Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

250. κοιρανέων] ἔργα πρέποντα βασιλεῖ ποιῶν.

251. ἐπὶ Κρήτεσσι] πρὸς Κρῆτας, ὡς “ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν” (Il. 2, 89). οὓς δὲ κατέλεξεν Ἑλένη (Il. 3, 166), τούτους πάλιν ἡμῖν δηλοῖ· καὶ ὃ παραλέλοιπεν ἐκεῖ, τοῦτο ὧδε ἀναπληροῖ.

253. συὶ εἴκελος] διώκειν γὰρ οὐ δύναται ὡς μεσαιπόλιος· ἢ ὅτι δεύτερον λέοντος σῦς. Αἴας δὲ καὶ Ἀγαμέμνων καὶ Ἀχιλλεὺς εἰς λέοντος εἰκόνα φέρονται ἀλκιμωτάτου ζῴου.

254. πυμάτας ὤτρυνε φάλαγγας] οὐκ εἶπε συνῆν αὐταῖς, ἀλλʼ οἷον εἰς ἔρεισμα αὐτῶν ἦν. ἦσαν οὖν οἱ μὲν ἐχόμενοι ἔργου, οἱ δὲ παρασκευαζόμενοι· τὸν πλέονα δὲ πόνον ἀναδέχεται, καὶ τὸ τιμιώ- τερον ἀφίησι τῷ βασιλεῖ. τινὸς δὲ πύματα τὰ ἀριστερὰ τῆς παρα- τάξεως.

257. πέρι μέν σε τίω] τῶν τιμῶν αὐτὸν ὑπομνήσας προθυμότερον εἰς τὸ παρὸν ποιεῖ, τῶν αὐτῶν ἐφιέμενον πάλιν.

258. ἐνὶ πτολέμῳ] τῇ διαιρέσει τῶν λαφύρων. ἀλλοίῳ δὲ τῇ προεδρίᾳ, τῇ συμβουλῇ. ὅσα δὲ εἶπεν Ἑλένη, ἀνακεφαλαιοῦται, Ἰδομενεὺς θεὸς ὣς, Αἴας ἕρκος Ἀχαιῶν, Ἀγαμέμνων ἀγαθὸς βασι- λεὺς, Ὀδυσσεὺς δόλιος.

259. ἐν δαίθʼ] τίμιον τοῦτο παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἔτι παρὰ Κυμαίοις. γερούσιον δὲ τὸν τοῖς ἐντίμοις διδόμενον· κατελείπετο γάρ τι τῶν λαφύρων εἰς τὰς κοινὰς εὐωχίας.

266. Ἀτρείδη, μάλα μέν τοι] συντόμως ἄρα καὶ μετρίως· οὐ γὰρ ἀριστεύσειν ὑπισχνεῖται, ἀλλʼ οὐκ ἀδικήσειν τὴν ἑταιρείαν.

274. νέφος] τὸ πυκνὸν καὶ καταπληκτικὸν τῆς φάλαγγος μιᾷ λέξει περιέλαβεν, εἰκάσας μέλανι καὶ σκυθρωπῷ νέφει. ἀπὸ δὲ τῆς μεταφορᾶς καὶ εἰκόνα πεποίηκεν.

275. αἰπόλος] ὑψίνομοι γὰρ αἱ αἶγες καὶ δύσριγοι. καλῶς δὲ ἀπὸ ὕψους ὁρᾷ, οὐδενὸς ἐπιπροσθοῦντος τῇ θέᾳ. πελάγιον δὲ νέφος [*](2. *πατὴρ Ζεὺς ἔσετ’] ζεὺς πατὴρ 4. ὁ τραγικὸς] Euripides fr. 435. 24. ἔτι] *ἔτι νῦν ἔσσεται 3. *πόνον] om.)

212
ὄμβρον ἐπάγει. εὖ δὲ καὶ ὑπὸ ζεφύρου ἐλαύνεσθαί φησιν αὐτό· οὖτος γὰρ μάλιστα νέφη συνάγει καὶ δεινὴν χειμῶνος ἀπειλὴν, εὖρος δὲ καὶ νότος χειμῶνα παύουσι διαλυομένων εἰς ὄμβρον τῶν νεφῶν. παρεικάζει δὲ τὸν μὲν Αἴαντα ζεφύρῳ, τὸν δὲ στρατὸν νέφει, τοὺς δὲ Τρῶας τῷ ποιμένι. τινὲς δὲ νέφος τὸ ἄτακτον πλῆθός φασιν.

277. μελάντερον] ὡς ἀδινώτερον. μελανώτερον δέ ἐστι τῶν ἄλλων νεφῶν.

278. λαίλαπα] τὴν μεθʼ ὑετοῦ αὔραν· “ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθών” (Il. 16, 384).

279. ὑπό τε σπέος ἤλασε μῆλα] κύουσα γὰρ ἡ ὄϊς, ἐὰν ἔξω ἀκούσῃ βροντῆς, ἐξαμβλοϊ.

281. πυκιναὶ] πυκνούμεναι γὰρ καὶ μελαινόμεναι ὁρῶνται.

282. πεφρικυῖαι] ὠρθωμέναι· καὶ “ἔφριξεν δὲ μάχη” (Il. 13. 339). βραχὺ δὲ διασταλτέον εἰς τὸ σάκεσίν τε· ἐξ αὐτῶν γὰρ ἦσαν μελανθεῖσαι, ἐκ δὲ τῶν δοράτων ὀρθωθεῖσαι.

