Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

370. εὖ ναιετάοντας] διὰ τὴν τῶν δεσποτῶν πρόνοιαν καὶ φρόνησιν· ἐπὶ δὲ Ἀλεξάνδρου (314) μόνον καλά.

371. οὐδʼ εὗρ᾿ Ἀνδρομάχην] ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς ἐποίησε τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον. ἄμα δὲ καὶ κρίνειν τὸν ἀκροατὴν ἀξιοῖ ὅσης ἐπληρώθη μὲν λύπη εὑρῶν Ἑλένην, Ἀνδρομά- χην δὲ οὔ. ἀπῄει δὲ κατηφὴς, τῶν φιλτάτων μὴ θεαθέντων· ἐν γὰρ τῷ τείχει παραδόξως συντυγχάνει αὐτοῖς.

373. πύργῳ ἐφεστήκει] τὴν αἰτίαν τῆς ἐξόδου φησὶ, παραμυθού- μενος ἡμᾶς συναχθομένους τῷ Ἕκτορι. βούλεται δὲ ὥσπερ ἱκετήριον τὸν πατέρα τῷ Διὶ προτεῖναι τὸν παῖδα διὰ τὸ τοῦ πολέμου ῥιψονκίν- δυνον.

376. νημερτέα] ἐπίρρημα, ἀπὸ τοῦ νημερτές οὐδετέρου. τοῦτο ἐκ τοῦ νημερτής. τοῦτο παρὰ τὸ ἁμαρτῶ τὸ ἀποτυγχάνω, καὶ μετὰ τοῦ νη στερητικοῦ νηαμαρτής, οἱονεὶ ὁ μὴ ἀποτυγχάνων τοῦ σκοποῦ τοῦ λόγου, τουτέστι μὴ ψευδόμενος· καὶ τροπῇ τοῦ ᾱ εἰς ε νημερ- τὴς.

377. λευκώλενος] τοῦ ποιητοῦ τὸ ἐπίθετον, οὐ τοῦ Ἕκτορος. λέγει δὲ καὶ τὰς αἰτίας διʼ ἃς προϊέναι τὰς σώφρονας δεῖ.

381. * ὀτρηρή] ἡ δραστικὴ, ἡ μὴ ἀναμένουσα ὀτρυνθῆναι παρά τινος, ἀλλὰ διʼ ἑαυτῆς παροτρυνομένη ἅπαντα ποιεῖν. γέγονε δὲ παρὰ τὸ τρέω τὸ φοβοῦμαι.

383. οὔτε πη] ὀργιζομένῳ τῷ Ἕκτορι ἀπολογεῖται ὑπὲρ αὐτῆς ἡ θεράπαινα, ὡς οὐ χαιρούσης προόδοις, ἠναγκασμένης δὲ νῦν φιλαν- δρίας χάριν, ἵνα μᾶλλον οἰκτίσῃ αὐτὴν ὁ Ἕκτωρ.

389. μαινομένῃ εἰκυῖα] ἵνα ἀπροαιρέτως δοκῇ ἐκβεβακχεῦσθαι. παῖδα δὲ φέρει τιθήνη, ἢ ὅτι ὑποτίτθιος ἦν, ἢ ὅτι ἐν τοῖς δεινοῖς οὐκ ἐῶσι μόνους τοὺς παῖδας.

390. ὁ δʼ ἀπέσσυτο] οὐκ ἀποκρίνεται ὑπὸ θυμοῦ. εὖ δὲ τὸ μὴ περιμεῖναι τὴν γυναῖκα· καὶ ἔστιν ἰδεῖν ἀντικείμενα τὰ πρόσωπα, Ἕκτορος μὲν προτιμήσαντος τῶν φιλτάτων τὴν βοήθειαν τῶν πολιτῶν, Ἀλεξὰνδρου δὲ τῇ Ἑλένῃ παρακαθημένου.

392. διερχόμενος μέγα ἄστυ] μετὰ τὸ διελθεῖν τὰς λεωφόρους καὶ πρὸς τέλει ἐλθεῖν. τοῦτο δέ φησιν, ἵνα ὁ ἀκροατὴς ἀγωνιώτερος γένηται.

394. ἔνθ᾿ ἄλοχος] ἀναβέβηκεν ἐπὶ τὸ τεῖχος ὡς ἐκεῖθεν ὀψομένη τὸν Ἕκτορα, οὐδαμοῦ δὲ ὁρωμένου οἴκαδε ἐπανέρχεται, καὶ ἰδοῦσα

308
ἐξιέναι μέλλοντα προστρέχει, ἵνα αὐτὴν μὴ φθάσῃ παραλλάξαι· διὰ τοῦτο γὰρ ἔθει πάντως, ἵνα μὴ ἐξελθεῖν φθάσῃ.

