Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

179. ἀμφότερον] τοῦτο συναπτέον τῷ ἀγαθός, ἵνʼ ᾖ κατʼ ἄμφω ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς βασι- λείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγμα- τευόμενα. τοιοῦτος δὲ Ἀγαμέμνων, ὑπὸ μὲν Ὀδυσσέως καὶ Διομήδους ἐνίοτε ὑβριζόμενος, ὑπὸ δὲ Ἀδράστου ἱκεσίαν οὐ δεχόμενος.

180. ἐμὸς ἔσκε κυνώπιδος] πρὸς τὴν σημασίαν ὑπήντησε· τοῦ κυνώπιδος καὶ τὸ ἐμός. δαὴρ γὰρ ἐμοῦ τῆς κυνώπιδος. ἢ οὕτως· εἴ ποτʼ ἔην δαὴρ, ἐμὸς ἔην. τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται.

182. ὦ μάκαρ] ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν ἐχθρῶν οὐ κατὰ πρόσωπον γινόμενος ἔπαινος. σημειώσαιο δʼ ἂν ὡς κατὰ πρόσθεσιν συλλαβῆς ηὔξηται μετʼ ἐκπλήξεως ὁ ἔπαινος κλιμακηδόν.

[*](7. Ἀρίαιθος] Legebatur Δίαιθος, φίους appellatam fuisse satis ali- quod δίεθος scriptum in Ven. A. unde constat: v. Thes. vol. 5 p. Correxit Prellerus in libro de 529. Quae si nomen accepit ab Cerere et Proserpina p. 157. Helenae filio, hunc Μαράφιον vel Ariaethus memoratur in scholio Μαράφιον potius nominatum fuisse codicis Veneti A ad 4, 319. Per- credas quam Μοράφιον. Non minus versa haec sunt in scholio ed. obscurum est alterius filii nomen Romanae ὁ δὲ Πορφύριος οὕτω φησὶν Αἰθιόλας, quem ex scholiastae an- “Ἑλένης δὲ καὶ Μενελάου παῖδες Δί- notatione memoravit Eustathius αιθος καὶ Μορραφίων—,” quae l. c. Suidae glossa Αἰθιόλας: ὄνομα repetivit Eustathius p. 400, 34, κύριον unde sumta sit nescimus. υἱοὺς αὐτῇ (τῇ Ἑλένῃ) καὶ Μενελάῳ Apul Ζonaram p. 98 est Αἰθιολεύς. γεννῶσι—Δίαιθον καὶ Μαράφιον, ἀφʼ In cod. Leidensi Αἰθίολον legitur. οὖ γένος φασὶ τὸ τῶν Μαραφίων ἐν 24. * πρόσθεσιν] πρόσωπον Πέρσαις. Gentem Persicam Μαρα-)
172

184. Φρυγίην] τὴν παρὰ Σαγγαρίῳ, ἥ ἐστι μεγάλη· ἡ γὰρ μικρὰ παρὰ τῇ Τροίᾳ.

186. λαοὺς Ὀτρῆος] λαοὺς τοὺς ἐπικούρους φησὶν, ὡς τὸ “λαοὶ δʼ Ἀτρείδεω Ἀγαμέμνονος” (Od. 9, 263).

187. παρʼ ὄχθας Σαγγαρίοιο] διὰ τούτου τὸ μῆκος ἴσως τοῦ ποταμοῦ δηλοῖ· διιὼν γὰρ φρυγίαν ἔξεισι διὰ Βιθυνίας.

188. ἐπίκουρος ἐὼν] ἴσως γὰρ διὰ τούτου καὶ τοῦ γάμου τῆς Ἑκάβης ἠξίωται.

