Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

450. οὔ μοι Τρώων τόσσον μέλει] ἐπεὶ ἐκεῖνοι ἑκόντες ἐδυστύχουν, ἐπιτρέποντες Ἀλεξάνδρῳ ἀδικεῖν· ἡ δὲ Ἀνδρομάχη διὰ τὰς ἐκείνων ἁμαρτίας προητυχήκει, τοσούτων οἰκείων στερηθεῖσα ἐν ἡμέρᾳ μιᾷ. ὑπερέβαλε δὲ τὴν τῆς γυναικὸς φιλοστοργίαν. ἡ μὲν γὰρ ἀντὶ τῶν οὐκέτι ὄντων αὐτὸν οἰκείων ἔθετο, ὁ δὲ καὶ τῶν περιόντων αὐτὴν προ- τιμᾷ· ἄμα δὲ ἐλεεινὴ καὶ ἡ ἡλικία καὶ ἡ δουλεία. μιμεῖται δὲ καὶ βαρβάρων φιλογύναιον ἦθος, οἳ περὶ πλείστου ποιοῦνται τὰς γυναῖκας.

454. ὅσσον σεῖ᾿] δεινῶν γὰρ πάντων χείρων ἡ τῶν γυναικῶν ὕβρις.

456. ἐν Ἄργεϊ ἐοῦσα] ὑπὸ ἄλλης κελευομένη· τοῦτο γὰρ τὴν ὕβριν φέρει, οὐχὶ τὸ ἔργον, σύνηθες ὂν ταῖς παλαιαῖς.

458. πόλλʼ ἀεκαζομένη] τέτακται μὲν ἡ δουλεία εἰς ὑδροφορίαν καὶ ἱστουργίαν· ὁ δὲ κατʼ ἄμφω τίθησιν ἐπίτασιν. θαρρῶν δὲ τῇ σωφροσύνῃ αὐτῆς, ὅτι οὐκ ἂν ὑπομείνειεν ἑκουσίως προδοῦναι ἑαυτῆς τὸ σῶμα, ἑτέρου ἀνδρὸς οὐ μέμνηται.

460. ὃς ἀριστεύεσκε μάχεσθαι] παρέδραμε τὰ ἑαυτοῦ· ἔστι δὲ ἐν τῇ λέξει πάντα ὑπονοεῖν. ἐπιγραμματικὸν δὲ ἔχει τύπον ὁ στίχος.

464. ἀλλά με τεθνειῶτα] καὶ πάλιν ἡ Ἕκτορος ὑπερβάλλει φιλία. ἡ μὲν γὰρ Ἀνδρομάχη στερηθεῖσα τοῦ Ἕκτορος θανεῖν εὔ- χεται, ὁ δὲ μὴ κλαιούσης αὐτῆς ἀκοῦσας.

468. ἀτυχθείς] ἐπὶ τῇ τοῦ πατρὸς ὄψει ταραχθείς. ἠθικὸν δὲ καὶ τοῦτο ὅτι οὐκ ἄλλον, ἀλλὰ τὸν πατέρα φοβεῖται.

καὶ χωρὶς μέν τινος μορμολύττοντος δυσαποσπάστως ἔχουσι τῶν τροφῶν· τοῦτον δὲ καὶ ἡ ὄψις φοβεῖ· οὕτως δέ ἐστιν ἐναργείας μεστὰ τὰ ἔπη, ὅτι οὐ μόνον ἀκούεται τὰ πράγματα, ἀλλὰ καὶ ὁρᾶ- ται. λαβὼν δὲ τοῦτο ἐκ τοῦ βίου ὁ ποιητὴς ἄκρως περιεγένετο τῆς μιμήσεως. πρῶτος δὲ παῖδας ἐν τραγῳδίᾳ εἰσάγει.

469. διασταλτέον εἰς τὰ τέλη τῶν τριῶν ἐπῶν· ἔστι γὰρ ἀτυ- χθεὶς ὄψιν ταρβήσας χαλκὸν καὶ λόφον νοήσας ἀπονεύοντα.

417. ἐκ δʼ ἐγέλασσε] ἀπὸ τῆς πολλῆς αὐτῶν λύπης ἡ μικρὰ τοῦ παιδὸς αἰτία φυσικόν τινα κινεῖ καὶ μέτριον γέλωτα.

[*](9. * οἰκείων] οἰκεῖον)
312

472. μιμητικῶς καὶ τοῦτο· εὐάλωτος γὰρ καὶ ὁ τραχὺς φιλο- στοργίᾳ τέκνου.

