Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

141. ὄψιν ἡμῖν γραφικὴν διὰ τούτου παρέστησεν. θαυμάζεται δὲ παρὰ Λάκωσι λευκὸς χρὼς καὶ κόμη ξανθή. διὰ τοῦτο καὶ Τρῶες μαλθακὸν τοῦτον οἴονται· ἐπὶ παντὸς γὰρ ζῴου τὸ μελάγχροόν ἐστιν ἰσχυρότερον. φοίνικι δὲ ἄνθει ὃ ἀπὸ τῆς πρίνου συλλέγουσι Τροιζήνιοι. μιήνῃ δὲ τὸ μίξει, ἐκ τοῦ μία, ἢ βάψει· μιάμματα γὰρ τὰ βάμματα. Μῃονὶς δὲ ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς. παρήϊον δὲ τὸ τῇ γνάθῳ ἐπικείμενον, ἀπὸ τοῦ παρειά.

143. θαλάμῳ] θάλαμος ὁ κοινὸς οἶκος· θάλαμος ἡ ἀποθήκη. καὶ θάλαμος ὁ κοιτών.

πολέες τέ μιν ἠρήσαντο] πολλοὶ μὲν, φησὶν, οἱ ἐπιθυμοῦντες λαβεῖν, μόνος δὲ βασιλεὺς ἐπιτυγχάνει.

145. ἀμφότερον] ἐπίρρημα, ἀντὶ τοῦ κατʼ ἀμφότερον, ἀλλʼ οὐκ ὄνομα. μεγαλοπρεπέστερον δὲ ἀπεργάζεται ὑπὲρ τοὺς ἵππους τὸν ἐποχούμενον.

146. τοῖοι] ἀντὶ τοῦ τοίως. περιπαθῶς δὲ τῇ ἀποστροφῇ ἐπιμένει ὁ ποιητής. τὸ δὲ μιάνθην ἀντὶ τοῦ μιανθήτην· ἔστι δὲ δυϊκὸν ἐκ συγκοπῆς.

147. Νικάνωρ τὸ εὐφυέες τῷ μηροί προσάπτει, οἱ δὲ ὑπομνημα- τισταὶ τῷ κνῆμαι. ἄμεινον δὲ τὸ Νικάνορος.

*σφυρά] τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, καὶ ἐκ πλαγίων [*](19. μιάμματα] *μιάσματα 20. *Μαιονίς] μαίονες )

206
ἐξέχοντα τῆς κνήμης καὶ τῆς πτέρνης. εἴρηται δὲ μεταφορικῶς ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν.

148. δάρ] εἷς ὁ σύνδεσμος, οὐ δύο. διὰ τοῦ δ γραπτέον, μὴ διὰ τοῦ τ. δείκνυσι δὲ τοῦ μὲν τὸ φιλάδελφον, ὅτι πρὸ τοῦ τετρωμένου αἴσθεται, τοῦ δὲ τὸ καρτερικόν. ἐπʼ ἴσης δὲ ἄμφω ἀσχάλλουσιν, ὁ μὲν τοῦ ἀδελφοῦ, ὁ δὲ τοῦ πλήθους χάριν. μέλαν δὲ ὅτι τὸ μὲν ἐξ ἐπιπολῆς κατʼ ἀρχὰς φερόμενον πυρρόν ἐστι, τὸ δὲ τελευταῖον καὶ ἐκ βάθους μέλαν.

150. ῥίγησεν δὲ καὶ αὐτός] κοινῇ λέξει χρησάμενος ἐπʼ ἀμφοῖν τὸ τοῦ δέους ὑπέφηνεν ἴσον.

151. *ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας] νεῦρον μὲν ᾧ δέδεται τὸ σίδηρον τοῦ βέλους πρὸς τὸν κάλαμον, ὄγκους δὲ τὰς ἀκίδας καὶ ἐξοχὰς τῶν βελῶν.

ἐκτὸς ἐόντας] λείπει τὸ ᾔσθετο· πρὸ γὰρ τούτου οὐχ ὡρᾶτο ἐμπεπηγὸς τῇ παντευχίᾳ.

152. ἄψορρόν οἱ] ἤτοι ὀπισθόρμητος εὐθέως ἐπὶ τὴν πρώτην ἠνέχθη τάξιν.

