Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

379. εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν] καὶ πῶς οὐ παρακαλεῖ; αἰδεῖται χωρὶς ἀνάγκης, καὶ τῷ ὀνείρῳ πείθεται.

380. οὐδʼ ἠβαιόν] ἀεὶ παρὰ τῷ ποιητῇ τὸ ἠβαιόν ἐν ἑνὶ μέρει λόγου. ἔνθεν καὶ Καλλίμαχος (fr. 540) “ἠβαιὴν οὔτι κατὰ πρόφα- σιν.”

381. δεῖπνον] τὸ ἑωθινὸν ἄριστον, ὃ δι᾿ ἀνάγκην πρὸ τοῦ δέοντος ποιοῦνται· δόρπον δὲ τὸ ἑσπερινὸν, δόροπόν τι ὂν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ δεῖπνον ἔσθʼ ὅτε πᾶσαν τροφήν. Αἰσχύλος (fragm. 181.) δὲ κακῶς “ἄριστα δεῖπνα δόρπα θʼ αἱρεῖσθαι.” τρισὶ δὲ οὐδέποτε οὔτε μνηστῆρες οὔτε μὴν Κύκλωψ ἐχρῶντο τροφαῖς.

Ἄρηα] τετραχῶς τῷ Ἄρης κέχρηται ὁ ποιητής. ποτὲ μὲν ἐπὶ τοῦ πολέμου, ὡς ἐνταῦθα “νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα,” ποτὲ δὲ ἐπὶ τοῦ σιδήρου “αἵματος ἆσαι Ἄρηα ταλαύρι- νον πολεμιστήν” (Il. 5, 289) καὶ “ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος, ὄβριμος Ἄρης᾿ (Il. 13, 444). ποτὲ δὲ ἐπʼ αὐτοῦ τοῦ θεοῦ, ὡς τὸ “καὶ δʼ αὐτὴ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα” (Il. 21, 421) καὶ πάλιν “ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος” (Il. 20, 38). ποτὲ δὲ ἐπὶ τῆς πληγῆς “ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν” (Il. 13. 568).

382. εὖ μέν τις δόρυ θηξάσθω] κινητικὰ τοῦ μέλλοντος ἔσεσθαι πολέμου ταῦτα, καὶ τὴν πολεμικὴν παρασκευὴν διδάσκοντα τὸν ἀκροατήν. οἶδε γὰρ καὶ ταῦτα αἰτίας εἶναι τῆς ἥττης· “οὐδὲ διὰ πρὸ δυνήσατο” (Il. 13. 607)· “τῇ ὅγʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος” (Il. 15, 647). δεῖ οὖν μὴ ἐξ ἡμῶν τὴν αἰτίαν εἶναι τοῦ κακοῦ. δύο δὲ συνέπλεξε σχήματα, ὁμοιοτέλευτον καὶ ἐπαναφορὰν, ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων. ἔστι δὲ ἡ ἐπαναφορὰ ὡς τὸ “εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν, εὖ δὲ Φιλοκτήτην” (Od. 3. 183)· “κλαῖε μὲν Ἀργείη Ἑλένη, κλαῖε δὲ Τηλέμαχος” (Od. 4, 184). ἰδὸν δὲ ὁ Ἀγαμέμνων τοὺς Ἀχαιοὺς [*](4. * ὑπερχόμενος] ἐπερχόμενος superscripto παρα. 26. * παρασκευὴν ] κατασκευὴν, 29. * μὴ] φημὶ)

127
καὶ τὸν Ὀδυσσέα ἐπαινέσαντας καὶ τὴν Νέστορος ἐπιτίμησιν πράως ἐνεγκόντας, τρέπεται ἐπὶ τὸ προστάσσειν.

θέσθω] ἀντὶ τοῦ περιθέσθω. τοῦτο δὲ καὶ ὁ Θουκυδίδης ἐν πολι- τείαις φησὶ τὸ ὅπλισμα.

385. κρινώμεθʼ Ἄρηϊ] ἀβέλτερος, φησὶν, ὁ Ἀγαμέμνων μὴ συνορῶν ὅτι ἐν πολέμῳ οὐκ ἐπὶ τοῖς μαχομένοις κεῖται τὸ τούτου τέλος, ἀλλʼ ὡς ἂν τύχῃ γενόμενον. ἀγνοοῦσι δὲ ὅτι καλόν ἐστι δυσχερῆ ἐλπίζειν, ἵνα ὡς ἐπὶ πλείονι πόνῳ προθυμότεροι παρασκευα- σθῶσιν. ἢ γὰρ ἀποβάντων ἧττον ἡχθέσθημεν, ἢ μὴ τελεσθέντων ὑπεράγαν ἐχάρημεν.