474. κύσε πῆλέ τε] τοῦτο γὰρ ποιοῦμεν πρὸς διάχυσιν αὐτῶν. ἄκρως δὲ περιεγένετο τοῦ ἤθους, οὐδέν τι λυπήσας τὴν ἡρωϊκὴν συμ- μετρίαν. ταῖς δὲ χερσὶ λαβόμενος αὐτοῦ τὴν ἐπιθυμίαν πληροῖ, ἐπεὶ μὴ δύναται περιπλακῆναι αὐτοῦ.

476. δότε δὴ καὶ τόνδε] φιλότιμος ἡ εὐχή. διαχυθεὶς δὲ ἐπιλέ- λησται τῶν πρώην· ἢ ὅτι δυνατὸν θεοῖς καὶ παρʼ ἐλπίδα τι ποιῆσαι. ὡς νῦν δέ ἐστι πλούσιος οὐκ εὔχεται τὸν υἱὸν γενέσθαι, ἀλλʼ ἢ μόνον ἄρχοντα καὶ ἀνδρεῖον, τὴν μητέρα θρασύνων, ἵνʼ ἔχῃ ἐπίκουρον.

479. πατρὸς δʼ ὅγε] φυσικῶς ἐκ τοῦ βίου τοῦτο ἔλαβεν· ἅπασι γὰρ τῶν ἄλλων ἀμείνονες εἶναι θέλοντες μόνοις εὐχόμεθα παισὶν ἡττᾶσθαι.

480. οὐκ ἀεὶ πολεμεῖσθαι καὶ πολεμεῖν εὔχεται, ἀλλʼ ἐν μόναις ἄριστον εἶναι ταῖς χρείαις.

484. δακρυόεν γελάσασα] δυνατῶς καὶ σοφῶς ῥηθὲν ὡς ἀνερμή- νευτον πεφώραται. ἔστι δὲ εὐπρεπές· οὐ γὰρ ὡς ἁπλοῦν τὸ πάθος, ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδονῆς καὶ λύπης· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προήγαγε τὸ βρέφος, εἰς δάκρυον δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία.

487. οὐ γάρ τις] ὑποθεὶς ἑαυτὸν τῇ εἱμαρμένῃ, ἴσον ἐποίησε τό τε κινδυνεύειν καὶ τὸ ἀσφαλῶς ζῆν.

488. * Πορφυρίου. ἐζήτησάν τινες πῶς ἐνταῦθα ἀπαράβατον λέγει τὴν μοῖραν ὁ ποιητὴς, ἐν δὲ τῇ Ὀδυσσείᾳ παραβατὸν ὑφίστα- ται, ὅταν λέγῃ “ὡς καὶ νῦν Ἀτρείδαο ὑπὲρ μόρον Ἀτρείδαο γῆμʼ ἄλοχον” (Od. 1, 35). λύεται δὲ τοῦτο ἐκ τοῦ δείκνυσθαι ὅτι τριχῶς ἡ μοῖρα παρὰ τῷ ποιητῇ λέγεται, ἡ εἱμαρμένη, ἡ μερὶς καὶ τὸ καθῆκον. ὅταν οὖν λέγῃ “μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα” (Od. 3, 66). τὰς μερίδας λέγει. ὅταν δὲ λέγῃ “ἔλλαχε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή” (Il. 5, 83), τὴν εἱμαρμένην σημαίνει. ὅταν δὲ ἐπὶ τῶν Τρώων φευγόντων λέγῃ “οὐ κατὰ μοῖραν τάφρον διεπέρων” (Il. 16, 367), οὐ κατὰ τὸ καθῆκον διεπέρων τὴν τάφρον λέγει, ἀλλʼ αἰσχρῶς. καὶ ἐπὶ τῶν οὖν προκειμένων, ἐν μὲν τῷ “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν” τὴν εἱμαρμένην λέγει· ὅταν δὲ “ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον,” οὐ [*](23. * Πορφυρίον] om.)