ἐνὶ στήθεσσι] φαίνεται τὸ ἡγεμονικὸν περὶ τὰ στήθη εἰδώς· ἐκεῖ τοίνυν καὶ τὸν λογισμὸν ἀθροισθῆναί φησιν.

154. χειρὸς ἔχων Μενέλαον· ἐπεστενάχοντο δʼ ἑταῖροι] ἄφελε τὸν στίχον, καὶ τὴν σαφήνειαν μὲν οὐ βλάψεις, ἀπολέσεις δὲ τὴν ἐνάρ- γειαν, ἥτις ἐμφαίνει τὴν Ἀγαμέμνονος συμπάθειαν καὶ τὴν τῶν συναχθομένων ἑταίρων διάθεσιν· ἠθικὸν γάρ ἐστι τοῦτο καὶ περιπαθές, καὶ τὸ βαρὺ τῆς λύπης ηὔξηται δἰ αὐτοῦ.

155. περιπαθῶς αὐτῷ διαλέγεται, καὶ τὸν θάνατον οἰκειοῦται τοῦ ἀδελφοῦ, ὅπερ ἐστὶ τῶν μᾶλλον στεργόντων τινάς.

156. προστήσας] μεταφορικῶς ἀπὸ τῶν θυμάτων ἅπερ προϊστῶσι τῶν βωμῶν. τὸ δὲ πρὸ Ἀχαιῶν οἶκτον καὶ σπουδὴν καὶ πόνον κινεῖ τοῖς Ἕλλησιν.

157. Τρῶες] κοινῇ γὰρ ἅπαντες παρεσπόνδησαν. καὶ λόγῳ μὲν τὸ μονομάχιόν φησιν, ἔργῳ δὲ τὸν δόλον ἐσοφίσαντο. μετʼ ἀγανα- κτήσεως δὲ εἴρηται· διὸ καὶ ἀπὸ ἄλλης ἀρχῆς ἐστίν. συνασχάλλων δὲ τῇ πληγῇ οὐ παραμυθεῖται.

158. οὐ μέν πως ἅλιον πέλει ὅρκιον] γενναίου στρατηγοῦ τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀνέχειν δὲ εἰς θεοὺς τὴν ἐλπίδα. ἄλλως τε καὶ ἐπεὶ πολεμεῖ διὰ τοῦτο λαλεῖ.

207

159. δεξιαὶ μὲν ἐγίνοντο ἴσως κατὰ τὸ σιωπώμενον. ἢ διὰ τὸ δέξασθαι τὰς τρίχας τοῦτο λέγει.

161. τελεῖ] ἀντὶ τοῦ τελέσει. εἰς δὲ τὸ μεγάλῳ ἐκδεκτέον τὸ κακῷ. εὐσεβὲς δὲ καὶ τὸ διʼ ἑαυτῶν καὶ τῶν φιλτάτων προσδοκᾶν τὴν τίσιν· τὸ γὰρ κεφαλῇσιν ἀπὸ μέρους αὐτοὺς δηλοῖ.

164. ἀπειλεῖ τοῦτο οὐχ ὑπʼ αὐτοῦ πάντως γενέσθαι, ἀλλʼ ὑφʼ ἑτέρων τινῶν. φησὶ γοῦν (171) “καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος,” ἢ μᾶλλον διὰ τούτων τοὺς ἀκούοντας προτρέπεται πολε- μεῖν.

166. * ὑψίζυγος] ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ἀπονέμων ἑκάστῳ τὸ πεπρωμένον. ἢ ὁ ἐν ὕψει καθήμενος.

167. ἐπισσείῃσιν] ἀντὶ τοῦ μέλλοντος. ἐρεμνὴν δὲ τὴν σκοτοποιὸν, ὡς τὸ “ Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν” (Il. 17, 594).

169. ἀλλά μοι] ἠθικῶς φησὶ μὴ εἶναι ὠφέλειαν ἑαυτῷ, εἰ οὗτος μὲν ἀπολεῖται, ὕστερον δὲ τίσουσι δίκην οἱ Τρῶες. περιπαθῶς δὲ πάλιν τούτου ἀνακαλεῖται τὸ ὄνομα.