Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

309. αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε] ἐπεὶ τὸ σημεῖον τὸ φανὲν δύναιτό τις ἀποφαίνειν καὶ ἄλλως γενόμενον (πολλὰ γὰρ τοιαῦτα συμβαίνει καὶ ἐν οἰκίαις γίνεσθαι), ἐξαίρειν δὲ αὐτὸ πειρᾶται ὡς μέγα καὶ θεῖον καὶ δηλωτικὸν τῶν τοῦ πολέμου ἀγαθῶν.

312. ὑποπεπτηῶτες] ὑφʼ ἓν τοῦτο. εἴρηται δὲ διὰ τὴν τῶν νεοσσῶν ἀσθένειαν.

314. κατήσθιε] ἐπὶ δὲ λύκων “ οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες” (Il. 16, 158), ἐπὶ δὲ λεόντων “ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον” (Il. 18, 583). ὥσπερ γὰρ καὶ ταῖς λέξεσιν ἐπανα- βαίνει ὁ ποιητής.

316. ἐλελιξάμενος] ἐπιστραφείς. οὐδὲ τοῦτο δὲ ἄχρηστον πρὸς τὴν μαντείαν· οὐ γὰρ εὐθέως ἐκράτησαν αὐτοὺς καὶ εἷλον, ἀλλʼ ἀν- αχθέντες ἀπὸ τῆς Τρωάδος, εἶτα ὑποστρέψαντες. ἀμφιαχυῖαν δὲ τελειοτέρᾳ φωνῇ ἐχρήσατο τοῦ τετριγότας.

320. καὶ ἀπὸ τῆς τῶν ὁρώντων διαθέσεως κινεῖ τὴν ἔμφασιν.

323. ἐπιτιμᾷ ὡς οὐ δεομένοις μαντείας. καλῶς δὲ οὐ περιέτεμε τὸν λόγον, ἀλλὰ τοῖς τοῦ μάντεως κέχρηται ῥήμασιν, ὅπως ψυχα- γωγοῖντο δοκοῦντες αὐτοῦ ἀκούειν. τὸ δὲ ἄνεῳ ὧδε μὲν διὰ τοῦ ῑ, ἐπὶ δὲ τοῦ “οί δʼ ἄνεω δὴν ἦσαν” (Od. 23, 93) χωρὶς τοῦ ῑ.

[*](2. ὑπὸ τοῖς πετάλοις] *ὑποπετάλιοι 21. * μέγαν] om. (vel ὑποπετήλιοι) 22. *δέ] om. 3. *οὐδέπω] om. 27. *Τρωάδος] τρωΐδος 13. * τὴν νεοσσιὰν (vel νοσσιὰν))
119

325. ὅου κλέος] τὸ τοῦ πολέμου κλέος, ἢ τὸ τοῦ σημείου. τοῦτο δὲ πρὸς τὸ πεῖσαι. τὸν δὲ λίθον οὐκ ἐξηγεῖται, ἢ πρὸς τὸ μὴ λυπῆ- σαι, ἢ ὅτι τέρας ἐστίν. προσέθηκε δὲ καὶ τὸ οὔποτʼ ὀλεῖται, ἵνα μὴ διὰ τὸ μῆκος ἀπογνῶσι πρὸς τὴν μάχην.

328. ἔτεα] τρεῖς εἰσὶν οἱ χρόνοι διʼ ων ὁ πᾶς αἰὼν ἀριθμεῖται, ἡμέρα, μὴν, ἐνιαυτός. καὶ ἡ μὲν ἡμέρα οὐρανοῦ ἐστὶν ἀποκατάστα- σις, ὁ δὲ μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς τοῦ ἡλίου. εἰ μὲν οὖν ἤσαν ἐν τῷ στελέχει, ἡμέρας εἶπεν, εἰ δὲ ἐν μέσῳ, μῆνας· ἐπεὶ δὲ πρὸς τὸ τέλος, ἐνιαυτούς.

τὸ αὖθι ἐν Ἰλίῳ, ἀλλʼ οὐκ ἐν Αὐλίδι.

329. τῷ δεκάτῳ] ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν.

