Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

588. προθυμίῃσι πεποιθώς] βασιλεὺς ὢν ἑαυτὸν αὐτὸς διατάττει. ἐξέτεινε δὲ τὴν μι διὰ τὸ μέτρον.

591. οἳ δὲ Πύλον] ἐξ Αἰόλου Κρηθεὺς, ὃς Ἰωλκὸν κατέσχε Πελασγοὺς ἐκβαλών. τούτου δὲ οἱ παῖδες Πελίας μὲν ἅμα Ἰάσονι Ἰωλκὸν ᾤκουν, Νηλεὺς Πύλον σὺν Ἀμυθάονι, Φέρης δὲ Φεράς. τρεῖς δὲ Πύλοι εἰσὶν, Μεσσηνίας, Τριφυλίας, Ἀρκαδίας.

592. Αἶπυ] τοῦτο κύριόν ἐστι, περὶ ἧς φησὶ “πόλις αἰπεῖα κολώνη.” Ἡρωδιανὸς δὲ ἀναλογωτέραν φησὶ τὴν βαρεῖαν εἶναι τάσιν. ἴσως δὲ ἀπὸ τοῦ Αἰπύτου. κατὰ ταύτην δὲ τὴν πόλιν ποσὶ περατός ἐστιν ὁ Ἀλφειὸς, κἂν σφόδρα ῥυῇ. βαρυτόνως λεκτέον τὸ αιπυ· ὄνομα γάρ ἐστι πόλεως. τὸ δὲ ὀξυτονούμενον ἐπίθετόν ἐστι καὶ σημαίνει τὸ ὑψηλόν.

595. Θάμυριν] Θρᾷξ ἐστι, Φιλάμμονος υἱός· ἑαυτῷ δὲ ὥρισε τῆς μὲν ἥττης τὴν πήρωσιν πρόστιμον, τῆς δὲ νίκης γάμον μιᾶς τῶν Μουσῶν. φασὶ δὲ αὐτὸν τῶν ὀφθαλμῶν τὸν μὲν γλαυκὸν ἔχειν, τὸν δὲ μέλανα. τότε δὲ τελείως τὸν ἕτερον ἀπώλεσεν.

596. πιθανῶς τῷ ὁμοιοτρόπῳ ἐνδιατρίβει. διδάσκει οὖν μὴ ποιεῖσθαι πονηρὰς ὁμιλίας.

599. πηρὸν θέσαν] ὁ μὲν ποιητὴς ὀξυτόνως· οἱ δὲ Ἀττικοὶ ὡς τὸ λῆρος. οὐδὲν δὲ ἄρα ἡ τέχνη δίχα συνέσεως πρὸς μόνον ἄγουσα ὄγκον. τὸ δὲ πηρὸν θέσαν ἀντὶ τοῦ τῆς τέχνης ἔπαυσαν καὶ ἔκφρονα αὐτὸν ἐποίησαν. ἢ ἴσως περὶ τὴν φωνὴν ἔβλαψαν, πηρὸς γὰρ καλεῖται ὁ κατά τι μέρος τοῦ σώματος βεβλαμμένος.

*οὐκ οἵδ’ ὅπως οἱ πολλοὶ ἐν τοῖς ἔπεσι τούτοις τοῖς περὶ τοῦ Θαμύριδος, τοῖς οὕτως ἔχουσιν “αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν,” τὸ πῆρον ὀξυτονεῖν θέλουσι καὶ τὸν τὰς φρένας πηρωθέντα ἐξακούειν ἀπὸ [*](3. * Μεσσήνην] μεσήνην hic et 18. φιλάμμονος scripsi pro Φι- infra, pariterque Μεσηνίας. λάμμωνος, quod consuetum librariis 8. Κρηθεὺς — Ἀμυθάονι Bekke- vitium est, de quo dixi in Thesauro rus] κριθεὺς—ἀμαθάονι vol. 8 p. 798.)

