Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

38. νήπιος] νήπιος ὁ Ἀγαμέμνων, ὅτι τὸ νῦν ἐπὶ μιᾶς ἡμέρας ἐνόμισεν.

39. θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ] τὸ ἑξῆς ἐπιθήσειν ἄλγεα. ἡ δὲ προαναφώνησις ἐγερτική. πείθεται δὲ ὀνείρῳ ὁ Ἀγαμέμνων σφαλλό- μενος ὑπὸ Διός. τὸ δὲ ὑσμίνας αἰτιατικὴ ἀντὶ γενικῆς, ἤτοι διὰ τῶν ὑσμινῶν.

41. θείη δέ μιν ἀμφέχυτʼ ὀμφή] ὀμφὴ ἡ τὸ ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. ἐμφαντικὸν δὲ τὸ ἀμφέ- χυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι.

42. ὀρθωθείς] ὀρθωθεὶς ἐκ τῆς ἀνακλίσεως, ὡς τὸ “ὀρθωθεὶς δʼ ἐπʼ ἀγκῶνος” (Il. 10, 80). καὶ τὸ ἐπὶ γόνατα δὲ ἐνεχθῆναι στῆναί φησιν (Il. 8, 329).

χιτῶνα] χιτὼν εἴρηται τὸ λεπτότερον ἱμάτιον, ὃ προφορεῖται παρὰ τὸ οἱονεὶ περιχεῖσθαι τῷ σώματι. ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον.

43. νηγάτεον] ἢ ἀγέννητον, ἢ λεπτὸν, ἢ νεήγατον νεωστὶ γεγο- νότα. δηλοῖ δὲ ὁ χιτὼν καὶ τὸν σιδηροῦν παρʼ αὐτῷ.

περὶ δὲ μέγα βάλλετο φᾶρος] τῷ τοῦ ἱματίου μεγέθει καὶ τὸ τοῦ φοροῦντος συνεμφαίνεται μέγεθος. πρεπώδης δὲ ἡ στολὴ τῷ ἐπὶ βουλὴν ἐξιόντι· ἐπὶ δὲ κατασκοπὴν (Il. 10, 29) ἡ λεοντῆ καὶ τὸ δόρυ. ἀφαιρεῖται δὲ τὸν τῦφον, ἑαυτοῖς λέγων διακονεῖσθαι· καὶ μὴ θαυμάσῃς τὸν Τηλέμαχον ὀρφανὸν καὶ νησιώτην ὄντα. φᾶρος δὲ παρὰ τὸ φέρεσθαι, ἢ τῇ ὑφῇ ἀρηρέναι. καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται ταὐτό· “αὐτὴ δʼ ἀργύφεον φᾶρος” (Od. 5, 230). καὶ τὸ ἔσθος δὲ καὶ ἡ λώπη ἐν διαφόροις γλώσσαις εἰσίν.

44. πέδιλα] παρὰ τὴν ἕλην, τὰ τοὺς πόδας θερμαίνοντα.

46. ἄφθιτον αἰεί] τὸ μηδέπω φθαρέν· οὔπω γὰρ ἦν ὑπὸ Ἡρα- κλειδῶν ᾑρημένον. ἢ ὅτι ἡφαιστότευκτον. οὐκ ἀκριβολογεῖται δὲ νῦν περὶ αὐτοῦ, ἀλλʼ ἑξῆς.

48. ἠώς] νῦν τὸν ὄρθρον λέγει. σημαίνει δὲ καὶ τὴν θεὰν, ὡς τὸ “ἥρπασεν Ἠώς” (Od. 15, 250), καὶ τὸ ἑωθινὸν κατάστημα “ὄφρα μὲν ἠὼς ἦν” (Il. 8, 66), καὶ τὴν ἀνατολήν “πρὸς ἠῶ τʼ ἠέλιόν τε” (Od. 9, 26), καὶ τὴν ἡμέραν “ἠὼς εἶσι δυσώνυμος” (Od. 19, 571). τὸν ὄνειρον δὲ εὐθὺς διεδέξατο ἡ ἡμέρα. οἱ δὲ πρὸς ἕω ὄνειροι ἀλη- θεῖς, πεττομένων τῶν σιτίων. μακρὸν δὲ Ὄλυμπον, ἐπειδὴ αἱ ἀκρώρειαι πρῶται φωτίζονται.

