Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

547. ὅν ποτʼ Ἀθήνη] ἐξαίρει τὴν χώραν τῇ γενέσει, τῇ ἀνατροφῇ, τῇ τῆς βασιλείας μεγαλειότητι.

548. ζείδωρος] κυρίως ἐπὶ Ἀττικῆς τὸ ζείδωρος. δοκεῖ γὰρ ἐκεῖσε πρῶτον ἀναδοθῆναι καρπός. διὸ νῦν ὡς ἐπιθέτῳ ἐχρήσατο αὐτῷ.

550. ἔνθα δέ μιν] ἡ θεὸς γὰρ ἔχρησε τοῦτον τιμᾶν. θήλεα δὲ τῇ Ἀθηνᾷ θύουσιν· διὸ τὸ μίν οὐκ ἐπʼ αὐτῆς.

552. Πετεῶο] Πετεώ. πλεονασμὸς γάρ ἐστι τὸ ὁ, ὡς Ἡρωδιανός.

553. τῷ δʼ οὔ πώ τις ὁμοῖος] τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ μὴ εὐδοκιμήσει ἐν ταῖς μάχαις.

554. κοσμῆσαι] πρῶτος κόσμον πολέμου τὴν παράταξιν ὠνό- μασεν.

557. δυσκαίδεκα] τὸ δυσκαίδεκα ὑφʼ ἓν ἀναγνωστέον· καὶ ἔστι ποιητικὴ ἡ χρῆσις. γράφει δὲ καὶ τὸν Σόλωνος λόγον, ὥς τινες, παραλόγως, τὸ ἵνʼ Ἀθηναίων ἵσταντο. ἐν γὰρ τῇ πρώτῃ οὐκ εἶχε ποιήσει τοῦτο, ἀλλʼ ἡ ἀκολουθία οὕτως, οἱ δʼ Ἄργος εἶχον.

559. οἳ δʼ Ἄργος τʼ εἶχον] ἀπὸ Ἄργου τοῦ Διὸς καὶ Νιόβης τῆς Φορωνέως. διὰ δὲ τὸ πρῶτον ᾠκίσθαι πρῶτον ἐτάχθη τῶν ὑπὸ Ἀγαμέμνονα· ἀφʼ οὗ καὶ πάντας Ἕλληνας Ἀργείους καλεῖ.

561. Τροιζῆνʼ] ἀπὸ Τροιζῆνος τοῦ Πέλοπος. λέγουσι δὲ τὴν Καλαυρίαν εἶναι.

[*](9. ἄνδρες] In scholio Veneti A. εἶναι] Ad v. 562 refert Heynius est ἄνδρες οἱ ναίουσιν (vol. 4 p. 691) ubi lectum esse *δουρίμαχοι] δουρεμάχοι Νῆσόν τʼ Αἴγινάν τε. Buttmannus 31. λέγουσι δέ τήν Καλαυρίαν ante λέγουσιν inserit haec ἡ δʼ Ἠϊὼν)
141

562. Αἴγινα πλησίον Ἐπιδαύρου. ὁ δὲ Μάσης ἐπίνειον Αἰγι- νητῶν. ἐκτέταται δὲ διὰ τὸ μέτρον.

564. Σθένελος] Προίτου Μεγαπένθης, οὗ Ἀναξαγόρας, οὗ Ἱππό- νους, οὗ Καπανεὺς, οὗ Σθένελος.

565. Εὐρύαλος] Βίαντος Περιάλκης, οὗ Ταλαὸς, οὗ Μηκιστεὺς, οὗ Εὐρύαλος.

566. Ταλαϊονίδαο] ἀπὸ τοῦ Ταλαΐων ἐστὶν ἡ κλίσις. ἢ κατὰ πλεονασμόν ἐστι τοῦ ονι.

567. συμπάντων δʼ ἡγεῖτο] ὡς ἄριστος, ἢ κατὰ τὸν τῶν Φαιάκων νόμον· “τρισκαιδέκατος δʼ ἐγὼ αὐτός” (Od. 8, 391).

