Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

60. αἰεί τοι] μή τι οὖν με καταγίνωσκε τοιοῦτος ὢν καὶ πρὸς σεαυτὸν συγκρίνων. εὖ δὲ καὶ εἰκόνα ἀπαθεστάτην εὗρε τὴν σιδήρου, καὶ οὐκ ἀργοῦ, ἀλλὰ δρῶντός τι.

61. *τὸ “ὅστʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος, ὅς ῥά τε τέχνῃ νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν” ἀδύνατόν φασιν εἶναι. τὸν γὰρ πέλεκυν ἀδύνατον τέχνῃ χρῆσθαι. λύοιτο δʼ ἂν κατὰ λέξιν, οὐχ ὥς τινες, ὅτι ἐπὶ τοῦ ἀνδρὸς λέγεται τὸ ἀκροτελεύτιον, ὅς ῥά τε τέχνῃ, ὁ ἀνήρ· τὸ γὰρ ἐπιφερόμενον ἐλέγχει τοὺς λόγους ὑπὲρ τοῦ πελέ- κεως ὄντας “ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν,” μᾶλλον ὥστε τὸ τέχνῃ ἐστὶν ὑπὸ τέχνης. συνήθης δὲ ὁ τρόπος τῆς ἑρμηνείας, ὡς ἐν τῷ “γήραϊ δὴ πολέμοιο πεπαυμένοι” (150) ἀντὶ τοῦ ὑπὸ τοῦ γήρως, καὶ “ὃς δὴ γήραι κυφὸς ἔην” (Od. 2, 16) ἀντὶ τοῦ ὑπὸ τοῦ γήρως.

62. ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν] ὀξὺς ὢν καὶ ἠκονημένος τὴν τοῦ τέμνοντος αὔξει ὁρμὴν, ὥσπερ θραύει ὁ ἀμβλύς.

63. δύο ὑπεροχῶν ὁμοιότητας παρέθετο, πελέκεως καὶ γνώμης, ὡς εἴ τις λέγοι, ὅσον ἦν Αἴας πρᾶξαι δυνατὸς, τοσοῦτον Ὀδυσσεὺς βουλεύειν. χρυσῆν δὲ τὴν Ἀφροδίτην ἀπὸ τῆς στολῆς καλεῖ.

64. Ἑστιαία φησὶν ἡ γραμματικὴ ὅτι πεδίον ἐστὶ χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆν Ἀφροδίτην τιμᾶσθαι, καὶ εἶναι οὕτω χρυσῆς Ἀφροδίτης ἱερόν. καὶ οἱ μὲν τὴν ἀπὸ τῆς Πάφου, οἱ δὲ τὴν καλήν. Κλεάνθης δὲ ἐν Λέσβῳ οὕτω τιμᾶσθαι χρυσῆν Ἀφροδίτην.

65. * Πορφυρίου. τὸ “οὔτοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο” ἐναντιολογίαν δοκεῖ περιέχειν· τὰ γὰρ μὴ ἀπόβλητα δῶρα, καὶ μάλα παρὰ θεοῦ δωρού- μενα καὶ ἐρικυδέα, πῶς οὐκ ἄν τις ἑκὼν ἕλοιτο; λύσις· ἑκὼν οὐκ ἄν [*](27. * Ἑστιαία] ἑστία 30. *Κλετὶνθης] ἀπλεάνθης 31. *Πορφυρίου] om.)

163
τις ἕλοιτο μαχομέναις ταῖς κατὰ τὸ κοινὸν ἐννοίαις. ἡ δὲ λύσις· θεῶν δῶρα οὐ μόνον ἃ διδόασιν ἀγαθὰ, ἀλλὰ καὶ ἃ παρέχουσι κακά· “δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει, δώρων οἴα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων” (Il. 24, 527)· ὥστε δῶρα καὶ κατὰ, ἅπερ οὐκ ἄν τις ἑκὼν ἕλοιτο, δοθέντα δὲ στέργειν αὐτὰ ὀφείλει. ἢ ἀπλῶς τὰ δῶρα, ὁποῖα ἂν ᾖ παρὰ θεῶν, φησὶν, οὐδὲ ἀπόβλητά ἐστι διὰ τὸ μὴ ὑπὸ τὴν ἡμετέραν κεῖσθαι ἐξουσίαν εἰς τὸ ἀποβαλεῖν. τὸ οὖν μὴ εἶναι ἀπόβλητα μήτε ὑφʼ ἑκόντων ληπτέα εἴρηται, ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ ἐξουσίᾳ κεῖται εἰς τὸ ἀποβαλεῖν ἢ λαβεῖν. ἀναιρεῖ δὲ καὶ ἑκάτερον τὸ ἐφʼ ἡμῖν, ὡς μήτε ἐνὸν ἡμῖν αὐτὰ ἀποβαλεῖν ἐθελήσασι μήτε λαβεῖν προθυμηθεῖσιν, ἄν τε ἀγαθὰ ἄν τε ἐναντία· καὶ ἔστιν ὁ λόγος, ἃ θεοὶ διδόασι δῶρα, κἂν ἐρικυδέα ᾖ κἂν φαῦλα, οὔτε ἀπο- βαλεῖν ἐφʼ ἡμῖν ἐστιν οὔτε λαβεῖν ἐφʼ ἡμῖν ἂν εἴη. τὸ γὰρ ἑκών ἐκ κοινοῦ δεῖ καὶ πρὸς τὸ ἀποβαλεῖν ἀκοῦσαι καὶ πρὸς τὸ ἑλεῖν· οὐ γὰρ ἑκὼν ἄν τις καὶ θέλων ἀποβάλοι οὐδʼ ἑκὼν ἄν τις καὶ θέλων λάβοι ἃ ἐν τῇ τῶν κρειττόνων καὶ ὑπὲρ ἡμᾶς ὄντων ἐξουσίᾳ κεῖται. λύεται καὶ κατὰ λέξιν· τὸ γὰρ ἑκών ἐπὶ τοῦ βουληθείς τιθέμενον δηλοῖ ὅτι καλὰ μὲν τὰ δῶρα, οὐ μὴν ἅπαντα τῷ βουληθέντι ῥᾷστα ληφθῆναι.