90

49. φόως] τὸν ἥλιον· τοῦτον γὰρ ἀγγέλλει, ὡς καὶ αὐτὴν ὁ ἑωσφόρος. κατʼ ἐξοχὴν δὲ ὁ ἥλιος φῶς λέγεται.

53. βουλήν] τὸ κενὸν τῆς συναγωγῆς ἀνεπλήρου τὸ πλῆθος. ἐμ- φαίνει δὲ τὴν Λακώνων ἐν τῇ δημηγορίᾳ πολιτείαν, βουλὴν γερόντων καὶ δύο βασιλεῖς καλῶν. βουλὴν δὲ αἱ μὲν πλείους καὶ χαριέστεραι δίχα τοῦ ν γράφουσιν, Ἀρίσταρχος δὲ καὶ Ζηνόδοτος διὰ τοῦ ν. εἰσὶ δὲ Ἰδομενεὺς μὲν καὶ Αἴας Βοιωτοὶ, Φιλοκτήτης δὲ καὶ Πρω- τεσίλαος Λοκροὶ, Ἐπειὸς δὲ λεῖος, Ἀθηναῖοι δὲ Μαχάων, Εὐρύ- πυλος, Μενέλαος, Ἀγαμέμνων, Νέστωρ, Ὀδυσσεὺς, Διομήδης. συν- εχῶς δὲ ὁ ποιητὴς τοὺς γερασμίους φησὶ, διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθʼ ἡλικίαν, ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι γέροντας τοῖς ἤθεσι. τὸν δὲ ἔντιμον ἑνικῶς οὐδέποτε ὠνόμασεν. Ἀρί- σταρχος δὲ τὸ ἷζε ἐκτείνει· ἡ δὲ κοινὴ συστέλλει.

54. Νεστορέῃ παρὰ νηὶ Πυλοιγενέος] εἰκότως παρὰ τῇ νηὶ Νέ- στορος· τούτῳ γὰρ ὁ ὄνειρος εἴκασται. Πυλοιγενέος δὲ ὡς ὁδοιπόρος καὶ χοροιτύπος. σημαίνει δὲ τὸν ἐν Πύλῳ τὸ γένος ἔχοντα.

55. ἠρτύνετο] ἥρμοζε, παρὰ τὸ ἀρῶ. ὡς ὀργιζόμενος δὲ Κάλχαντι οὐκ ἀναφέρει αὐτῷ· ἢ ὡς αὐτοκρίτου ὄντος· ἢ ὅτι τῶν ὀνείρων τὰ χρηστὰ φίλοις λέγομεν. οὐκ ἄποθεν δὲ μαντικῆς ὁ γέρων Νέστωρ.

56. ἐνύπνιον ὀνοματικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἐνυπνίως. ἔστι δὲ καὶ ὄνομα. δεῖ κρατεῖν ὡς δραπετεύοντος τοῦ ἐνυπνίου. τὸ δὲ διὰ νύκτα ἀντὶ τοῦ διὰ νυκτός.

58. τὸ ἐκ σωματικοῦ καὶ ψυχικοῦ εἴδους σύγκραμα φυὴν ἴσως ὀνομάζει.

72. αἴ κέν πως] δισταγμὸς ὁ τρόπος. οὐ περιμένει δὲ κρίσιν· οὐ γὰρ ἐπὶ τούτῳ συνῆξεν αὐτοὺς, ἀλλʼ ὅπως εὐέλπιδας ποιήσῃ.

73. οἶδεν αὐτοὺς ἀποκαμόντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῇ ἀποστάσει Ἀχιλλέως. παρακαλεῖν δʼ οὐκ ἐνῆν τὸν πρώην φοβερὸν καὶ λέγοντα “στυγέῃ δὲ καὶ ἄλλος” (Il. 1, 186), ἀλλʼ οὐδὲ ἐπι- τάσσειν, ὅπως μὴ ἀντιλεγόντων καὶ ἑτέρα στάσις γένηται. ἄλλως τε τῇ παραδόξῳ καὶ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ, φίλ- τρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, [*](3. ἀνεπλήρου τὸ πλῆθος] *τοῦ 6. Aristarchus βουλή scripserat. πλήθους ἀναπληροῖ 25. * δισταγμὸς] δισταγμοῦ 5. αἱ — χαριέστεραι] οἱ—χαριέ- 29. οὐδέ] οὔτε στεροι 32. *ἑαυτῷ] αὐτῷ)

91
εἰ δὲ μὴ, ἐλάνθανε τὸ βούλευμα. ἄλλως δʼ ἀπέβη· βλάπτει γὰρ ὁ Ζεύς.

