Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

144. εἰ μὲν ὁμωνυμία ἐστὶν, ἐατέον· εἰ δὲ οὒ, στικτέον ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἂν τοσούτων οὖσα ἐτῶν ἀμφιπολεῖν ἠδύνατο.

*Πορφυρίου. ἀδύνατόν φασι τὴν Αἴθρην ἔτι ζῆν καὶ ἀμφιπόλου τάξιν ἔχειν, εἴπερ ὁ μὲν Θησεὺς ἀρχαῖός ἐστιν (“ἔνθα κʼ ἔτι προτέ- ρους ἴδον ἀνέρας οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα” Od. 11, 630), ἡ δὲ ἀμφίπολος ἐπὶ νέας τάτετται. ἡ δὲ λύσις ἐκ τῆς λέξεως, ἢ ὅτι ὁμωνυμία ἐστὶ τῆς Αἴθρας, ἢ ὅτι ἡ ἀμφίπολος οὐ πάντως νέα· “γρηΐ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτίθει” (Od. 1, 191).

145. *Σκαιαὶ πύλαι] Σκαιαὶ προσηγορεύθησαν ἢ ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος αὐτὰς, ἢ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πόλεως κεῖνται. ἢ ἀπὸ τοῦ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας· τὸν γὰρ δούρειον ἵππον κατὰ ταύτας ἐδέξαντο τὰς πύλας. αὗται δὲ καὶ Δαρδάνειοι προσαγορεύονται.

148. Οὐκαλέγων τε καὶ Ἀντήνωρ] μεταβὰς ἐπὶ ἕτερον γένος καὶ τὴν πτῶσιν ἤλλαξεν. Ἀττικὸν δὲ τὸ ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταβαίνειν.

149. δημογέροντες] οἱ γέρας ἐν τῷ δήμῳ ἔχοντες. ἀπὸ δὲ τούτων τῶν ἐνδόξων τοὺς πάντας δηλοῖ.

150. γήραι] ἐντελῶς μὲν τῷ γήραι, γράφεται δὲ καὶ τῷ γήρεϊ, ὡς οὔδεϊ.

151. δύο γὰρ οἶδεν ἀνδρῶν καλλίστας ἀρετάς· “βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων” (Il. 2, 273).

[*](7.*κατὰ ταύτας] κατʼ αὐτὰς 22. *αὐτάς] om. 26. *καὶ τὴν] καὶ κατὰ)
168

τεττίγεσσιν] ἄναιμα καὶ ψυχρὰ ταῦτα τὰ ζῷα. οἱ δὲ ἄρρενες ᾄδουσιν ἐφʼ ὑψηλῶν καθήμενοι τόπων διὰ τὸ θέρεσθαι.

*Τιθωνοῦ τοῦ Λαομέδοντος, Πριάμου δὲ ἀδελφοῦ, ἠράσθη Ἡμέρα, ἐξ οὗπερ ἐποίησεν υἱὸν Μέμνονα. μακρῷ δὲ βίῳ δαπανηθέντος ἐκείνου, μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ θεός. διὸ δὴ τοὺς συγγενεῖς αὐτοῦ δημογέροντας τέττιξιν εἰκάζει ὁ ποιητής. ἱστορεῖ ὁ Ἑλλάνικος.

152. λειριόεσσαν] παρὰ τὰ λείρια, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ ἀκουόμενα. οἱ δὲ τὴν ἐκ δρόσου ὡς βοτάνην ἀνθοῦσαν.

155. ἦκα] αἰσχύνην γὰρ αὐτοῖς ὁ λόγος ἔφερε, παρʼ ὥραν κάλλος γυναικὸς θαυμάζουσιν. καὶ ἄλλως φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία.

156. οὐ νέμεσις] οὐ νεμεσητὸν, ὡς τὸ “οὐχ ὁσίη” (Od. 22. 412) ἀντὶ τοῦ οὐχ ὅσιον.

158. αἰνῶς] ἀντὶ τοῦ λίαν, ὡς τὸ “αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα ἐκείνῳ ἔοικεν.” οὐκ ὀρθῶς οὖν τινὲς τὸ αἰνῶς τῷ πάσχειν ἅπτουσιν.

