Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

512. οὐδʼ Ἀχιλεύς] εἰδότας ὑπομιμνήσκει θρασυτέρους ποιῶν, καὶ ἡμᾶς εἰς ὑπόμνησιν ἄγει τῆς Ἀχιλλέως ἐξόδου καὶ ἐπιπόθησιν· ἅμα δὲ καὶ τὸ πρόσωπον αὔξει.

513. πέσσει] ἐπὶ πολὺ κατέχει. πολὺ δὲ τὸ μεταξὺ διάστημα μετὰ τὴν βλάστησιν τῶν καρπῶν ἄχρι τῆς πέψεως· ὅθεν καὶ τὴν παραβολὴν εἴληφε ταύτην.

515. Τριτογένεια] ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί.

*ἢ ἡ τὸ τρεῖν τοῖς πολεμίοις γεννῶσα, ἢ ἡ ἐπὶ τῷ Τρίτωνι πο- ταμῷ τῆς Λιβύης γεννηθεῖσα.

516. ὅθι μεθιέντας ἴδοιτο] οὐχ ἁπλῶς ὡς Ἀπόλλων τοὺς πάντας, ἀλλὰ τοὺς ἀμελεῖς. τοῦτο γὰρ διορθώσεως δύναται τυχεῖν, πταῖσμα ὂν ἑκούσιον· τὸ δὲ μὴ δύνασθαι φυσικόν.

517. ἔνθʼ Ἀμαρυγκείδην] νῦν ἀπὸ τῶν Ἑλλήνων ἤρξατο, ἐπειδὴ τότε ἀπὸ τῶν Τρώων. μοιρίδιον δὲ τὸν θάνατόν φησιν. καὶ τὸ ἐπέδησε δὲ καλῶς, ἐπεὶ κατὰ τὸν πόδα ἐβλήθη.

[*](12. *δυσπραγίᾳ] δυσπραξία 34. μ. δἐ τὸν] μοῖραν δἐ τὸν μ. Bergler.)
228

520. πῶς ἐν τῷ καταλόγῳ (Il. 2, 844) φησὶν ὅτι Θρήϊκας ἦγε σὺν Ἀκάμαντι, ὅσους Ἑλλήσποντος ἐντὸς ἐέργει, νῦν δὲ λέγει ὅτι Αἰνόθεν εἰληλούθει; ἢ τάχα οὗτοι μὲν πάντες περιῴκουν, τὰ δὲ βασίλεια ἐν Αἴνῳ ἦν τὰ αὐτοῦ.

522. ὕπτιος] εἰκότως ὕπτιος· σφοδρὰ γὰρ ἡ πληγὴ, ὅτι τὰ ὀστᾶ καὶ ἄμφω τὼ τένοντε συνηλόησεν ὁ λίθος.

523. χεῖρε—πετάσσας] τοῦτο ποιεῖ συμμαχίαν αἰτῶν.

526. *χολάδες καλοῦνται τὰ ἔντερα, ἐπειδὴ εἰς αὐτὰ χεῖται ἡ ξανθὴ χολὴ, τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνε- σθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν· ἤμελλε γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα.

τὰ παχέα ἔντερα· ὅθεν καὶ χόλιξ. χύντο δὲ, ὅτι μαλθακὰ καὶ ὀλ σθηρὰ τὰ ἔντερα.

534. χασάμενος] καλῶς οὐκ ἐπὶ αὐτῶν, ἀλλὰ χασάμενος, μήποτε γυμνωθῇ τῆς ἀσπίδος.

539. οὐκέτι] πλεονάζει τὸ ἔτι· παντοδαπὰς δὲ πληγὰς καὶ πτώματα διελθὼν ἐπαναπαύει τὸν ἀκροατήν.

540. ἄβλητος καὶ ἀνούτατος λέγεται ὁ ἔτι μήτε ἀπὸ δια- στήματος τρωθεὶς δόρατι ἢ ὀϊκτῳ μήτε ἐκ τοῦ σύνεγγυς ξίφει· τοῦτο γὰρ διαφέρει βολὴ τρώσεως. βάλλω ἐκ τοῦ πόρρω, ἐξ οὗ καὶ βολή· τιτρώσκω ἐκ τοῦ σύνεγγυς, ὃ ἡ τρῶσις.

541. δινεύοι] συστρέφοιτο· ὅθεν καὶ αἱ συστροφαὶ τῶν ἀνέμων καὶ τῶν ὑδάτων δῖναι καλοῦνται.

ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη] θεατὴν ἑαυτῷ ἀνέπλασε τῆς μάχης, ἵν᾿ ἀθορύβως σκοπῇ καὶ ἐν μέσοις τοῖς μαχομένοις, καὶ ἵνα ἀκριβῶς θεῷτο.