*Πορφυρίου. διὰ τί ὁ Ἀγαμέμνων ἀπεπειρᾶτο τῶν Ἀχαιῶν, καὶ οὕτως ἔπραξεν ὥστε ὀλίγου τὰ ἐναντία συμβῆναι ἢ ἐβουλεύετο; καὶ τὸ κώλυμα ἀπὸ μηχανῆς· ἡ γὰρ Ἀθηνᾶ ἐκώλυσεν· ἔστι δὲ ἀποίητον τὸ μηχάνημα λύειν ἄλλως εἰ μὴ ἐξ αὐτοῦ τοῦ μύθου. φησὶ δὲ ὁ Ἀριστοτέλης ποιητικὸν μὲν εἶναι τὸ μιμεῖσθαι τὰ εἰωθότα γίνεσθαι, καὶ ποιητῶν μᾶλλον τὸ κινδύνους παρεισάγειν. εἰκὸς δὲ καὶ ἐκ λοιμοῦ πεπονημένους καὶ τῷ μήκει τοῦ χρόνου ἀπαυδήσαντας, καὶ τοῦ Ἀχιλλέως μετὰ τῆς οἰκείας δυνάμεως ἀποστάντος, καὶ αὐτοῦ ἀφαιρεῖσθαι ἐν τῇ ἐκκλησίᾳ τὴν Βρισηΐδα λέγοντος εἰς φόβον τῶν ἄλλων “στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντα” (Il. 1, 186), καὶ θορύβου τε ἐκ τῆς ἐξαναστάσεως τοῦ Ἀχιλλέως γεγονότος, μὴ εὐθὺς παρακαλεῖν ἐπὶ τὴν ἔξοδον, ἀλλὰ πειραθῆναι ἡγήσασθαι δεῖν εἰ οὕτως ἔχουσιν. εἰ γὰρ ἄνευ πείρας πολεμεῖν ἐκέλευε τοὺς οὕτω διακειμένους, συνέβη δὲ ἀντειπεῖν τινὰς, ἀνάστατον ἐγίνετο τὸ πᾶν ἔργον καὶ ἐπανάστασις πάντων, καὶ λοιπὸν ἡ δέησις τοῦ βασιλέως, ἡ κόλασις τῶν ἀπειθούντων. ἀναγκαία οὖν ἡ πεῖρα μετὰ τοῦ ἐναντιοῦσθαι παραγγεῖλαι τοὺς ἡγεμόνας, ἐν ᾧ αὐτοὺς φθάσας ἐναντίους παρακαλεῖ γενέσθαι τῆς αὑτοῦ εἰς ἀπό- στασιν τοῦ πολέμου πείρας. προληφθέντες γὰρ ταῖς πρὸς αὐτὸν ὁμολογίαις, ἄτοποι εὑρίσκονται μὴ κωλυταὶ γινόμενοι, ὥσπερ συνέ- θεντο, συμπράκτορες δὲ τῶν φευγόντων. ὅθεν καὶ τῷ Ὀδυσσεῖ εὐλόγως λείπεται ἡ πρὸς τοὺς τοιούτους ἐπίπληξις, ἐπὰν λέγῃ “ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπεν” (194). τὸ μὲν οὖν αὐτὸν παρακαλεῖν οὕτως ἔχοντας πολεμεῖν ἐπίφθονον ἦν· ἐκέλευσε δʼ αὐτοῦ λέγοντος ὡς δεῖ ἀπιέναι, τοὺς ἄλλους κωλύειν· “ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν (75). συνέβη δὲ εἰκὸς ἦν, διά τε τὸ ὀργᾶν καὶ τὸ μὴ εἰδέναι εἰ ἀπεπειρᾶτο, ἀσμένως ἀκοῦσαι καὶ φθάσαι ἀναστάντας πρίν τινα τῷ Ἀγαμέμνονι ἀντειπεῖν. ὁ οὖν Ἀγαμέμνων ὀρθῶς ἐβουλεύ- σατο· οὐ γὰρ δεῖ ἐκ τῶν ἀποβαινόντων κρίνειν τὸ ὀρθῶς, ἀλλʼ ἐκ τοῦ [*](3. Πορφυρίου praescripsi pro 4. συμβῆναι Bekkerus] συμβου- Ἀριστοτέλους, quod est in B hic et λεύειν alibi interdum ab librario positum, 5. ἐκώλυσεν] ἐκωλ quia Porphyrius Aristotelem me- 6. εἰ edidit Vill. moravit: de quo dixit Rosius in 12. στυγέῃ] στυγέει hic et supra Aristotele pseudepigr. p. 153. p. 90, 29.)