160. ἡμῖν] ὀρθοτονητέον τὴν ἡμῖν· μόλις δὲ ἀνακαλοῦνται τοῦ πάθους τὸν λογισμόν.

161. ἐκαλέσσατο φωνῇ] ἐφώνησεν, ἀλλʼ οὐ διʼ ἀγγέλου ἐκά- λεσεν. φίλον δὲ τέκος, ἵνα μὴ ὑπονοοῦσά τι ἐν αὐτοῖς δεινὸν ἀποστραφῇ.

162. *δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο] διὰ τί ἡ Ἑλένη ἐπὶ τὴν θεὰν ἀφικνεῖται καὶ ταύτην ὁ Πρίαμος τὰ περὶ τῶν Ἑλλήνων πυνθάνεται; διὰ τί τε ἐννέα ἤδη τῶν τοῦ πολέμου παρῳ- χηκότων ἐτῶν ὁ Πρίαμος ἀγνοεῖν φαίνεται τοὺς ἡγεμόνας τῶν Ἑλλήνων πάντως πολλάκις ἑωρακὼς αὐτοὺς ἐκ τοῦ τείχους, ὥσπερ καὶ νῦν ὑπόκειται, καὶ δυνηθεὶς ἂν καὶ ἐξετάσαι καὶ μαθεῖν περὶ ἑκάστου; ῥητέον δὲ ὅτι τοῦ Ἀχιλλέως συντεταγμένου τοῖς Ἕλλησι καὶ τῶν Τρώων ἐν τῇ πόλει καθειργμένων ἔφοδοι ἐγίνοντο ἔνοπλοι καὶ τὰ μὲν ὀνόματα γνῶναι ἠδύνατο τῶν ἀρίστων ὁ Πρίαμος καὶ αὐτοὺς ἐνόπλους θεάσασθαι, ἐπὶ συνθήκας δὲ καὶ διάλυσιν τοῦ πολέμου τοιαύτην μὴ ἐληλυθότων πρότερον, ἀλλὰ καὶ τῶν ἐκ προ- κλήσεως μονομαχίων οὐ μετʼ ἐκεχειρίας τῶν ἄλλων γινομένων καὶ διὰ τοῦτο ἐνόπλων ἀλλήλοις ἀεὶ ἀναμιγνυμένων ὁ ποιητὴς ἐπινοήσας [*](16. ἅπτουσιν] * συνάπτουσιν 33. ἐκεχειρίας] ἐκεχειρίας hic et infra. )