569. Μυκήνας] πόλιν Ἄργους, ἦς ἐβασίλευεν Ἀγαμέμνων, ἀπὸ Μυκήνης νύμφης Λακωνικῆς.

Μυκηνῶν ἦρχεν Εὐρυσθεύς. ἐπεὶ δὲ συμβαλὼν Ἀθηναίοις ἐτε- λεύτα, ἱστῶσιν Ἀτρέα αὐτόθι διάγοντα, ἄμα Θυέστῃ ἐπὶ τῷ φόνῳ Χρυσίππου φυγόντα.

570. ἀφνειάν τε Κόρινθον] ἐμπόριον γὰρ ἦν τῆς Ἑλλάδος κατὰ Θουκυδίδην. ἡνίκα δὲ ἡρωικόν ἐστι τὸ λαλοῦν πρόσωπον, Ἐφύρην αὐτὴν καλεῖ.

572. Ἄδρηστος] ἐκπεσὼν γὰρ Ἄργους παρὰ Πολύβῳ τῷ μητρο- πάτορι ᾤκει, καὶ ὑπέταξεν αὐτοὺς οὐκ εἰωθότας ἄρχεσθαι.

579. πᾶσι] οὐ τοῖς οἰκείοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις, ἵνα καὶ τὸ “οὕνεκʼ ἄριστος ἔην” ἔχῃ αἰτίαν. διέπρεπε δὲ κάλλει καὶ μεγέθει. κυδιᾷ δὲ οὐκ ἐπὶ πλούτῳ, ἀλλʼ ἐπʼ ἀρετῇ.

581. οἱ δʼ εἶχον κοίλην Λακεδαίμονα] Οἴβαλος ὁ Περιήρους ἦρχε Λακεδαιμονίων, οὗ Τυνδάρεως Ἴκαρος Ἄρνη, καὶ νόθος Ἱππο- κόων, ὃς συμφρασάμενος Ἰκάρῳ τὸν Τυνδάρεων ἀπελαύνει, καὶ ἄρχει πολλοῖς πλήθων υἱοῖς. Ἡροκλῆς δὲ μετὰ τὴν ἐν Πύλῳ μάχην θύσων εἰς Ἀμύκλας κατὰ χρησμὸν ἐξέρχεται· Λικυμνίου δὲ τοῦ υἱωνοῦ αὐτοῦ προελθόντος ἐπὶ θέαν Λακεδαίμονος, ἀναιροῦσιν αὐτὸν οἱ Ἱππο- κοωντίδαι θανάτου κυνὸς ἕνεκα. ἐφʼ οἷς Ἡρακλῆς ἅμα τῷ πατρὶ κατακτείνας αὐτοὺς, τὴν ἀρχὴν Τυνδάρεῳ δίδωσι καὶ τοῖς παισὶ, [*](οὐκ οἰκεῖται, sumpta ex Eustathio 28. Λικυμνίου δὲ τοῦ υἱωνοῦ αὐτοῦ. p. 287,27. Scholiastae error, qui dicere debe- 2. *τὸ μέτρον] τὸ om. bat Οἰωνοῦ δὲ τοῦ Λικυμνίου. V. schol. 7. *κλίσις] κλῆσις ad 1, 52 et Heyn. ad Apollod. 25. Ἱπποκόων— Ἱτποκοωντίδαι vol. 2 p. 188. Bekkerus] ἱπποθόων—ἱπποθοωντίδαι)

142
Κάστορι καὶ Πολυδεύκει. ὧν μὴ στρατευσάντων Μενέλαος ἄρχει- κοίλην δὲ, ὅτι περιέχεται ὑπὸ Ταϋγέτου καὶ Παρθενίου.

582. Μέσσην] τὴν Μεσσήνην λέγει. ὅτι γὰρ ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδε δῆλον ἐξ ὧν φησὶ “δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε· τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν” (Od. 21, 15).