Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

411. σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι] φίλανδρον τὸ ἦθος αὐτῆς. ἡ δὲ ἀντωνυμία πολλάκις παραληφθεῖσα πάθος καὶ ἦθος κινεῖ.

412. ἔσται θαλπωρή] περιπαθῶς φησὶν ὅτι ἄμα σοὶ πάντα τὰ ἐμοὶ ἀπολοῦνται καλὰ, ἀλλὰ καὶ τὸ κοινότατον πάντων ἀνθρώπων ἀφαιρεθήσεται, ἡ ἐλπίς. τὸ δὲ πότμον ἐπίσπῃς ἀντὶ τοῦ ὑπὸ πότμου καταληφθήσῃ.

413. οὐδέ μοι ἔστι πατὴρ] οἶκτον ἐπάγεται ἀντὶ πάντων αὐτὸν λέγουσα ἔχειν. ἐλεοῦμεν γὰρ μᾶλλον τοὺς ἡμῶν μόνον ἠρτημένους. οὐκ ἀγνοοῦντι μὲν οὖν διαλέγεται, ἀλλʼ ἐκ πάντων τῶν οἰκείων αὔξει τὸν Ἕκτορα· οἱ γὰρ ἀτυχοῦντες φιλοῦσι καὶ πρὸς εἰδότας λέγειν τὸ μῆκος τοῦ λόγου. τὸ δὲ ἀμόν ἐν μὲν τῇ Ἰλιακῇ προσῳδίᾳ φησὶν ὁ Ἡρωδιανὸς Δωρικώτερον εἶναι ἀπὸ τοῦ ἁμέτερον· ἐν δὲ ἐπιμερισμῷ φησὶν ὅτι ἀπὸ τοῦ ἐμὸν ἐκτέταται τὸ ε εἰς ᾱ μακρόν.

417. ὡς τίμιον καὶ βασιλικόν. οὐ περιττὰ δὲ ταῦτα· ἀξίωμα γὰρ τοῦ πατρὸς ἐμφαίνει, ὃν ᾐδέσθη καὶ πολέμιος.

420. * νύμφαι ὀρεστιάδες] σημειωτέον ὅτι καὶ ἐν τοῖς ὄρεσι καὶ ἐν ταῖς πηγαῖς οἶδε θεὰς, ἃς νύμφας καλεῖ “νύμφαι κρηναῖαι” (Od. 17, 240) καὶ “νύμφαι ἀρεστιάδες, κοῦραι Διός.” οὕτως πεπλη- ρῶσθαι θείων δυνάμεων Ὅμηρος ἡγεῖται πάντα.

423. κατέπεφνε Ἀχιλλεύς] λεληθότως ὑποβάλλει αὐτῷ κἀκ τούτου τὸν Ἀχιλλέα φοβεῖσθαι.

428. πατρὸς] μητροπάτορος· τεθνήκει γὰρ Ἡετίων ἤδη.

429. Ἕκτορ, ἀτὰρ σύ μοι] τὸ σχῆμα καλεῖται σχέσις· ἐμφαίνει δὲ εὔνοιαν καὶ πάθος ψυχῆς.

430. θαλερός] ἀγαπητός· “τοιόνδε θάλος” (Od. 6, 157) οἷον ἀγάπημα.

[*](9. *φίλανδρον] φιλάδελφον 16. μόνον] *μόνων 19. * τῇ Ἰλιακῇ| om.)
310

431. αὐτοῦ μίμνʼ] ἡ μὲν Ἑλένη ὡς αἴτιον τοῦ πολέμου ἐκπέμπει τὸν Πάριν, ἡ δὲ ὡς ῥιψοκίνδυνον κατέχει. καλῶς δὲ οὐ μένειν αὐτὸν οἴκοι ἀξιοῖ (οἶδε γὰρ ὅτι οὐ πείσει), ἀλλʼ ἐπὶ τοῦ τείχους μένειν, ὅθεν καὶ ἀμυνεῖται τοὺς πολεμίους, ὅθεν καὶ σωθήσεται.