388. ἱδρώσει μέν τευ τελαμών] οὔπω γὰρ πόρπακες ἀλλὰ τελα- μῶνες ἦσαν. εἴρηται δὲ τελαμὼν παρὰ τὸ τετάσθαι. ἱδρῶτα μὲν οὖν καὶ πόνον προβάλλεται, κίνδυνον δὲ οὐδαμοῦ. πρὸς ἕκαστον δὲ τῶν προτραπέντων αἰτίαν ἐπάγει. τὸ δὲ ἱδρώσει ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος.

389. ἐν τῇ συνθέσει μὲν προσλαμβάνει τὸ μ ὡς κεχρεωστημένον τὸ βροτός, ὡς τὸ ἄμβροτος καὶ τὰ ὅμοια· τοῦτο δὲ οὐχ οὕτως. ἴσως δὲ διὰ τὸ προεῖναι.

391. ὃν δέ κʼ ἐγών] εὐτόνως κατέστρεψε τὸν λόγον· οὐ γὰρ τῆς πειθοῦς μόνης, ἀλλὰ καὶ ἀπειλῆς τῷ πλήθει προσδεῖ. πρῶτος δὲ τὸν κατὰ τῶν λιποτακτῶν συνεῖδε θάνατον, ὡς καὶ Ἕκτωρ “ἀλλὰ κύνες ἐρύουσιν” (Il. 15, 351). τοῦτο δὲ, ὅπως τὸν εὐκλεᾶ ἀντὶ τοῦ δυσ- κλεοῦς καὶ τὸν ἄδηλον ἀντὶ τοῦ προδήλου θάνατον ἕλωνται.

393. ἄρκιον ἐσσεῖται] ἐπαρκοῦν αὐτῷ οὐκ ἔσται πρὸς τὸ φυγεῖν. τὸ δὲ ἐσσεῖται Ἀττικόν ἐστιν, ἔσσεται ἐσσεῖται ἔσται.

395. ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσει νότος] ἐξηγεῖται διὰ τούτου ὅτι ὁ νότος ὅπη πνεῖ, τὸ κῦμα μᾶλλον οἰδεῖ τῶν ἄλλων· καὶ ὅτι σκαιὸν ἐκεῖνο τὸ κῦμα καὶ χαλεπώτατον τῷ μετεώρῳ αἰγιαλῷ προσ- ρησσόμενον.

?? ἔστι δὲ ἀκτὴ παραθαλάσσιος καὶ πετρώδης τόπος, ἀπὸ τοῦ περὶ αὐτὸν ἀίσσεσθαι, ὅ ἐστι ῥήσσεσθαι καὶ περικλᾶσθαι, τὰ κύματα.

[*](3. Θουκυδίδης ἐν πολιτείαις] ? *οὐ γὰρ τῆς] οὐκ ἐπὶ πειθοῦς 18. προεῖναι] πρόθεσιν εἶναι Bek- 21. λιποτακτῶν scripsi pro λειπο- kerus. In προεῖναι consentit cod. τακτῶν, quod est in B, qui fre- Lips., sed in Angelico apud Ma- queas librariorum error est in trangam vol. 2 p. 475 est προῖέναι. huiusmodi vocabulis ab aoristo 19. * κατέστρεψε] καταστρέψαι λιπεῖν formatis.)
128

397. γένωνται] γένωνται οἱ ἄνεμοι. οἱ δὲ ἀήθεις μεταγράφουσι γένηται.

400, 401. δείκνυσιν ὡς πολύκλητοι ἦσαν· ἕκαστος γὰρ τοῖς πατρίοις θύει. τὸ γὰρ θεῖον φύσει μὲν οὐ πολὺ, θέσει δὲ πολύ. Ἑλληνικὸν δὲ τὸ εἰς θεοὺς ἔχειν τὰς ἐλπίδας. ἀλλʼ οἱ μὲν εὔχοντο μόνον τὸ ζῆν (ἤρκει γὰρ αὐτοῖς), ὁ δὲ βασιλεὺς τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχεται καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν (414).

402. αὐτὰρ ὁ] ἐπὶ μὲν τῶν ἄλλων τὴν θυσίαν ἐπὶ κεφαλαίου λέγων, πῶς καὶ τίνι ἔθυεν οὐκ εἶπεν ἐπʼ οὐδενός· ἐπὶ δὲ τοῦ βασι- λέως ἅπαντα ἀκριβῶς διέξεισι. καλῶς δὲ καὶ βασιλεῖ ὁ βασιλεὺς θύει, καὶ τῷ τελειοτάτῳ τῶν θεῶν, καὶ τὸ μέγιστον τῶν ζῴων. 404—407. κίκλησκε δὲ γέροντας] αἱ κατὰ τὰ τέλη τῶν τεσσάρων στίχων στιγμαὶ οὐ καλῶς κεῖνται· ἔδει γὰρ συνάπτειν ἕως τοῦ ἀτάλαντον· κοινὸν γὰρ καὶ αὐτοτελὲς ῥῆμα τό κίκλησκε κατὰ πάν- των· ὅμως τὸ πρέπον διίστησιν. κοινωνικὸν δὲ τὸ συνθύειν τοῖς ἀρίστοις καὶ βασιλεῖ ἁρμόδιον.

