Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

171. πολυδίψιον] πολυβλαβὲς διὰ τὴν ἧτταν. ἔστι δὲ πλεο- νασμὸς τοῦ δ. διὰ τί δὲ οὕτως οὗτος ὑποστρέψειν φησίν; ὅτι Ἕλληνες μὲν ἄπρακτοι ἀπελεύσονται, Τρῶες δὲ κερτομήσουσιν Ἀγαμέμνονα, Μενέλαος ἐπὶ ξένης σαπήσεται, ἀτελὴς ἡ μάχη μενεῖ. τεχνικῶς δὲ διʼ ὧν ἀπολοφύρεται, ὡσεὶ καταλειφθησόμενος ὑπὸ τῶν συμμάχων, εἰ Μενέλεως ἀποθάνῃ, κατέχειν αὐτοὺς πειρᾶται τεθνηκότος ἢ καὶ μὴ τοῦ Μενελάου.

*τινὲς δὲ, πολυδίψιον τὸ πολλοῖς ἔτεσι διψῶν· ἄνυδρον γὰρ τοῦτο ἂν ἔνυδρον ἐποίησεν ὁ Δαναός.

173. εὐχωλὴν Πριάμῳ] κινητικὴ τοῦ πλήθους ἡ τῶν ἐχθρῶν εὐημερία.

176. ὑπερηνορεόντων] ὑπερηφανούντων· ἡ γὰρ ὑπὲρ ἄνδρα δύναμις ὑβριστὰς ποιεῖ τινάς.

177. τύμβῳ ἐπιθρώσκων] ὅσον ἐφʼ ἑαυτῷ βαρεῖαν τὴν ταφὴν τῷ νεκρῷ ποιεῖ, ἣν πάντες κούφην ἑαυτοῖς εὐχόμεθα εἶναι. παρατέταται δὲ τὸ πάθος, ἐπὶ ζῶντι καὶ παρόντι λεγομένων τῶν τοιούτων.

178. χρήσιμον ἀνεστραμμένης τύχης ὑπόδειγμα.

181. κεναῖς τῶν συστρατευσαμένων ἢ τῶν λαφύρων ἢ τῶν ἡρ- πασμένων· ἢ περιπαθῶς κενὰς αὐτὰς καλεῖ, ἐν αἷς οὐ πλεῖ ὁ Μενέ- λαος· τὸ δὲ ἀγαθόν κατʼ εἰρωνείαν, εἰ ἀπὸ τῶν Τρώων ᾖ. εἰ δὲ τοῦ

208
Ἀγαμέμνονος, ὡς εἴ τις πατέρα θάψας λέγοι ὅτι ἀγαθὸν πατέρα ἀπώλεσα· οὐ γὰρ τὰ τοῦ γένους τοσοῦτον ὅσον τὰ τῶν τρόπων ἀγαπητά.

182. ἐπίρρημα ἀντὶ τοῦ εὐρέως, ὡς “ἀγορὴν αἰψηρήν” ἐν τῇ B (257) τῆς Ὀδυσσείας.

184. θάρσει] τοιοῦτός ἐστιν ὡς εἰ νοσῶν υἱὸς παραμυθοῖτο γονεῖς. ἄτοπος δὲ ἦν μαλθακευόμενος Μενέλαος, ἐκείνων τὸ πάθος οἰκειου- μένων. τὸ δὲ μὴ δειδίσσεο ἀντὶ τοῦ μὴ εἰς φυγὴν παρακάλει διὰ τοῦ ἐμοῦ θανάτου.

185. τῷ κούφῳ τῆς πληγῆς ἐπικουφίζει τὴν λύπην τοῦ ἀδελφοῦ.

187. μίτρη] ἡ μίτρα ἔσωθεν ἐριώδης ἐστί, καίπερ κατὰ τὴν ἐπιφάνειαν χαλκῆ ὑπάρχουσα.

191. φάρμαχ᾿] τὰ φέροντα ἄκεσιν. εἴρηται δὲ ἀπὸ τῶν ἀνθῶν· ὅθεν καὶ τὰ βαφεῖα φαρμακῶνας ἐκάλουν, καὶ τὸ ἐκ τῆς βαφῆς στομοῦν φαρμάσσειν φησίν.

192. θεῖον κήρυκα] ὅτι Διός ἐστιν ἄγγελος. εἰκότως δὲ θαρσυν- θεὶς οὐ μηκύνει τὸν πρὸς Μενέλαον λόγον.

193. ὅττι τάχιστα] ὅττι τάχιστα ποιηταὶ, ὅσον τάχος Ἀττικοὶ, ἡ δὲ συνήθεια ὡς τάχος. οὐ καλεῖ δὲ ἄμφω, ὅτι ὁ μὲν περὶ τὰ τραύ- ματα, ὁ δὲ περὶ τὰ ἄλλα ἦν νοσήματα.

194. οὐ περιττὸς ὁ στίχος, ἀλλʼ ἐλπίδα διδοὺς τῆς σωτηρίας Μενελάῳ ὡς ἀγαθοῦ ἰατροῦ τυγχάνειν μέλλοντι.

195. θορυβούμενος πέρα τοῦ δέοντος φέρεται. οὐδὲ οὗτος οὖν περιττὸς ὁ στίχος, ἀλλὰ μιμούμενος τὸ τῶν τεταραγμένων ἦθος.

199. βῆ δʼ ἰέναι] τὸ βῆ δὲ θέειν ἢ ἰέναι ἀνοίκεια τῷ παπταίνοντι, οὐδὲ τὴν ἔφοδον αὐτοῦ ἐσιώπησεν.

200. παπταίνων] ὄπτω πτῶ πταίω πιαίνω. ἦν δὲ πανταχόσε τοὺς ὀφθαλμοὺς ῥίπτων, ὡς μὴ λάθοι αὐτόν.

207. Τρώων πρὸς σύστασιν τῆς μάχης, Λυκίων ὡς ἀρίστων συμμάχων. οὐ διακόνου δὲ ὁ λόγος, ἀλλὰ φίλου καὶ συμπαθοῦς· τὴν ἀπὸ παντὸς γὰρ προσώπου εὔνοιαν εἰς Μενέλαον συνίστησιν ὁ ποιητής. τοὐναντίον δὲ ἐπὶ Ἀλεξάνδρῳ.

209. βὰν δʼ ἰέναι] περιεῖλεν αὐτοῦ τοὺς λόγους διὰ τὴν σπουδήν.

211, 212. ταῦτα τὰ δύο ἔπη τὰ μὲν πράγματα οὐ λυπεῖ μὴ γραφόμενα, ἀπόλλυσι δὲ τὴν ἔμφασιν· ἐμφαντικὸν γὰρ τὸ τοὺς φίλους ἀγωνιῶντας περιεστάναι.

209