285. Ἀργείων ἡγήτορε] τοῦτο προτρεπτικῶς. ἢ πρόμαχοι καὶ ἡγούμενοι τῶν ἄλλων Ἕλλήνων ἐν ταῖς μάχαις.

286. εἰς τὸ μέν διαστολὴ, εἰς δὲ τὸ ὀτρυνέμεν ἀνυπόκριτος. τὸ δὲ ἑξῆς, ὑμᾶς μὲν οὔτι κελεύω μάχεσθαι· οὐ γὰρ ἔοικεν ὀτρυ- νέμεν. καὶ Ἰδομενέα μὲν τῆς τιμῆς καὶ τοῦ γέρως ὑπέμνησε, τοὺς δὲ τῇ φιλοτιμίᾳ προὐτρέψατο.

289. πᾶσι] τοῖς ἡγεμόσιν, ἵνα πρὸς ὁμοτίμους ἡ σύγκρισις ᾖ. ἐπὶ δὲ Νέστορος “τοιοῦτοι δέκα μοι” (Il. 2, 372). φαίνεται οὖν προτιμῶν ἀνδρείας φρόνησιν.

295. Πελάγων καὶ Ἀλάστωρ καὶ Βίας καὶ ἐν Τρωσίν εἰσιν.

296. *Πορφυρίου. διὰ τί τὴν τάξιν ταύτην ἐποίησεν, ἱππῆας μὲν πρῶτον, πεζοὺς δʼ ἐξόπισθε, κακοὺς δʼ ἐς μέσσον; ἄτοπον γὰρ τὸ τοὺς ἱππέας πρὸ τῆς φάλαγγος ποιῆσαι, καὶ τούτων μεταξὺ τοὺς φαύλους. λύει δʼ Ἀριστοτέλης· ἢ οὐ πρὸ τῆς φάλαγγος λέγειν τοὺς ἱππεῖς φησὶν, ἀλλʼ ἐπὶ τοῖς κέρασιν· καὶ οὕτως πρῶτοι εἶεν ἄν. τοὺς δὲ κακοὺς οὐ τόπῳ διορίζει, ἀλλʼ ἐναλλὰξ μεταξὺ ἀνδρείου τὸν ἀσθενέστερον, πεζοὺς δʼ ἐξόπισθεν τῶν ἱππέων, ὥστε τὰ μὲν κέρατα κρατεῖν τοὺς ἱππέας, μετὰ δὲ τούτους τοὺς πεζούς. πανταχοῦ δὲ μεταξὺ τῶν ἀνδρείων ἱππέων τε καὶ πεζῶν τετάχθαι [*](1. *οὗτος] αὐτὸς 26. *Πορφυρίου] om. 6. μελανώτερον] *μελάντερον 30. *οὕτως] οὗτοι 24. ἀνδρείας] ἀνδρίας)

213
τοὺς κακοὺς, ἤτοι ἱππέας τε καὶ πεζούς. ἄλλοι δὲ οὐδὲν ὅλως τῷ τόπῳ διορίζειν, ἀλλὰ τῷ χρόνῳ λέγειν πρώτους καὶ μέσους καὶ τὸ ὄπισθεν ὑστέρους, ἵνα πρῶτοι μὲν συμβάλλωσιν οἱ ἱππεῖς οἱ ἀνδρεῖοι, μεθʼ σὓς ἐπιφέρονται οἱ χείρους τῶν ἱππέων τε καὶ πεζῶν οἱ ἀνδρειό- τατοι· οἱ δὲ ὅτι οὐχ ὡς ἐπιτιμᾶται ἔταξε. καὶ γὰρ Βοιωτοὺς οὕτω τάττειν δοκεῖ· ὥστε ἀπὸ τοῦ ἔθους ἡ λύσις, οἱ δὲ ἀπὸ τῆς λέξεως. τὸ γὰρ πρῶτον δῆλον τὸ δεξιὸν κέρας, ὄπισθεν δὲ τὸ ἀρι- στερόν. πρώτονς οὖν εἰκὸς εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ μέρους ἑστῶτας, ὄπισθεν δὲ τοὺς ἐπὶ τοῦ ἀριστεροῦ, ὡς εἰκὸς, μεταξὺ τετάχθαι τοὺς δειλούς· οὕτω γὰρ καὶ λόγον ἔξει τὸ “ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ (300).”

οὐ δεόντως, φασὶ, τὴν πρώτην τάξιν οἱ ἱππεῖς ἔχουσι, κινδύνου ὄντος, εἰ τροπὴ γένηται τῶν ἱππέων, συμπατηθῆναι τὴν ἀκολουθοῦσαν τάξιν. ἀγνοοῦσι δὲ ὅτι οἱ πεζοὶ ὄπισθέν εἰσιν, ὅπως τῶν ἱππέων ὑποχωρούντων διιστάμενοι δέχοιντο αὐτοὺς, ὃ καὶ γεφύρας πολέμου καλεῖ, καὶ πάλιν ἑνούμενοι ὡς τεῖχος δέχοιντο τοὺς πολεμίους ἐπιόν- τας· μεταξὺ δὲ δύο ἀνδρείων ἔνα κακὸν ἔβαλλε. τινὲς δὲ τὸ ἔμ- προσθεν καὶ ὄπισθεν ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κέρως λαμβάνουσι· τοὺς δὲ κακοὺς τετάχθαι ἐν μέσῳ, ἵνα καὶ ὑπὸ τούτων καὶ ὑπʼ ἐκείνων ἀναγκάζωνται πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖς οὐδὲν ἐπιτάσσων. βραχὺ δὲ διασταλτέον εἰς τὸ ὄχεσφι· κοινὸν γὰρ τὸ στῆσεν.