Ἀδράμυστις ὁ Πελασγὸς ἀφικόμενος εἰς τὴν Ἴδην τὴν ἐν Λυκίᾳ κτίζει πόλιν Ἀδραμύστειαν καλουμένην· ἔχων δὲ θυγατέρα Θήβην ἔπαθλον δρόμου αὐτὴν ὥρισε τῷ βουλομένῳ. Ἡρακλῆς δὲ ταύτην λαβὼν καὶ τὴν πόλιν Ὑπόλακον Θήβην ὠνόμασεν, ὅτι ὑπέρκειται αὐτῆς πλακῶδες ὄρος, συνεχεῖς ἔχον πέτρας.

400. ἀταλάφρονα] μὴ δυνάμενον τλῆναι κακοπάθειαν.

401. ἀλίγκιον ἀστέρι καλῷ] προπαραδίδωσιν ἡμῖν τὸ χαρίεν τοῦ παιδὸς, ἵνα προσανέχωμεν αὐτῷ τὸν νοῦν, ὅταν εἴπῃ “οὗ παιδὸς ὀρίξατο” (466). πρέπον δὲ παιδίῳ τὸ μὴ ἡλίῳ ἢ σελήνῃ, ἀλλʼ ἀστέρι εἰκασθῆναι.

402, 403. ἄμφω πρέποντα. ὁ μὲν γὰρ οὐ βουλόμενος ὀνειδίζειν τοῖς ὑποτεταγμένοις ἦν παρεῖχεν αὐτοῖς σωτηρίαν, ἀπὸ τοῦ ἐγχωρίου Σκαμάνδρου καλεῖ τὸν υἱόν· οἱ δὲ Τρῶες, ἀνθʼ ὧν ἐφύλαττεν αὐτοὺς ὁμολογοῦντες χάριν, Ἀστυάνακτα καλοῦσιν, οἰκείαν θέμενοι τὴν προσ- ηγορίαν· καὶ γὰρ καὶ οὗτος Ἕκτωρ ἐκαλεῖτο διὰ τὸ ἔχειν “ἀλόχους κεδνάς” (Il. 24, 730). προτρέπει δὲ ἡμᾶς ἐπʼ ἀρετὴν διʼ ὧν καὶ παισὶν αἴτιοι εὐκλείας οἱ ἀγαθοί.

404. μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ] τοῦτο γὰρ ἡρωϊκὸν καὶ μεγαλοφυὲς, τὸ μὴ ἀθρόως γελᾶν. χαρίζεσθαι δὲ δοκοῦσι ταῖς γυναιξὶ τοὺς παῖδας φιλοφρονοῦντες· συνδέσιμος γὰρ ἀνδρῶν καὶ γυναικῶν ἡ παιδοποιία. πατρικὸν δὲ καὶ τὸ σχῆμα· προσαγορεύομεν γὰρ μειδιασμῷ τοὺς παῖδας τοὺς μηδέπω μὲν λόγους συνιέντας, γνω- ρίζοντας δὲ ἤδη τὴν ὄψιν.

405. παρίστατο δακρυχέουσα] ἤδη προὐδίδαξε τί μέλλει λεχθῆ- ναι. πιθανὸν δὲ ἀπὸ τῆς ἀπροσδοκήτου χαρὰς κλαίειν τὴν γυναῖκα. γραφικῶς δὲ ὁ μὲν μειδιᾷ ἀφορῶν εἰς τὸ παιδίον, ἡ δὲ δακρύουσα παρέστηκεν αὐτῷ.

406. φῦ χειρί] τὸ δυσαποσπάστως ἔχεσθαι τοῦ ἀνδρὸς δηλοῖ τὸ φῦ χειρί

407. φθίσει σε τὸ σὸν μένος] διὰ τὴν φιλοστοργίαν πέπεισται [*](3. * Ἀδράμυστις] ἀνδραμυστ. Recte apud Eustathium. scriptum apud Eustathium p. 649, 10. οὗ παιδὸς ὀρέξατο] τοῦ παιδὸς 45. ὠρέξατο *Λυκίᾳ] κιλικίᾳ 22. συνδέσιμος] *σύνδεσμος 4. Ἀδραμύστειαν] Ἀδραμνστίαν)

309
αὐτὸν ὑπερέχειν Ἑλλήνων, καὶ οὐ τοσοῦτον τοῖς πολεμίοις εὐχείρωτον εἶναι ὅσον ἑαυτῷ διὰ τὸ ῥιψοκίνδυνον. θαυμάζει μὲν οὖν τὴν ἰσχὺν, οὐκ ἐπαινεῖ δὲ τὸ θράσος. οὔτε δὲ Ἕκτορ οὔτε ἆνέρ φησιν, ἀλλὰ δαιμόνιε, ὃ παρεμφαίνει θυμόν τε καὶ εὔνοιαν.

409. σεῦ ἔσομαι] οὐ τῇ κοινῇ χηρείᾳ, ἀλλὰ τῇ Ἕκτορος ἄχ- θεται.

410. πάντες ἐφορμηθέντες] ἔνα γὰρ ἕκαστον αὐτοῦ ἥττονα ἡγεῖ- ται αὕτη.