433. οὐ πρέποντα μὲν τὰ τῆς ὑποθήκης γυναικὶ, ἀλλʼ εἰ καὶ γυναικὶ μὴ πρέπει, ἀλλά γε τῇ Ἀνδρομάχῃ, ἐπεὶ καὶ τὸ ἱπποκομεῖν οὐ γυναικὸς, ἡ δὲ Ἀωδρομάχη καὶ τοῦτο ποιεῖ (Il. 8, 168), ὡς καὶ φίλανδρος, ἐπιμελουμένη δὲ καὶ τῶν φερόντων αὐτῆς τὸν ἄνδρα τοῦτο ποιεῖ.

*ὑπόκειται γὰρ ἡ Ἀνδρομάχη τοιαύτη, καὶ οὐκ ἀπείρως καὶ τοὺς Ἕκτορος ἵππους τημελοῦσα.

434. περίπλασμά τι τοῦτό ἐστιν, ὅπως αὐτὸν ἀποστήσῃ τοῦ πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ τούτου.

*ἐπίδρομον, καθʼ ὃ ἔστιν ἐπιδραμεῖν τὴν ἀπὸ τοῦ τείχους κατερ- χομένην ὁδὸν καὶ ἀναβῆναι τὴν αὐτήν.

436. ἀμφʼ Αἴαντε] περιειργάσατο παρά τινος τὰ ὀνόματα. ἅμα δὲ θέλει ὁ ποιητὴς δηλῶσαί τι τῶν μετὰ Γλαῦκον καὶ Διομήδην γεγονότων. διὰ τί δὲ, φασὶν, οὐ συνεῖδε ταῦτα ὁ Ἕκτωρ: φαμὲν δὲ ὅτι συνεῖδεν “ἐμοὶ” γάρ φησι “τάδε πάντα μέλει, γύναι.”

438. θεοπροπίας εὖ εἰδώς] ὑποβάλλει ταῦτα προοικονομῶν ὡς κατὰ τοῦτο τὸ μέρος εἵμαρτο ἁλῶναι τὴν Ἴλιον.

441. τάδε πάντα] ἡ ὀρφανία καὶ ἡ χηρεία καὶ ἡ τῶν πολεμίων σκόπησις.

442. αἰδέομαι Τρῶας καὶ Τρωάδας] νόμος γὰρ ἄρχουσιν αἰδεῖ. σθαι τοὺς ὑποτεταγμένους· χεῖρον δὲ παρὰ γυναιξὶν ἀκούειν δειλόν.

444. μάθον ἔμμεναι ἐσθλός] διδακταὶ γὰρ αἱ ἀρεταί. ἄμεινον δὲ τὸ ἔμαθον ἀντὶ τοῦ εἴωθα. ἐξ ἐπιλογισμοῦ δὲ τοῦτό φησιν.

445. ὁ Νικάνωρ φησὶν ὅτι δεῖ στίζειν εἰς τὸ ἀεί. ἵνα μὴ τοῦ συνδέσμου ὑπερβατὸν γένηται.

446. ἀρνύμενος πατρός τε] οὐ μόνον, φησὶν, ἑαυτῷ τὴν δόξαν, ἀλλὰ καὶ τῷ πατρὶ σῶσαι σπουδάζω.

448. οὐκ ἐκφοβεῖ, εἰ καὶ τῆς ἁλώσεως μέμνηται, ἀλλὰ μᾶλλον εὐπαράμυθον ποιεῖ, καὶ τὴν αὑτοῦ φιλοστοργίαν πρὸς τὴν γυναῖκα ἐμ- φαίνει· διὸ οὐδὲ τὸν τῆς ἁλώσεως ὁρίζει χρόνον. ὃν δὲ δεινῶν χρόνος [*](4. * ἀμυνεῖται] ἀμύνεται)

311
οὐχ ὁρίζεται, τοῦτον ἧττον ἡ προσδοκία ἐλύπησεν, ὥσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου. προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα. ἐλπίζει δὲ τὰ δεινὰ διὰ τὴν παράβασιν καὶ τὴν Διομήδους ἀριστείαν.