313
τὸ σημαῖνον τὴν εἱμαρμένην λέγει, ἀλλὰ τὸ ὑπὲρ τὸ καθῆκον· οὐ γάρ ἐστι νῦν πρέπον οὐδὲ καθῆκον τὰς ἄλλοις νόμῳ συνῳκισμένας φθείρειν γυναῖκας. ἄλλως τε οὐκ ἐκ τοῦ ποιητοῦ οἱ λόγοι, ἐκ προσ- ώπων δὲ διαφόρων, εἰς μίμησιν παραληφθέντων. ποτὲ μὲν γὰρ λέγει πρὸς Ἀνδρομάχην ὁ Ἕκτωρ, ποτὲ δὲ ὁ Ζεύς· διαφωνεῖν δὲ πρὸς ἄλληλα οὐδὲν ἀπεικὸς τὰ διάφορα πρόσωπα. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων ὅταν λέγῃ “ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη” (Il. 2, 155), παρὰ τὸ καθῆκον ἀκουσόμεθα. Ὅμηρος μέντοι ἀπαράβατον τὴν μοῖραν τὴν κατὰ τὴν εἱμαρμένην οἶδεν ἐν οἷς φησὶ “καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι” (Il. 23, 80) καὶ πάλιν “ἀλλά ἑ μοῖρα ἦγ᾿ ἐπικουρήσαντα μετὰ Πρίαμόν τε καὶ υἶας” (ll. 5, 613). κρατεῖν δʼ οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ θεῶν ἀποφαίνεται, ὥς που καὶ ὁ Ἄρης φησὶν “εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ κεῖσθαι ὁμοῦ νεκύεσσι” (Il. 15, 117) καὶ ὁ Ποσειδῶν πρὸς τὴν Ἴριν “ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὁπόταν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν” (ib. 208), ἀφʼ ὧν δηλοῖ ὡς τὴν πεπρωμένην καὶ αὐτῶν τῶν θεῶν ἐπικρατεῖν γινώσκει. διὸ καὶ ὑπείκειν αὐτῇ καὶ τὸν ὑπέρτατον θεὸν Δία, καὶ “ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ” (Il. 16, 441) αὐτοῦ τε υἱὸν νενομισμένον μὴ θελῆσαι θανάτοιο δυσηχέος ἐξαναλῦσαι, ἀλλὰ μᾶλλον αἱματοέσσας ψιάδας κατέχευεν ἔραζε, παῖδα φίλον τιμῶν. διὸ καὶ Πάτροκλος “ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός” (ib. 849). οὕτω καὶ περὶ Ἡρακλέους λέγει “οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος, ὅς κεν φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι, ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης” (Il. 18, 117)· καὶ ἀλλαχοῦ “ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι” (ib. 328). ἀλλὰ καὶ Ἡρακλῆος τὰ μὲν ὅπλα δοῦναι ὑπισχνεῖται, τὴν δὲ μοῖ- ραν παρατρέψαι ἀρνεῖται· “αἰ γάρ μοι θανάτοιο δυσηχέος ὧδε δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι” (ib. 464), ἔστι δὲ καὶ ἄλλα μυρία ἀφʼ ὧν δείκνυται Ὅμηρος ἀπαράβατον λέγων τὴν τοῦ θανάτου μοῖραν.

489. φαίνεται καὶ τὴν μαθηματικὴν πρῶτος εἰδὼς Ὅμηρος, ἐν ἡ τὴν τῆς γενέσεως ὥραν τὰ ἀποτελέσματα περιέχει.

490. διὰ βραχέων τῶν ῥημάτων βίον καὶ οἰκονομίαν σώφρονος

314
ὑπογράφει γυναικός. οἰκονομικῶς δὲ ἐποίησε τὸν Ἕκτορα ἐπιτρέ- ποντα αὐτῇ οἰκουρεῖν, ἵνα μὴ κατὰ τὴν πρὸς τὸν Ἀχιλλέα μάχην ὀφθεῖσα ἐπὶ τοῦ τείχους πείσῃ αὐτὸν μὴ πολεμεῖν.

491. * Πορφυρίου. διαφέρει τὰ ἠλάκατα τῆς ἠλακάτης, καὶ ἡ διαφορὰ ἥδε. ἡ μὲν γὰρ ἠλακάτη δηλοῖ τὸ ξύλον εἰς ὃ περιειλοῦσι τὸ ἔριον αἱ νήθουσαι, ἠλάκατα δὲ αὐτὰ τὰ ἔρια τὰ περιειλούμενα τῇ ἠλακάτῃ. τὴν μὲν οὖν ἠλακάτην διὰ τούτων δεδήλωκεν, ὡς ἐν τῇ Ὀδυσσείᾳ (4, 135) “ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.” τετανύσθαι δὲ αὐτὴν εἶπε διὰ τὸ εἶναι ἐπιμήκη τε καὶ λείαν. τὰ δὲ ἐπὶ τῆς ἠλακάτης ἔρια “ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι” (Od. 6, 306) καὶ ἔτι δὲ “παρʼ ἠλάκατα στροφαλίζετο” (Od. 18, 315). λέγει δὲ καὶ χρυσῆν τὴν ἠλακάτην, ὡς τὸ “χωρὶς δʼ αὖθ᾿ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα, χρυσῆν τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσε· τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέ- θηκε φέρουσα νήματος ἀσκητοῖο βεβυσμένον” (Od. 4, 130). καὶ ἡ χρυσηλάκατος δὲ Ἄρτεμις ἀπὸ τῆς ὁμοιότητος καὶ τῆς κατασκευῆς τῆς ἠλακάτης εἴρηται χρυσοῦν τόξον ἔχουσα· “Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα” (Il. 20, 70).