Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

299. ἕρκος ἔμεν πολέμοιο] ἵνα τῶν ἱππέων ὑποχωρούντων οὗτοι τοὺς ἐπιόντας δέχοιντο. μέσον δὲ τοὺς κακοὺς, ἵνα μιμοῖντο τοὺς ἔμπροσθεν καὶ ὑπὸ τῶν ὄπισθεν ἐπείγοιντο. κακοὺς δὲ ἤτοι τοὺς ἐκ πάντων ἢ τοὺς ἐκ μόνων πεζῶν· οἱ δὲ, ὅτι ἐν τοῖς δύο τάγμασι τοὺς κακοὺς ἐμέσασεν.

302. σφοὺς ἵππους ἐχέμεν] ἐπὶ τῷ τὰς φάλαγγας πολεμεῖν καὶ μὴ διαλύειν τὸ στῖφος. θαυμασίως δὲ καὶ τὸ λιποτακτεῖν κωλύει, μηδὲ τοῖς ἀριστεῦσιν ἐάσας τρόπον ἐκτροπῆς μηδὲ τοῖς ἄλλοις· ἴσον γὰρ ἑκάτερος τῇ οἰκείᾳ ἀπουσίᾳ λυμαίνεται τὴν τάξιν.

303. ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μέτεισιν.

306. ἕτερ’] τὰ τῶν πολεμίων. εἰ γὰρ ἐπὶ τῶν ὁμοφύλων, εἶπεν ἂν ἄλλα· πολλαὶ γὰρ αἱ τάξεις.

[*](5–11. Cum his comparanda de quibus v. Rosium in Aristot. quae ex Paris. 268 excerpsit pseudepigr. p. 162. Cramerus Anecd. Paris. 3 p. 283: 5. *Βοιωτοὺς] Βοιωτοῖς )
214

*ἵκηται] τοῦτο τὸ ῥῆμα κατὰ τὴν ἑρμηνείαν ζητεῖται αὐτήν· καὶ οἱ μέν φασι παραγγέλλειν αὐτὸν ἵνα, ὃς ἂν πολεμίου ἅρματος ἐπιβῇ, μάχηται καὶ μὴ ἐξελαύνειν σπουδάζῃ· οἱ δὲ οὕτως, ὅστις δʼ ἂν ἀποπέσῃ τοῦ ἰδίου ἅρματος καὶ ἐπὶ τοῦ πλησίον παραγένηται, μὴ ἡνιοχείτω διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τοῦ ἤθους τῶν ἵππων, δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι πολεμείτω.

307. ἔγχει ὀρεξάσθω] ἐκ παρεπομένου· οἱ γὰρ ἀποθνήσκοντες ἐκτείνονται. αἱρετώτερον δέ φησι τοῦτο, ὅτι μεῖζον τὸ ἕτερον κακόν.

308. ἐπαμφοτερίζει ἡ χρῆσις παρὰ τῷ ποιητῇ, ποτὲ μὲν διὰ τοῦ ε, ποτὲ δὲ διὰ τοῦ ι. τρία δὲ παρείληφε χρήσιμα, διάταξιν, ἀπειλὴν, ζῆλον.

310. πάλαι πολέμων εὖ εἰδώς] εὐτύχησε γὰρ πολλαχοῦ, ὡς ἐν Ἤλιδι, καὶ πρὸ τούτου τοῦ Ἰλιακοῦ πολέμου.

313. εἴθʼ ὡς θυμός] ἁρμόζουσαν τῷ γήρᾳ ποιεῖ τὴν εὐχὴν, καὶ ταύτῃ αὐτὸν τιμᾷ. θυμὸς δὲ ἡ προαίρεσις.

315. *ὁμοίιον] ἰστέον ὅτι ὁ ποιητὴς πανταχοῦ τὸ ὁμοίιον ἐπὶ τοῦ φαύλου λαμβάνει, οἷον ἐνταῦθα, καὶ “ἀλλʼ ἤτοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν” (Od. 3, 236). “ὁπότʼ ἂν τέλος ἔλθῃ ὁμοιίου πολέμοιο” (Il. 9, 440).

γῆρας ὁμοίιον, θάνατος ὁμοίιος, νεῖκος ὁμοίιον (Il. 4, 444).

319. ὣς ἔμεν ὡς ὅτε] καὶ φιλόμυθος ὢν ὁ γέρων ἄκρως κατεμέ- τρησε τὸν καιρόν· ἑξῆς δὲ αὐτὸν πληροῖ. μετὰ δὲ τοῦ ν τὸ ἔμεν. Πύλιοι μὲν οὖν πρὸς Ἀρκάδας ἐπολέμουν περὶ ὅρων γῆς· γίνεται δὲ αὐτοῖς συμβολὴ περὶ τὸν Ἀκίδαντα ποταμόν. Ἐρευθαλίωνος δὲ τοῦ Ξανθίππου προτρεπομένου τὸν βουλόμενον Νέστωρ ἀντιστὰς ἐνίκησεν. ὑπὸ δὲ τῆς ἡδονῆς ἁλλόμενος ἐκπεπήδηκε τοῦ περιορισθέν- τος χωρίου· ὅθεν Ἀρκάδες Ἐρευθαλίωνα μᾶλλον ἔφασαν νικῆσαι. καὶ συμβαλόντες ἐκ δευτέρου, εἶτα κοινῇ περιγράψαντες τοὺς χώρους, ἔθαψαν Ἐρευθαλίωνα, καὶ τῷ σήματι ἐπέγραψαν “ἐνθάδʼ Ἐρευθα- λίωνα φίλοι περὶ τύμβον ἔθηκαν, Ἀρκαδίης βασιλῆα, γένος ἔξοχον Ἀμφιδάμαντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.” ἱστορεῖ Ἀρίαιθος.

