖν ἐν τῷ πολέμῳ. ῥᾳδίως δὲ οὐκ ἂν ἐξήγγελλε, πέμψας ἄλλους πρὸς αὐτόν.

117. ἀμφὶ δέ μιν σφυρὰ] ἐναργῶς ἐδήλωσε θέοντα καὶ ὑπὸ τῆς ἀμφιβρότης ἀσπίδος τυπτόμενον. καταλλήλως δὲ εἶπεν ὅτι κατὰ τὰ σφυρὰ καὶ τὸν αὐχένα ἡ δερματίνη ἄντυξ αὐτὸν ἔτυπτεν. οὐκ ἐπὶ ἵππων δὲ ἀναχωρεῖ διὰ τὸ μὴ δοκεῖν φεύγειν, ἢ ἐπεί πρὸς ἱκετείαν ἄπεισιν· ἢ ὅπως καὶ οἱ πολέμιοι θεώμενοι τὸ ἅρμα μὴ δοκοῖεν αὐτὸν ἀπηλλάχθαι.

119. διαναπαύει τὸν ἀκροατὴν γενεαλογίας καὶ μύθους παρεμβα- λὼν, οὐκ ἐᾷ τε κενὴν τὴν ἄφιξιν Ἕκτορος, ὅ τε στρατὸς διαναπαύεται ἀφορῶν τὸ τέλος τῶν ἀριστέων. καὶ Ἑλλήνων ὑποχωρησάντων καὶ κενοῦ ὄντος τοῦ μεταιχμίου προπηδᾷ Γλαῦκος. ἐν τάχει μὲν οὖν πέφρασται, ὅμως δὲ πρὸς ὠφέλειαν ταῦτα ὁ ποιητὴς ἐπεξείργα- σται.

120. ἐς μέσον ἀμφοτέρων] διεστῶτες γὰρ ἦσαν καὶ ἀναπαυ- όμενοι.

[*](7. ἱερειῶν Bekkerus] ἱερείων 28. ἄφιξιν] *ἔξοδον 31. * πέφρασται] πέφραται)
284

123. τίς δὲ σύ ἐσσι] μέχρι γὰρ τοῦ τρῶσαι τοὺς θεοὺς τὴν ἀχλὺν ἀφῄρητο· νῦν δὲ περίκειται αὐτήν.

124. οὐ μὲν γάρ ποτ᾿ ὄπωπα] δευτέραν γὰρ Σαρπηδόνος ἔχων τὴν τάξιν οὐ προεμάχει. ἢ ἐν τῇ πρὸς ἐμὲ, φησὶ, μάχῃ οὔ πώ σε τεθέαμαι.