*Πορφυρίου. μαχόμενον ἔχει τὸν ἐπιλογισμὸν τοῦ ἀριθμοῦ τῷ προκειμένῳ πλήθει τῶν στρουθῶν· προείρηκε γὰρ “ὀκτὼ, ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἢ τέκε τέκνα.” λύεται δὲ, ὅτι τὸ δέκατον τίθεται καὶ ἐπʼ ἀρχῆς, ὥστε εἰ κατʼ ἀρχὰς τοῦ δεκάτου γέγονεν ἡ ἅλωσις, οὐκ ἂν ἐπιβάλλοι καὶ τοὺς στρουθοὺς δέκα ποιεῖν.

διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι τὴν πόρθησιν, καίτοι τῆς ἀκολουθίας τῶν σημείων τοῦτο ἐχούσης “ὀκτὼ, ἀτὰρ μήτηρ ἐνάτη ἦν;” ἢ ὅτι τῶν ἐννέα πληρωθέντων ἀνάγκη νοεῖν τὸν ἐπέκεινα δέκα- τον· ἢ καὶ τὸν δράκοντα αὐτὸν δεῖ συναριθμεῖν, ὅς ἐστι δέκατος, ὡς ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ μέλλοντος παύσεσθαι. ὁ λιθωθεὶς οὖν δράκων ἐσήμανεν ὅτι οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος.

330. κεῖνός θʼ ὣς] ὀξυντέον τὴν ος διὰ τὸν τέ. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός.

νῦν πάντα τελεῖται] πρὸς τὸ χθιζά τε καὶ πρώιζα καὶ τὸ νῦν φησὶ, καὶ τὸ τελεῖται ἀντὶ τοῦ τελεσθήσεται, εἴπερ ὁ ὄνειρος εἶπε “νῦν γάρ κεν ἕλοις πόλιν.”

333. “οἷόν γέ πού ᾿στι γλῶσσα κἀνθρώπου λόγος,” κατὰ Εὔ- πολιν· “ὁ μὲν γὰρ λέγων φεύγωμεν ἀναπτεροῖ, ὁ δὲ μένωμεν πείθει.” ἅμα δὲ καὶ τὸ παλίμβολον τῶν δήμων ἐσήμανεν.

336. δεινῶς ἅμα καὶ εὐπόρως τὴν αὐτὴν ῥητορείαν ἑτέραις λέξεσι μεταφράζει ὁ ποιητής. παρρησιαστικὸς δὲ διὰ τὸ γῆρας ὁ Νέστωρ.

[*](8. τὸ τέλος] *τῷ τέλει γλῶσσα etiam apud Eustathium: 12. * ἐπιλογισμὸν] ἀπολογησμὸν sed Eupolis γλῶττα scripserat. De (sic) duobus qui sequuntur trimetris 28. *οἷόν γέ πού ᾿στι γλῶσσα] οἷον metro solutis v. Meinek. Com. vol. γάρ φησι ποὺς τοῖον καὶ γλῶσσα. 2 p. 554.)
120

337. παισὶν ἐοικότες] καλῶς οὐκ εἶπε γυναιξὶν, ἀλλὰ παισίν. καὶ γὰρ ταύταις ἐστὶ φρόνησις.

ἀγοράασθε] τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι. ἢ μᾶλλον πρὸς Ὀδυσσέα ἀποτείνεται δημοχαριστικῶς παρελθόντα· ἔλεγε γὰρ “οὐ νεμεσίζομʼ Ἀχαιούς.”

339. πῆ δή] τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ ἀπῆλθον αἱ συνθῆκαι καὶ αἱ σπονδαὶ καὶ αἱ δεξιαὶ καὶ οἱ ὅρκοι; ἵνʼ ᾖ καὶ τὸ βήσεται ἀντὶ τοῦ ἔβησαν, καὶ τὸ γενοίατο ἀντὶ τοῦ ἐγένοντο, καὶ τὸ ἀγοράασθε ἀντὶ τοῦ τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι. ἢ ἐν διστα- γμῷ· ποῦ ἄρα τελευτηθήσεται τὰ τῶν ὅρκων καὶ τῶν σπονδῶν ; τὸ δὲ ἡμῖν ἀπολύτως ἀναγνωστέον.

