Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

902. ὡς δ᾿ ὅτ᾿ ὀπὸς] οὕτω καὶ τὸ φάρμακον, φησὶν, συνέπηξε τὸ αἷμα καὶ ἐσάρκωσε τὴν πληγήν. ταχέως δὲ παρῆλθε τὸν τῆς ἰάσεως τρόπον· ὁ μὲν γάρ ἐστι θεὸς καὶ τὴν τέχνην ἔχων, ὁ δὲ θεὸς καὶ τὴν ἴασιν φθάνων.

*ὀπὸς ἡ παρὰ τοῖς ἰδιώταις λεγομένη πιτύα. ἔνιοι δὲ λέγουσι τὸν ἀπὸ τῶν σύκων ὀπόν· βέλτιον δὲ τὸ πρῶτον.

903. κυκόωντι] δοτικὴ ἀντὶ γενικῆς· κυκόωντι γὰρ ἀντὶ τοῦ ὑπὸ κυκόωντος.

905. ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται ὧν πέπονθε· διὸ τὸ ἔπος Ζηνόδοτος ἀθετεῖ.

907. αἱ δ᾿ αὖτις] καλῶς οὐ πάρεισιν ὅτε ἐνετύγχανεν Ἄρης, ἵνα μήτε ἀδολεσχοῖεν μήτε κατὰ δειλίαν δοκοῖεν σιωπᾶν. οὐ διὰ τῶν ἵππων δὲ ὑποστρέφουσι· προετερατολόγησε γὰρ αὐτοὺς ὁ ποιητής.