68. ἄλλους μέν] ἐν σχήματι δηλοῖ ὅτι οὐ διὰ τὴν Μενελάου δύναμιν δειλιᾷ, ἀλλὰ διὰ τὴν τῶν συμμαχούντων, καὶ διὰ τοῦτο μόνος μόνῳ αἰτεῖ πολεμῆσαι.

69. αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον] βαρβαρικὸν τὸ μονομαχεῖν ἔθος. τὸ δὲ ἐπίθετον Μενελάου ποιητικόν.

70. ἀμφʼ Ἑλένῃ] πολεμοῦσιν, ἵνα ὁ μὲν λάβῃ ἅπερ ἀφῄρητο, ὁ δὲ ἀσφαλῶς κτήσηται. εἰς δὲ τὸ νικήσῃ καὶ εἰς τὸ γένηται βραχὺ διασταλτέον.

73. ταμόντες] διʼ ἐντόμων ποιησάμενοι, τουτέστι θυσιῶν.

74. ναίοιτε] διὰ τὸ νεμεσητὸν οὐκ εἶπε ναίοιμεν.

75. Ἀχαιίδα καλλιγύναικα] τὴν πᾶσαν Ἑλλήνων γῆν. τῷ δὲ ἔρωτι Ἑλένης τοιαύτην πᾶσαν εἶναι ὑπολαμβάνει.

76. ἐχάρη μέγα] εἰκότως ἥδεται· ἢ γὰρ νικήσει, ἢ ἀκλεοῦς ἀδελφοῦ ἀπαλλαγήσεται.

79. τῷ δʼ ἐπετοξάζοντο] πληροῦν γὰρ τούτῳ τὴν μάχην ᾤοντο· Ἀλεξάνδρου δὲ προϊόντος οὐδὲ φροντίζουσιν.

[*](80. * τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον] ἀπὸ μετοχῆς εἰς ῥῆμα· 8. *ὑφʼ ἑκόντων] ὑπʼ ἐχόντων *ὅτι οὐκ] οὐχ ὅτι)
164

οἱ δὲ, ἀπὸ κοινοῦ τὸ ἔβαλλον· οἱ δὲ, τιτυσκόμενοι ἰοῖς ἐτόξαζον. τὸ τιτυσκόμενοι ἀντὶ τοῦ καταστοχαζόμενοι. σημαίνει δὲ καὶ τὸ ἑτοι- μάζομαι, ὡς τὸ “ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο” (Il. 8, 41), καὶ τὸ ψυχικῶς στοχάζεσθαι, ὡς τὸ “τιτύσκετο δὲ φρεσὶν ᾗσιν” (Il. 13, 518).

87. μῦθον Ἀλεξάνδρου] οἶδεν ἄδικα ἀξιῶν· διὸ Ἀλεξάνδρου φησὶν ἐρέειν, οὐχ ἑαυτοῦ λόγον, ἐλευθερῶν ἑαυτόν. ἐπιδυσχεραίνων δὲ αὐτῷ φησὶ τοῦ εἵνεκα.

94. τάμωμεν] μετὰ γὰρ τὴν ἱερείων τομὴν οἱ ὅρκοι συντελοῦνται.