*τῶν ἐκ τῆς Ἑλλάδος ἀρίστων ἐπὶ μνηστείαν τῆς Ἑλένης παρόντων διὰ γένος καὶ κάλλος, Τυνδάρεως ὁ πατὴρ αὐτῆς, ὥς τινές φασι, φυλασσόμενος μή ποτε ἕνα αὐτῶν προκρίνας τοὺς ἄλλους ἐχθροὺς ποιήσηται, κοινὸν αὐτῶν ὅρκον ἔλαβεν, ἦ μὴν τῷ ληψομένῳ τὴν παῖδα ἀδικουμένῳ περὶ αὐτὴν σφόδρα πάντας ἐπαμυνεῖν. διόπερ Μενελάῳ αὐτὴν ἐκδίδωσιν. καὶ μετʼ οὐ πολὺν χρόνον ἁρπασθείσης ὑπὸ Ἀλεξάνδρου, ἐκοινώνησαν τῆς στρατείας διὰ τοὺς γενομένους ὅρκους.

340. ἐν πυρὶ δὴ βουλαί τε γενοίατο] οὐκέτι βουλῶν ὄνησις. ἀφανισθήσεται δὲ παντελῶς ἡ βουλὴ, μηδὲν ἀνίσχουσα τὸ ὠφελοῦν. οὐχ ὑποσχέσεις δὲ κατὰ τὸν Ὀδυσσέα, ἀλλʼ αὐτὰ τῶν πίστεων τὰ ὀνόματά φησιν· ὅσα γὰρ ἐκεῖνος παρέδραμεν, οὗτος ἐπεξεργάζεται. ἐλέγχει δὲ ὡς ἐνεδρεύσαντας τὸν βασιλέα· οὐκ ἂν γὰρ ἐστράτευσε μὴ συνθεμένων αὐτῶν. εὖ δὲ τὸ μὴ εἰπεῖν τὰ ὑμῶν μήδεα, ἀλλὰ καθολικῶς τὰ τῶν ἀνδρῶν.

341. σπονδαί τʼ ἄκρητοι] σημείωσαι, ὅτι ὅταν λέγῃ “κρητῆρι δὲ οἶνον ἔμισγον” (Il. 3, 269), οὐ λέγει σὺν ὕδατι, ἀλλ᾿ ὅτι τῶν Τρώων καὶ Ἀχαιῶν οἶνον ἔμισγον.

344. Ἀτρείδη] ἐναντίως τῷ Ὀδυσσεῖ ἀπὸ τοῦ πλήθους εἰς τὸν βασιλέα μετῆλθεν.

ὡς πρίν] ἀντὶ τοῦ μηδὲν ἐνδιδοὺς, ὡς νῦν πρὸς φυγὴν ἐνδέδωκας.

345. ἄρχευ Ἀργείοισιν] καταπλήττει διὰ τούτων τοὺς Ἕλληνας.

[*](10. * τοῦ] τοῦ 28. σημείωσαι om. Townl. ὅτι 19. ὅρκους] Additur *ἡ ἱστορία supra versum. παρὰ Στησιχόρῳ.)
121

346. ὑφʼ ἓν τὸ τούσδε ἀναφορικῶς. τὰ δὲ τοιαῦτα ἀεὶ δεικτικά ἐστιν. ἕνα δὲ, ὅτι τῷ ἐλαχίστῳ ἀριθμῷ κἀκείνους εὐτελίζει καὶ τοὺς λοιποὺς εὐέλπιδας ποιεῖ. Ἀχαιῶν δὲ καὶ οὐ σοῦ εἶπεν, ἀλλὰ κοινὴν αὐτῶν κατηγορίαν ποιεῖται, ἐφελκόμενος τὸ πλῆθος.

347. ἄνυσις] τὸ ᾱ πρὸ τοῦ ν ψιλοῦται, πλὴν τοῦ ἁνδάνω. φησὶ δὲ ὅτι οὐδὲν πρὸς τὸν ἀπόπλουν ἀνύσουσιν, ἄχρις ὅτου πέρας λάβῃ ἡ τοῦ Διὸς ὑπόσχεσις. Ὀδυσσεὺς δὲ αὐτοῖς ἐπέτρεπε, λέγων “τλῆτε φίλοι καὶ μείνατε.”