[*](2. ἅρματος] *ἄρματος κρατήσας 30. Epigramma ex aliis fontibus 17. *οἷον] οἷον ὡς emendandum: v. annot. 19. *ὁμοιίου] ὁμοίιοιν 32. *ἱστορεὶ Ἀρίαιθος] om. Vid. 26. *ἁλλόμενος] βαλλόμενος Mueller. Fragm. Hist. 4 p. 318. )
215

320. πάντα] λείπει τὸ ἡδέα ἐνταῦθα.

321. νῦν αὖτέ με γῆρας ἱκάνει] οὐκ εἶπεν, εἰ τότε ἰσχυρὸς ἦν, νῦν εὔβουλός εἰμι, διὰ τὸ φορτικὸν, ἀλλὰ τὰς ἡλικίας ἀντὶ τῶν ἀρετῶν ὑπήλλαξεν.

322. ἱππεῦσι μετέσσομαι] οὐ γὰρ δύναται πεζὸς μάχεσθαι διὰ τὸ γῆρας.

323. βουλῇ καὶ μύθοισι] ὑπηρετεῖ γὰρ ὁ λόγος τῇ βουλῇ.

324. αἰχμὰς δʼ αἰχμάσσουσι] πάντα ἀπὸ μέρους τὰ ὅπλα.

330. οὐκ ἀλαπαδναί] ὡς ἀπολογίαν τῆς ἀργίας ποιούμενος οὐκ ἀλαπαδνὰς αὐτάς φησιν.

331. ὁ λαὸς, φησὶν, αὐτῶν οὔπω ἤκουσε τῆς βοῆς· οὐ γὰρ ἠλά- λαξαν οἱ Τρῶες, ἵνα μὴ νοηθῶσιν.

334. εἴτε διὰ τοῦτο ἔστασαν, ἵνα οἱ Τρῶες πρότερον κατάρξωσιν, εἴτε ἵνα τινὲς ἄλλοι τῶν Ἑλλήνων. ἄμφω δὲ ἄλογα, καὶ τὸ ὑπὸ τῶν Τρώων προληφθῆναι (οὐ γὰρ μικρὰ καὶ τοῦτο βλάπτει) καὶ τὸ ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ συντεταγμένους ἅπαντας πολεμεῖν. ἁρμόζει δὲ μᾶλλον τὸ πρότερον, ἵνα οἱ Τρῶες παραβαίνοντες τὰς συνθήκας καὶ τῆς μάχης ἄρξωσιν. ἀλλὰ τούτῳ δοκεῖ ἐναντιοῦσθαι τὸ “νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν” (347). ἢ λείπει ἡ κατά εἰς τὸ ὁρμήσειεν, ὡς τὸ “ὡρμήθη δʼ Ἀκάμαντος” (Il. 14, 488). θέλουσι δὲ πρὸ ἑαυτῶν ἄλλους Ἕλληνας ἄρξασθαι τῆς μάχης, ἀσυκοφαντήτους ἑαυτοὺς ἐκ παντὸς πρὸς τὸ θεῖον πειρώμενοι σῶσαι. διὸ καὶ δόλιον αὐτὸν καλεῖ Ἀγαμέμνων, ἐπεὶ οὐ φιλέλλην, ἀλλὰ φίλαυτος φωρᾶται. καὶ ὁ μὲν ἕνα πύργον περιμένει, ὁ δʼ ὀνειδίζων δέκα πύργοι Ἀχαιῶν φησίν.

338. ὦ υἱὲ Πετεῶο] τὸν μὲν τῇ τοῦ πατρὸς ὑπεροχῇ κατῄσχυνε τῷ δὲ παρρησιαστικώτερον ὡς φίλῳ ἐπιφέρεται, τοῖς ἄλλοις δι᾿ αὐτοῦ μείζονα τὴν προτροπὴν ποιῶν.

339. κακοῖσι δόλοισι] μέσον γὰρ ὁ δόλος· καὶ ἐπὶ μὲν τοῦ κακοῦ μόνως, ἐπὶ δὲ τοῦ ἀμφοτέρους εἰδότος “εἰδὼς παντοίους τε δόλους (Il. 3, 202). τοῦτο δέ φησιν ὅτι καὶ τῆς βοῆς ᾔσθετο καὶ ἀνε- βάλετο.