95. καταπλήσσει αὐτοὺς τὸ ξένον, ὡς εἴ τις μοιχείας διωκόμενος προκαλοῖτο τὸν ἄνδρα τῆς γυναικὸς εἰς μάχην, ὡς μετὰ τοῦ γυναίου καὶ τὴν ψυχὴν ἀφελούμενος. Ἀγαμέμνων δὲ οὐδὲν φθέγγεται, οὕτε προκινδυνεύειν τὸν ἀδελφὸν θέλων (φιλάδελφος γάρ) οὔτε ἀνα- δύεσθαι· οὐ γὰρ ἔπρεπε γινομένης τῆς κρίσεως περὶ τῶν ὅλων. πρεπόν- τως δέ πως οἱ πολλοὶ σιωπῶσιν· ἕνα γὰρ εἰς μάχην προεκαλοῦντο.

97. κέκλυτε] ἀκούσατέ μου, φησὶν, ὡς οὐδαμῶς μὲν ἐπὶ δικαίοις κινδυνεύσω, ἀλλὰ λυπούμενος ἐφʼ ὑμῖν καταπονουμένοις, καὶ ἵνα ἀπαλλάξω ὑμᾶς, τὸν ἀλυσιτελῆ ὑποδύομαι πόλεμον.

98. *φρονέω δὲ διακρινθήμεναι ἤδη] διὰ τί ὑποσχομένου τὴν ἅλωσιν Ἰλίου συνθήκας ποιεῖται πρὸς Τρῶας; ῥητέον οὖν κατʼ ἐνίους ὅτι οὐ πιστεύει τῷ ὀνείρῳ, κατὰ δέ τινας ὅτι οὐδὲν διέφερε καὶ ἑνὸς μονομαχία. ἄλλως τε οὖν προστέτακται αὐτῷ καθοπλίσαι τοὺς πάντας, οὐ μάχεσθαι.

100. εἵνεκʼ ἐμῆς ἔριδος] ἐπιεικῶς συγκατασπᾷ ἑαυτὸν ὡς προσ- φιλονεικήσαντα τῷ ἄρξαντι. ἀντέστρεψε δὲ τὴν τάξιν.

καταγνωστέος, φασὶν, Ἀλέξανδρος μαχόμενος περὶ ὧν ἔχει, καὶ Μενέλαος περὶ τῶν ἰδίων. ἀλλʼ ὁ μὲν εἶχε μὲν, οὐκ ἴδια δὲ, μάχεται δὲ ἵνα ἴδια γένηται· ὁ δὲ ἵνα τῶν ἰδίων κρατήσῃ, καὶ ὁ μὲν, ἵνα τὴν πόλιν ἐλευθερώσῃ, ὁ δὲ, ἵνα τὸ πρόστιμον ἀπαιτήσῃ.

*Πορφυρίου. διὰ τί τὸν Μενέλαον ἐποίησε μονομαχοῦντα; οὐδὲ γὰρ ἐξ ἴσου ἦν ἡ μονομαχία. ὁ μὲν γὰρ Ἀλέξανδρος περὶ τῶν ἀλλοτρίων ἐμάχετο, ὁ δὲ περὶ τῶν ἑαυτοῦ εἴχετο· ἡττηθεὶς δὲ τὰ ἑαυτοῦ ἀπέβα- λεν. ὁ δὲ Ἀλέξανδρος νικήσας μὲν τὰ ἀλλότρια ἕξειν ἔμελλεν, ἡττηθεὶς [*](19. διὰ τί] *διὰ τί Διός 30. *Πορφυρίου] om. In B ad 22. μονομαχία Schraderus] μονομα- 355. χίαν 32. *ἀπέβαλεν] ἀπέλαβεν)

165
δὲ οὐδὲν ἀποβαλεῖν τῶν ἑαυτοῦ. οὕτω δὲ πᾶς ἄν τις βούλοιτο μονο- μαχεῖν περὶ τοῦ ἀγροῦ τοῦ πλησίον· νικήσας μὲν λήψεται, ἡττηθεὶς δὲ οὐδὲν ἀποβαλεῖ τῶν ἑαυτοῦ. οὕτω μὲν Ἀλέξανδρος ἀνόητος ἦν· περὶ ὧν γὰρ εἶχε καὶ τῶν ἑαυτοῦ ἐκράτει. ἀλλʼ ἴσως ἀμφότερα εἰκότως· ὁ μὲν γὰρ Ἀλέξανδρος περὶ ὧν εἶχεν ἐμάχετο, ἀλλʼ οὐ τῶν ἑαυτοῦ, ἵνα γένηται αὑτοῦ, ὁ δὲ Μενέλαος περὶ τῶν ἑαυτοῦ, ἀλλʼ οὐχ ὧν ἐκράτει, ἀλλʼ ἵνα κρατήσῃ. ἔτι δὲ οὐ μόνον ἔδει αὐτὸν κομί- σασθαι τὴν Ἑλένην καὶ τὴν κτῆσιν, ἀλλʼ ἔτι καὶ τιμὴν Ἀργείοις ἀποτινέμεν ἥντινʼ ἔοικεν.