Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

37. Τρῶας δʼ ἔκλιναν Δαναοί] εἰκότως ἐπὶ τῇ Ἄρεως ἀπουσίᾳ καὶ τῇ ταραχῇ ᾗ παρέσχον οἱ Δάρητος παῖδες τοῦτο γίνεται.

38. πρῶτος δὲ ἄναξ] ἄτοπον γὰρ εἶναι ἀργὸν καὶ τοῖς ἄλλοις ἐγκαλοῦντα.

39. Ἁλιζώνων] τῶν Παφλαγόνων, διὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί. καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ καὶ τὸ λεληθότως ἐπεῖπε· πρώτῳ γάρ φησι στρεφθέντι.

Ὀδίον] τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαροξύ- νεται.

40. μεταφρένῳ] μεθʼ ὅ εἰσιν αἱ φρένες. οὐδένα δὲ τῶν Ἀχαιῶν οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον.

43. Ἰδομενεύς παρὰ τὴν Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ. εἶτα Μενέλαος· οὐ γὰρ συνεχώρει τὸ τραῦμα συνανδραγαθεῖν τῷ ἀδελφῷ.

44. Τάρνη ἐστὶν ἡ νῦν καλουμένη Σάρδις.

46. ἵππων ἐπιβησόμενον] ἐφαψάμενον τοῦ ἅρματος καὶ μέλλοντα τελειῶσαι τὴν βάσιν ἔφθασεν ἡ τοῦ πολεμίου πληγή.

48. ἐσύλευον θεράποντες] ἐν ἀκμῇ γὰρ τὰ τῆς συμβολῆς. Ἐλεφήνωρ δὲ παρὰ καιρὸν τοῦτο ποιῶν ἀναιρεῖται. σώζεται δὲ καὶ τὸ τοῦ βασιλέως ἀξίωμα.

49. Σκαμάνδριον] οἰκεῖον κυνηγῷ τὸ ὄνομα· ποταμοὶ γὰρ αὐτοῖς ἡ διαγωγὴ καὶ ὗλαι.

50. Ἀτρείδης Μενέλαος] καταπλήττει τοὺς πολεμίους καὶ θαρ- σύνει τοὺς Ἀχαιοὺς, ὑπογυίως τρωθεὶς καὶ μαχόμενος.

51. δίδαξε γὰρ Ἄρτεμις αὐτή] τὰς ἐν ταῖς τέχναις ἐξοχὰς προσάπτει θεοῖς.

53. ἀλλʼ οὔ οἱ] δείκνυται διὰ τούτου τὸ τοῦ μοιριδίου ἀπαρά- βατον.

55. ἀλλά μινʼ Ἀτρείδης] ἀσθενὴς γὰρ ἡ βολὴ Πανδά άρου ἣν ἐβλήθη Μενέλαος· ἐξῆπται δὲ τῇ προθυμίᾳ ἢ διὰ τὴν ἀσέβειαν τῶν Τρώων ἢ διὰ τὴν τῶν θεῶν ἐπικουρίαν.

58. πρηνής] ἀπὸ τῆς τοῦ δόρατος βίας ἀνατραπείς. ἔδειξε δὲ ἡμῖν ὅπλα κραδαινόμενα τῇ τοῦ τεθνεῶτος πτώσει.

[*](26. *ὑπογυίως] ὑπογύως 27. ἐξοχὰς] *ὑπεροχὰς)
233

59. Φέρεκλος ὁ κλόνον φέρων διὰ τῶν νέων.

61. ἐφίλατο Παλλὰς Ἀθήνη] ὡς ὀργανική. διδάσκει δὲ μὴ κα- κῶς κεχρῆσθαι τοῖς παρὰ θεῶν δώροις, μηδὲ συμπράττειν ἀδίκοις.

62. ὃς] ὁ Ἁρμονίδης, ἐπειδὴ ὁ Φέρεκλος πρὸς τὰ δεύτερα ὑπαντᾷ, ὡς καὶ Λυκόφρων (97) “τράμπις σʼ ὀχήσει καὶ Φερέκλειοι πόδες.” ὁ δὲ Ἁρμονίδης ὄνομά ἐστι κύριον. νῆας ἐΐσας] ἴσας φησὶ τὰς ναῦς, ὅτι ἀντιρρόπως πορεύονται. ἀντίρ- ροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλεῦρα κατά τε μέγεθος καὶ σχῆμα καὶ βάρος.

64. Λακεδαιμονίους φασὶ λιμῷ πιεζομένους τὸ αἴτιον ἀνακρίνειν τὸν θεόν· τὸν δὲ εἰπεῖν ἐξιλάσκεσθαι τοὺς ἐν Τροίᾳ κρονίους δαίμονας, Χιμαιρέα τε καὶ Λύκον· τὸν δὲ Μενέλαον ἀπελθόντα εἰς Ἴλιον ἐπιτελεῖν τὰ προσταχθέντα· συμμίξαντα δὲ Ἀλεξάνδρῳ ἅμα αὐτῷ ἀπιέναι εἰς Δελφοὺς, ἐρησόμενον περὶ παίδων γονῆς· ἐρωτᾶν δὲ καὶ Ἀλέξανδρον ὅπως ἂν ἁρπάσοι τὴν Ἑλένην· τὸν δὲ θεὸν εἰπεῖν “τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν, οὐκέθ᾿ ὁμὰ φρονέοντες ἐμὸν ποτὶ νηὸν ἔβητε, ἤτοι ὁ μὲν γενεὴν ἵππου διζήμενος εὑρεῖν, αὐτὰρ ὁ πῶλον ἑλεῖν; τί νυ μήσεαι, ὦ μάκαρ ὦ Ζεῦ;ʼʼ τοὺς δὲ μὴ νοήσαντας ὑποστρέψαι. τοῦτο οὖν φασὶ λέγειν τὸν ποιητὴν, ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδει.

* Ἑλλάνικος δέ φησι χρησμὸν δοθῆναι τοῖς Τρωσὶν ἀπέχεσθαι μὲν ναυτιλίας, γεωργίᾳ δὲ προσέχειν, μὴ τῇ θαλάσσῃ χρώμενοι ἀπολέσωσιν ἑαυτούς τε καὶ τὴν πόλιν.

67. κατὰ κύστιν] αἰσχρὸν τὸ τραῦμα τοῦ τῆς πορνείας ναυπηγοῦ. δηλοῦται δὲ καὶ ἡ τῆς πληγῆς βία· ὀστέοις γὰρ ἡ κύστις σκέπεται, ἃ παρῆλθε τὸ δόρυ.

68. πιθανὸν σπασμοῦ γεγονότος καὶ τὸν τρωθέντα συννεῦσαι.