169
μονομάχιον μετʼ ἐκεχειρίας τῶν ἄλλων καὶ διὰ τοῦτο ἀποδύσας ἀπὸ τῶν ὅπλων τοὺς πολεμοῦντας. φησὶ γὰρ “ὣς ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε, ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο, τεύχεα τʼ ἐξεδύοντο” (Il. 3, 12 14). καὶ ἐπισημηνάμενος ἀναγκαίως τὸ παράδοξον τῆς ἐπινοίας διὰ τοῦ φάναι “ἵνα θέσκελα ἔργα ἴδηαι Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν” (Il. 13, 130. 131). τί οὖν τὸ θαυμαστόν; ὅτι “οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα, — οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται” (Il. 3, 132—134). γυμνῶν οὖν γενομένων νῦν πρῶτον ἥ τε τῆς Ἑλένης θέα ἐπὶ τῷ παραδόξῳ τῆς εἰρήνης καὶ τῆς γυμνητείας τῶν ὅπλων οὐκ ἄλογος, καὶ ὁ ἐγειρόμενος ὑπὸ ἐκλύσεως τοῦ φόβου πεπαυμένου ἵμερος τοῦ πολέμου οὐκ ἄλογος, ἥ τε ἐξέτασις τοῦ Πριάμου εὔκαιρος καὶ λόγον ἔχουσα τανῦν. ἔτι καὶ νῦν αὐτοὺς γυμνοὺς ἄτερ ὅπλων θεώμενος δύναται ἐξετάσας παρὰ τῆς ὁμοεθνοῦς ἕκαστον· διὸ καί φησι “τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ, αὐτὸς δὲ κτίλος ὥς” (Il. 3, 195). καὶ πρὸς τοῦτο οὖν ἡ τῆς Ἑλένης εἰς τὸ τεῖχος παρουσία εὐλόγως ᾠκονόμηται. ὅτι δὲ ἐκ τῶν ὅπλων ἐνῆν πλανηθῆναι τοὺς ἀπὸ τῶν ὅπλων σημαινομένους ἕκαστον δηλοῖ τὰ ἐπὶ τοῦ Πατρόκλου, ὃς ἐνδύσασθαι τὰ Ἀχιλλέως ὅπλα ἐδεήθη “αἴ κέν πως αὐτόν γε ἐΐσ- κοντες τῷ Ἀχιλλεῖ ἀπόσχωνται πολέμοιο Τρῶες” (Il. 16, 41). οὕτως οὐκ ἦν τὸν ἀπὸ τῶν ὅπλων τινὰ δοξάζοντα ἤδη καὶ ὄντως γινώσκειν αὐτόν· ὅτι γὰρ ἀπὸ τῶν ὅπλων ἐδόξαζον τοὺς πολεμοῦντας δηλοῖ καὶ ὁ Κεβριόνης ὅταν λέγῃ τῷ Ἕκτορι “νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν· οἱ δὲ δὴ ἄλλοι Τρῶες ὀρίνονται, Αἴας δὲ κλονέει Τελαμώνιος, εὖ δέ μιν ἔγνων· εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος” (Il. 11, 523 527)· καὶ πάλιν “Τυδείδῃ μιν ἔγωγε δαίφρονι πάντα ἐΐσκω ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ” (Il. 5, 181. 182). εἰ μὲν οὖν καθωπλισμένων αὐτῶν ἡ ἐξέτασις ἐγίνετο, ἄλογός γε ἂν διὰ τοῦ τοσούτου χρόνου γενομένη πρός τε τὴν Ἑλένην διατιθεμένη, δέον πρός τινα τῶν τὸν πόλεμον κατατι- θέντων· ἐπεὶ δὲ γυμνοὶ καὶ ἄνοπλοι τότε γεγένηντο, οὕτε ἡ ἐξέτασις [*](7. οἳ δὴ] οἱ δὲ 26. μιν] μὲν 10. γυμνητείας] γυμνἶ΄ 29. γενομένη Schraderus] γινο- 11. ἵμερος ex Il. 3, 139 addidit μένη Schraderus. 31. γεγένηντο] γεγένην 14. παρὰ Schraderus] περὶ )
170
ἄλογος οὔτε ἡ πρὸς τῆς Ἑλένης περὶ τούτων γενομένη διδασκαλία. ἀκριβέστερον γὰρ ταύτης οὐδεὶς ἂν ἄλλος τῶν παρόντων τὰς μορφὰς καὶ τὰ εἴδη ἀνεγνώρισεν.

163. πηούς] πηοὶ οὐχ οἱ κυρίως, ἀλλὰ οἱ ἐπείσακτοι συγγενεῖς καὶ ἐπίκτητοι.

164. οὔτι μοι αἰτίη ἐσσί] πατρικήν πως σώζων διάθεσιν κατὰ τὸν λόγον οὔ φησιν αὐτὴν αἰτίαν· πῶς γάρ;

165. ἐφώρμησαν] ἐμφαντικῶς ἀπὸ τῶν θηρευτικῶν κυνῶν φησὶ τὸ ἐφώρμησαν. δῆλον δʼ ὅτι τοὺς Ἕλληνάς φησιν.