405. Νέστορα μὲν πρώτιστα] ἄριστα τῇ τάξει ὁ πρεσβύτερος καὶ σύμβουλος πρῶτος καλεῖται· δεύτερος Ἰδομενεὺς, καὶ οὗτος καθʼ ἡλικίαν, καὶ ὅτι τῶν Ἀτρειδῶν γόνος· τρίτος δὲ Αἴας, ὅτι ἄριστος ἦν τῶν Ἑλλήνων μετʼ Ἀχιλλέα, καὶ ὁ Λοκρὸς σὺν αὐτῷ, ὅτι ἴσον θυμὸν ἔχοντες (Il. 13, 704.). πέμπτος Διομήδης, τῷ Αἴαντι κατʼ ἀλκὴν δεύτερος ὤν. ἕκτος Ὀδυσσεὺς, οὐχ ὡς τῶν προ- ειρημένων ἥττων (πῶς γὰρ ὁ βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων 273;) ἀλλʼ ὡς μᾶλλον αὐτὸν φίλον παρεῖδεν ὁ Ἀγαμέ- μνων. τὸν δὲ ἀδελφὸν οὐδὲ ἐκάλεσεν, ἀλλʼ αὐτόματος ἦλθεν· “ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν, ὡς ἐπονεῖτο” (409). ἅμα δὲ διδάσκει συμφέρεσθαι τοῖς ἀδελφοῖς ἐν ταῖς αὐτῶν σχολαῖς· καὶ ἵνα μὴ δόξῃ ἐπιλελῆσθαι αὐτοῦ ὁ ἀδελφὸς, αὐτόματος ἔρχεται, ἀπαλλάσσων ἐκεῖνον ὡς πονούμενον τοῦ ἐγκλήματος.

407. ἕκιον δʼ αὖτʼ Ὀδυσῆα] ἔσχατον ἐᾷ τοῦτον, ὅπως ὑψώσῃ τοῖς ἐγκωμίοις. ἄμεινον δὲ λέγειν ὅτι τὰ δύο ἄκρα τοῖς σοφωτάτοις ἀπένειμε, Νέστορι καὶ Ὀδυσσεῖ.

408. βοὴν ἀγαθός] διὰ τί τοὺς ἀνδρείους βοὴν ἀγαθοὺς ἀποκαλεῖ, νῦν μὲν Μενέλαον, ἀλλαχοῦ δὲ Διομήδην, πῆ δὲ “βοὴν ἀγαθὸς [*](28. συμφέρεσθαι—σχολαῖς] *συμπεριφέρεσθαι τῶν ἀδελφῶν ἀσχολίαις)

129
βάλεν Αἴας (Il. 15, 249) καὶ “Ἕκτορα δʼ ἐφράσσαντο βοὴν ἀγαθόν” (ib. 671) καὶ ἑτέρους: ῥητέον δὲ ὅτι μή πω σάλπιγγος εὑρεθείσης βοῇ διῴκουν τὰς τῆς μάχης ἐπιθέσεις τε καὶ ἀνακλήσεις. ἄλλως τε καὶ σημεῖον τοῦ θαρσεῖν τὸ βοᾶν· ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχίστην ἀπεργάζεται τὴν φωνήν. διὰ τοῦτο βοῶντας παρεισάγει τοὺς ἥρωας· “σμερδαλέον δʼ ἐβόησεν” (Il. 8, 92). “ἤϋσε δὲ διαπρύσιον” (ib. 227).

412. κύδιστε] ἐν δόξῃ προὔχων. μέγιστε δὲ δυνάμει προὔχων.

413. ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν] ἀντὶ τοῦ δύναντος ἡλίου τὸ κνέφας ἐλθεῖν. λείπει δὲ τὸ δός. οἰκεία δὲ ἡ περίφρασις τοῖς ἐκτενῶς εὐχομένοις· ἐνδιατρίβομεν γὰρ ὡς οὐ διδάξοντες τἀληθῆ τὸ θεῖον. ἄπληστος δὲ ἡ ὄρεξις αὐτοῦ πρὸ τῆς τῶν φίλων σωτηρίας τὴν καταστροφὴν αἰτουμένου· διὸ ἀνανεύει ὁ Ζεύς.

414. κατὰ πρηνὲς βαλέειν] ἔμφασιν ἔχει ἡ ἀπὸ τῶν ἐμψύχων μεταφορά.

*τὸ δὲ πρηνὲς ἐκ τοῦ πρανές.

415. αἰθαλόεν] κατὰ πρόληψιν τὸ αἰθαλωθησόμενον, ἢ τὸ ἀφανές. μικροῖς δὲ λόγοις μεγάλα αἰτεῖ· ἀντὶ γὰρ Ἰλίου οἰκίαν μίαν πρῆ- σαι. ὁ δὲ θυμὸς ἄκρως διὰ τῶν προσώπων παρίσταται Πριάμου τε καὶ Ἕκτορος.