143
τῆς λέξεως, τοῦ ποιητοῦ περὶ μὲν τοῦ Δημοδόκου εἰπόντος ὅτι ἡ μοῦσα αὐτῷ “δίδου ἀγαθόν τε κακόν τε, ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν,” περὶ δὲ Θαμύριδος ὅτι τὰ δύο ἔπαθε κακὰ, τὸ τυφλωθῆναι καὶ ἐκλαθέσθαι τῆς μουσικῆς.

600. ἀφέλοντο καὶ ἐκλέλαθον] ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν ἄλλως, ἀλλʼ ἐπιλήθεται.

609. Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ] ἀπὸ Ἀρκάδος τοῦ Διὸς, οὗ Ἀμφιδάμας, οὗ Λυκοῦργος, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. ὡς ἐπισήμων δὲ ὄντων, ἐκ τάφου καὶ ὄρους ἐσήμανε τὴν χώραν.

612. ἐπεὶ μεσογείους ὄντας εἰς Ἴλιον ἤγαγεν, λύει τὸ ζήτημα πόθεν εἶχον ναῦς.

615. Βουπράσιον] πόλις, ἡ δὲ χώρα Ἦλις. ὁρίοις δὲ αὐτοὺς περιγράφει, μὴ θέλων πάλιν τὰ κατὰ μέρος λεπτολογεῖν.

618. δέκα δʼ ἀνδρὶ ἑκάστῳ] ἔδειξε τὴν διαίρεσιν τῆς ἀρχῆς, μὴ εἰπὼν, ὡς ἐπὶ τῶν ἄλλων, τοῖς δʼ ἅμα τεσσαράκοντο.

619. Ἐπειοί] διῃρημένως πρὸς τὴν πόλιν ὀνομάζονται, ὡς Ἄβαντες.

625. Δουλιχίοιο] μία τῶν Ἐχινάδων τὸ Δουλίχιον. ὅτι δὲ πλησίον Πελοποννήσου, δηλοῖ Τηλέμαχος πρὸς Νέστορα ἀπιών.

626. αἳ ναίουσι] ἀντὶ τοῦ ναίονται, ὡς τὸ “νῆσοι πολλαὶ ναιε- τάουσι σχεδὸν ἀλλήλῃσιν” (Od. 9, 22).

620. διδάσκει ὡς ἀνηκέστου διαφορᾶς τῶν οἰκείων κρείσσων ὁ χωρισμός.

631. Κεφαλλῆνας] ἡ Κεφαλληνία παράκειται ταῖς Ἐχινάσιν. Κέφαλος γὰρ ὁ Δηϊόνος, φεύγων ἐκ Πρόκριδος διὰ τὸν τῆς γυναικὸς ἀκούσιον φόνον, ᾤκει ἐν Θήβαις· συστρατεύσας δὲ Ἀμφιτρύωνι, καὶ ταύτην γέρας λαβὼν, οὕτως ἀφʼ ἑαυτοῦ ὠνόμασεν. ἐκ τούτου Κιλλεὺς, οὗ Ἀρκέσιος, οὗ Λαέρτης.

632. * Νήριτον] ὅρος Ἰθάκης. εἰνοσίφυλλον δὲ καὶ πολύδενδρον, ἐξ οὗ κατήνεμον καὶ ὑψηλόν· ἔνοσις γὰρ ἡ κίνησις.

637. ὅτι ἤδη ἡ ἐκ χρωμάτων μίξις τῇ ζωγραφικῇ ἐπιπολάσασα ἦν, αἱ δὲ νῆες Ὀδυσσέως ἐξηλλαγμέναι, ὅπως ὀλίγαι οὖσαι κἂν διὰ τῆς χρίσεως τὸ ἐπίσημον ἔχωσι, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς πρὸς κόσμον τῶν ἄλλων ἔταξαν (Il. 11, 805).

641. οὐ γὰρ ἔτʼ Οἰνῆος] ἄστατος ἡ τύχη, ὅταν μάλιστα δι᾿ ἀσέβειάν τινες πορθοῖντο. προαπώλοντο δὲ Μελεάγρου οὗτοι.

144

642. διὰ τὸ προὔχειν αὐτὸν τῶν ἀδελφῶν, καὶ ἰδίᾳ παρʼ αὐτοὺς ἔταξεν.