166. *ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρίστων. ὅτι ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλανῶντο, ὡς που καὶ ὁ ποιητής φησιν “κατὰ ληΐδʼ ὅπη ἄρξειεν Ἀχιλλεύς” (Od. 3, 106)· νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρῶτον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμένου καὶ μόνον ἑαυτὸν αὐτοῖς ἐπιδεικνύντος καὶ τῷ φόβῳ κατακλείστους ποιοῦντος· τότε γὰρ ὁ Πρίαμος οὐ περὶ τούτων ἐφρόντιζεν, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. νῦν δὲ μηνίοντος ἐκείνου καὶ τῆς μάχης ἰσορρόπου γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρίς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φασιν ὅτι ἀπὸ τῆς πανοπλίας καὶ τῶν ἵππων αὐτοὺς ἐγνώριζον, ὡς καὶ Πάνδαρος ἐπὶ τοῦ Διομήδους λέγει “ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ” (Il. 5, 182)· πρότερον δὲ οὐ τεθέατο ἐνόπλους πάντας ὡς νῦν.

πῶς ἐν ταῖς πρώην πρὸ τείχους γενομέναις συμβολαῖς οὐ παρε- κάλεσε Πρίαμος παρʼ Ἑλένης μαθεῖν τοὺς ἀρίστους; ὅτι ἐνόπλων αὐτῶν προσβαλλόντων τῷ τείχει δυσχερὲς ἦν ἐπισημήνασθαι αὐτοὺς, καὶ τῶν ὅπλων πολλάκις δυναμένων ἀπατᾶν, ὡς καὶ ἐπὶ Πατρόκλου “καί τοι τεύχεα καλὰ δότω, αἴ κέ σε τῷ γʼ ἴσκοντες ἀπόσχωνται” (Il. 11, 798). συνήρτηται δὲ τοῦτο τῷ πρώτῳ, ὄφρα ἴδῃς πρότερόν τε πόσιν, ὥς μοι τόνδʼ ἄνδρα, ἵνʼ ᾖ τὸ ὡς ἀντὶ τοῦ ἵνα. τινὲς δὲ τὸ ὡς ἀντὶ τοῦ εἴθε καὶ τὸ ὀνομήνῃς ἀντὶ τοῦ ὀνομήναις.

172. αἰδοῖός τέ μοι] εὐφυῶς τὸ τῆς δυσαρεστήσεως ἰάσατο, φάσκουσα τὸ μέν τι αὐτὸν αἰδεῖσθαι, τὸ δέ τι καὶ φοβεῖσθαι. ἐπεὶ δὲ αὐτὴν τέκος αὐτὸς εἶπε, καὶ αὐτή φησιν ὅτι πατρικὴν αἰδῶ καὶ [*](1. γενομένη Schraderus] γινο- 11. *πόλεις] om. μένη 14. πρῶτον] *πρότερον)

171
σέβας σώζω πρὸς σέ· ἡ γὰρ ὑπερβάλλουσα τιμὴ ἐν αἰδοῖ καὶ φόβῳ κεῖται.

173. ὡς ὄφελεν θάνατός μοι ἁδεῖν] ὤφειλεν ἐν ἐμοὶ τερφθῆναι. εἰ δὲ ἀρέσαι λέγοι, δῆλον ὡς ἐρασθεῖσα ἠκολούθησεν Ἀλεξάνδρῳ, ἀλλὰ μὴ ἀπατηθεῖσα.

175. * ὁ Πορφύριος ἐν τοῖς Ὁμηρικοῖς ζητήμασιν οὕτω φησὶν, ἐρα- τεινὴν εἶναι παῖδα τὴν Ἑρμιόνην. ὁ δὲ Ἀρίαιθος Ἑλένης καὶ Μενελάου ἱστορεῖ παῖδα Μοράφιον, ἀφʼ οὗ τὸ τῶν Μοραφίων γένος ἐν Πέρσαις, ὁ δὲ Κιναίθων Νικόστρατον. οἱ δὲ Λακεδαιμόνιοι δύο παῖδας Ἑλένης τιμῶσι, Νικόστρατον καὶ Αἰθιόλαν. καταχρηστικῶς δὲ εἶπε τηλυ- γέτην· κυρίως γὰρ τηλύγετοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὅ ἐστιν ἐκ γεροντικῆς ἡλικίας σπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιίας γεννώμενα μᾶλλον ἀγαπᾶσθαι.