92
πῶς κατὰ λόγον ἦν ἀποβῆναι· πολλὰ γὰρ παραλόγως ἐπιτυγχάνει, εἴπερ γε καὶ κατορθοῦται· καὶ οἱ Ἀχαιοὶ ἀνέστησαν πρίν τινα ἀντει- πεῖν. τί γὰρ ἔφη: ἐγὼ μὲν ἐρῶ ὅτι δεῖ φεύγειν, ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἀντιλέγετέ μοι πρὸς τοῦτο· οὐ προσδοκήσας ὅτι πρὶν ἀντει- πεῖν αὐτῷ ἔσται τι τῶν ἀτόπων, οὐδʼ ὅτι τὸ πλῆθος ἅμα τῷ φάναι αὐτὸν ἀΐξει ἐπὶ τὸ ῥηθέν. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀγωνιᾶσθαι πεποίηκε τὸν ἀκροατήν· τό τε γὰρ ἀποβῆναι καὶ τὸ πάλιν εἰς ὀρθὸν ἐλθεῖν τραγικὸν, καὶ τοῦ ποιητοῦ ἐπιβολὴ ἔνογκος. ἡ δὲ λύσις οὐκ ἀπὸ. μηχανῆς· ὅταν γὰρ διὰ τῶν εἰκότων γίγνηται, οὐ μηχανὴ τοῦτʼ ἐστὶν, ἅμʼ ὅτε πρόσκειται θεός. ἀλλὰ τοῦτʼ εἰπὼν ὃ εἰκὸς ἦν αὐτοῖς γίνεσθαι εἰς θεὸν, ἀντέθηκε τὸν Ὀδυσσέα διανοηθῆναι ταῦτα δρᾶν ἃ πρᾶξαι ἂν εἰκός ἐστιν, ὡς τὸ “καὶ φεύγειν ἐν νηυσὶ πολυκλήϊσι κελεύσω· ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν.” ἢ οὐ τοὺς φεύγοντας ἐρητύειν κελεύει (οὐδὲ γὰρ ἤλπιζε τοῦτʼ ἔσεσθαι), ἀλλʼ ἐμοὶ ἀντι- λέγειν, ἐπέχειν καὶ μένειν συμβουλεύοντας, καὶ τοῦτο ποιοῦντας πρός ἐμὲ διδάσκειν ὡς χρὴ μένειν καὶ μὴ τοῖς ὑπʼ ἐμοῦ ῥηθεῖσι περὶ φυγῆς πείθεσθαι.

*Πορφυρίου. ἄλογον τὸ πειράζειν· εἰ γὰρ ἑτέρως, ὥσπερ καὶ ἐγένετο, τὸ πλῆθος ἔνευσεν, ἀπώλετο ἂν πάντα τὰ πράγματα. λύε- ται δὲ ἐκ τῆς λέξεως· προησφάλισται γάρ· “ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν” (75). συνέφερε γὰρ ἡ πεῖρα διὰ τὸν καιρὸν, ἀφεστῶτος τοῦ Ἀχιλλέως καὶ τοῦ πλήθους ὑποπτευομένου.

74. πολυκλήϊσι] παρὰ τὸ κλᾶσθαι καθεζομένους ἐπʼ αὐτῆς.

75. ἐρητύειν] οὐκ ἐκείνους φεύγοντας, ἀλλʼ ἐμὲ ταῦτα λέγοντα· οὐ γὰρ ᾤετο τοσοῦτον ταχέως ἀναπτερωθῆναι πρὸς φυγὴν αὐτούς.

76. τοῖσι δʼ ἀνέστη] ἔθος γὰρ ἦν αὐτοῖς ἵστασθαι καὶ δημηγορεῖν.

77. ἠμαθόεντος] παραθαλασσίας· ἢ Ἠμαθόεις ποταμὸς Πύλου.