189. Ἀμαζόνες] παρὰ τῷ Θερμώδοντι αὗται ᾤκουν. αἱ δὲ ἐπι- φανεῖς αὐτῶν Ἱππολύτη, Ἀντιόπη ἣν ἥρπασε Θησεὺς, Ἀναία, Ἀνδρομάχη, Γλαύκη, Ὀτρηρὴ, ἧς Πενθεσίλεια, ἅς φασιν ἐπὶ πυριπνόων ἵππων μαχομένας ληΐζεσθαι τοὺς περιχώρους, καταδρα- μεῖν τε ὕστερον τὴν Φρυγίαν λείας ἕνεκεν ἐπὶ Μύγδονος τοῦ Ἄκ- μωνος καὶ Ὀτρέως τοῦ Δύμαντος. ὠνομάσθησαν δὲ παρὰ τὸ μὴ ἔχειν τὸν ἕτερον τῶν μαζῶν (ἐπυράκτουν γὰρ αὐτὸν πρὸς τὸ μὴ ἐμποδίζεσθαι ἐν τῇ τοξείᾳ) ἢ παρὰ τὸ μὴ χρῆσθαι μάζαις, χελώναις δὲ καὶ ὄφεσι καὶ σαύραις. ἀντιάνειραι δὲ αἱ ἴσαι ἢ ἐναντίαι τοῖς ἀνδράσιν.

190. ἑλίκωπες] ἀξιοθέατοι, εὐγενεῖς τὴν θέαν. οὐκ ἀλόγως δὲ αὔξει τοὺς Ἕλληνας· τῶν γὰρ πλειόνων καὶ κρατῆσαι καλὸν καὶ ἡττᾶσθαι οὐκ ἐπονείδιστον.

196. * κτίλος ὥς] ὡς πρᾶος καὶ χειροήθης κριὸς, ἀφηγούμενος τῆς ποίμνης. εἴρηται δὲ κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα, οἱονεὶ ἀκτίλος τις ὢν, παρὰ τὸ ἄγω ἢ παρὰ τὸ κίειν.

ἐπιπωλεῖται στίχας] περιφοιτᾷ, μή πώς τις δόλος εἴη κατὰ τὴν στρατιάν. στὶξ δὲ τὸ ἐκ δύο φαλάγγων, ὅ ἐστι σμ΄ ἀνδρῶν.

197. πηγεσιμάλλῳ] μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ τῷ ποιμνίῳ διάδηλος ἔσται. τῷ πραοτάτῳ δὲ εἴκασται διὰ τὸ ἀτάρα- χον.

*Πορφυρίου. ἐκ τοῦ πηγόν τὸ μέλαν· “κύματι πηγῷ” (Od. 5,318). ἐξ ἀντικειμένου δέ φησιν ἐπʼ αὐτοῦ “ὅς τʼ ὀίων μέγα πῶ ϋ διέρχεται ἀργεννάων.” ἐν λευκοῖς δὲ ὁ μέλας διαφορώτερος. καὶ τοὺς ἵππους τοὺς πηγοὺς ἀθλοφόρους λέγει, παρʼ ὅσον οἱ περὶ ἱππικῆς γράψαντές φασι πρὸς ἀρετὴν ἵππων ἀρίστους εἶναι τοὺς μέλανας. καὶ τὸ κῦμα [*](7. τούτου] *τοῦτο 30. *Πορφυρίου] om.)

173
δὲ ἀντιφράζων ὁτὲ μὲν κύματι πηγῷ λέγει, ὁτὲ δὲ “μέλαν τέ ἑ κῦμα κάλυψεν” (Il. 23, 693). καὶ Ἀντίμαχος δὲ τὸ λευκὸν ὡς ἀντικείμενον τῷ πηγῷ λαμβάνει.

198. ὀΐων] ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς αἰγῶν, ὁ δὲ Ἡρωδιανὸς ὀΐων ὡς δαΐδων, λέγων ὡς οὐ κλίνει τὸ μονοσύλλαβον ὁ ποιητὴς, εἰ μὴ μέτρον κωλύσειεν.

200—202. ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων δὲ περὶ ἑκάστου ἐκτίθεται διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ.

201. κραναῆς] καὶ λυπρὰ γὰρ χωρία πέφυκεν ἀρίστους ἄνδρας ἐκφέρειν. ᾔδει δὲ τούτους ὡς ξενισθέντας παρʼ αὐτῇ, ὃ διὰ τὸ προσκορὲς ἐπὶ μόνου Ἰδομενέως ἐσήμανεν. ὅτε γὰρ ἐκ Τενέδου ἐπρεσβεύοντο οἱ περὶ Μενέλαον, τότε Ἀντήνωρ ὁ Ἱκετάονος ὑπε- δέξατο αὐτοὺς, καὶ δολοφονεῖσθαι μέλλοντας ἔσωσεν· ὅθεν μετὰ τὴν τῆς Τροίας ἅλωσιν Ἀγαμέμνων ἐκέλευσε φείσασθαι τῶν οἰκείων Ἀντήνορος, παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ.

202. παντοίους τε δόλους] εἰσὶ γὰρ καὶ καλοὶ καὶ κακοί.

203. Ἀντήνωρ πεπνυμένος] ὁ ἄρχων τὸν ἄρχοντα καὶ ὁ ῥήτωρ τὸν ῥήτορα ἐπαινεῖ.

206. σὺν ἀρηϊφίλῳ Μενελάῳ] οὐ ῥιψοκινδύνως Μενέλαος ἔρχεται, ἀλλʼ ἤν πως αἰδεσθῶσιν ὡς παθόντα. εἰ γὰρ Ἑλένης χάριν ὁ πόλε- μος γέγονε, πόσῳ μᾶλλον εἰ Μενέλαος ἀνῄρητο; Ὀδυσσεὺς δὲ ὡς συνετὸς σκοπῆσαι τὰ βαρβάρων, ὅπως ῥώμης ἔχοιεν. ἀλλʼ οὐχὶ Νέστωρ· οὐ γὰρ μόνον συνετοὺς, ἀλλὰ καὶ δραστηρίους πρεσβεύε- σθαι δεῖ.

*πρὸ δὲ τοῦ στρατεῦσαι τοὺς Ἕλληνας εἰς Τροίαν ἦλθον πρέσβεις Ὀδυσσεὺς καὶ Μενέλαος, ἀπαιτοῦντες τὴν Ἑλένην. τῶν ἄλλων οὖν μεθʼ ὕβρεως αὐτοὺς ἀποδιωξάντων μόνος ὁ Ἀντήνωρ ξενίζει φιλοφρό- νως. καὶ δολοφονεῖσθαι μέλλοντας σώζει· ὅθεν μετὰ τὴν τῆς Τροίας ἅλωσιν Ἀγαμέμνων ἐκέλευσε φείσασθαι τῶν οἰκείων Ἀντήνορος, παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ.

212. ἀλλʼ ὅτε δὴ μύθους] τρεῖς οἶδε τρόπους ῥητορείας Ὅμηρος, τὸν βραχὺν καὶ ἀπολελυμένον καὶ ἱκανὸν αὐτὰ τὰ ἀναγκαῖα παρα- στῆσαι, ὃν Λυσίας ἐζήλωσεν· τὸν ὑψηλὸν καὶ καταπληκτικὸν καὶ [*](6. * κωλύσειεν] κωλύσει post scholion v. 220. . * ἑκάστου] ἕκαστα *τρόπους] τόπους 31. Scholion sine lemmate in B)

174
μέγιστον καὶ ἐνθυμημάτων μεστὸν, καὶ τούτων ἀθρόως ἐκφερομένων, ὡς νῦν, ὃν Δημοσθένης· τὸν πιθανὸν καὶ τεχνικὸν καὶ πολλῶν πλήρη δογμάτων, τὸ καὶ γνωμικὸν καὶ σαφὲς ἐπιλεγόμενον, ὃν Ἰσοκράτης.

213. παρατρέχων τὰ πολλὰ, καὶ τὰ καίρια μόνον λέγων· οἱ γὰρ νέοι, ἀπειρότεροι τοῦ τὰ πλείονα καὶ συμφέροντα λέγειν ὄντες, τὸ ἀνθηρὸν μόνον καὶ χαρίεν διώκουσιν.

215. ἢ] ἀντὶ τοῦ εἰ. τινὲς δὲ εἰς τὸ ἀφαμαρτοεπής στίζουσι τε- λείαν, εἶτα καὶ περισπῶσι τὸν ἤ μετʼ ἐπιτάσεως· καίτοι νεώτερος ἦν.