Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

272. πῶς εἰπὼν αὐτοὺς γεγελακέναι σπουδαῖα καὶ οὐ γελοῖα παράγει λέγοντας; τάχα οὖν τοῖς ἐπὶ Θερσίτου περιῄρηται τὸ θρασὺ καὶ παρρησιαστικὸν αὐτῶν Ὀδυσσεύς. ἄλλως τε προοικονο- μεῖ τὴν εἰς ὅλην τὴν ποίησιν ἀμνηστίαν Θερσίτου διὰ τοῦ “οὔ θήν μιν πάλιν αὖτις ἀγήσει θυμὸς ἀγήνωρ” (276).

*διὰ τί ἐπὶ τῷ Θερσίτῃ πληγὰς λαβόντι καὶ γελοίως δακρύ- σαντι, καὶ τοὺς Ἕλληνας, καίπερ ἐφʼ οἷς ἐπεπόνθεισαν ὑπὸ τοῦ Ἀγαμέμνονος λελυπημένους, γελάσαι ποιήσας ἐπὶ τῷ Θερσίτῃ αἰ- σχρῶς δακρύοντι, οὐκ ἠρκέσθη ὁ ποιητὴς εἰπὼν “οἱ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν,” ἀλλὰ καὶ προστίθησι καὶ λόγους λεγομένους τοιούτους· “ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε, βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων” καὶ τὰ ἑξῆς; οὐ γὰρ ἀκόλουθον τῷ γέλωτι γνωμολογεῖν, ἀλλὰ μᾶλλον ἐπισκώπτειν ἤ τι τοιοῦτον διασύροντας καὶ ἐπιτωθάζοντας λέγειν. φαίνεται δὲ ὁ ποιη- τὴς ἐνδείκνυσθαι διὰ τοῦ λόγους ὡς λεγομένους τοιούτους ἀνακειμένου τῷ πλήθει ὅτι πᾶν τὸ ἄκοσμον τῶν πολλῶν ἤδη κατέσταλται καὶ τὸ στασιῶδες αὐτῶν ἐξῄρηται καὶ ὅλως τὸ κατεξανίστασθαι τοὺς φαύλους τῶν κρειττόνων, καὶ νομίζειν αὑτοῖς ἐξουσίαν εἶναι τοῦ καὶ λέγειν ὃ βούλονται καὶ ποιεῖν, πεπαυμένου ἤδη ὑβριστοῦ καὶ ἐπεσ- βόλου τοῦ ἐκ τοῦ τολμᾶν ἐκκλησιάζειν, ἀλλὰ δὴ καὶ ἄλλο τι προσοι- κονομεῖσθαι. ἐπεὶ γὰρ οὐκέτι μνησθήσεσθαι Θερσίτου ἔμελλεν, ἀλλὰ πρὸς ὀλίγον χρησάμενος ἐξαιρήσειν πᾶσαν αὐτοῦ μνήμην ἐκ τῆς ποιήσεως, πιθανῶς τὴν μηκέτι μέλλουσαν αὐτοῦ πάροδον ἀνατέ- θεικε τῇ τότε παιδεύσει, καὶ προεῖπεν ἡμῖν τοῦτο τῷ παντὶ πλήθει χρησάμενος κήρυκι τοῦ μέλλοντος, διʼ ὧν ἔφη “οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.” εἰ γὰρ προσῆν μὲν αὐτῷ τὸ μὴ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν, [*](2. περισπᾶται—παροφύνεται] Hoc 11. * αὗτις—ἀγήνωρ] om. est προπερισπᾶται—προπαροφύνεται. 14. ποιήσας Vill.] om. 8. *περιῄρηται (vel παρῄρηται)] 31. κήρυκι Vill.] κήρυκί τε περιαιρεῖται)

112
οὐκέτι δὲ φαίνεται τοῦτο δρῶν, ἀναγκαία ἡ τῆς αἰτίας ἀπόδοσις, ὅτι σωφρονισθεὶς ἐπαύσατο, ὡς μηδʼ ἂν ἐπιθυμῆσαι πάλιν ἀκοσμεῖν. τοῦτο γὰρ ἠπείλητο αὐτῷ ὑπὸ τοῦ Ὀδυσσέως “εἴ κ᾿ ἔτι σʼ ἀφραί- νοντα κιχήσομαι ὥς νύ περ ὧδε” (258), μεθʼ ὅρκου τὴν κόλασιν ἐπανατειναμένου εἰς κώλυσιν πάσης τοιαύτης μελλούσης ἀκοσμίας. ὁ μὲν οὖν εὐφυὴς λόγῳ ἁμαρτάνων νουθετεῖται, ὁ δὲ κακοφυὴς πλουτῶν μὲν χρημάτων ζημίᾳ, ῥώμῃ δὲ σώματος θαρρῶν δεσμοῖς καὶ ταῖς τοῦ σώματος βασάνοις· ὁ δὲ οἷος ἦν ὁ Θερσίτης, ἀσθενής τε καὶ λελωβημένος πάντοθεν τὸ σῶμα, πληγαῖς τε καὶ μεθʼ ὅρκων ἀπειλαῖς αἰκισμοῦ μέλλοντος μετὰ γυμνώσεως καὶ πάσης ἐνδείξεως τῆς τοῦ σώματος αἰσχύνης. ταῦτα γὰρ γενόμενα ὑπὸ τοῦ πολιτικοῦ ἀνδρὸς τὰ μέτρα τῶν κολάσεων καὶ τοὺς τρόπους καὶ τὸ κατʼ ἀξίαν ἑκάστου ἁμαρτήματος ὑπέδειξεν.

273. βουλάς τʼ ἐξάρχων] οὕτως φησὶν Ἴων ὅτι “βουλὴ μὲν ἄρχει, χεὶρ δʼ ἐπεξεργάζεται.” τὸ δὲ κορύσσων Αἰολικὸν ἀπὸ τοῦ κόρυς, ὃ δηλοῖ τὴν περικεφαλαίαν.

275. λωβητῆρα] τὸν ψεύστην, ἢ τὸν λωβηθέντα. ἀγοράων δὲ ὡς συνεχῶς αὐτοῦ παρρησιαζομένου. ἐπεσβόλον δὲ ὡς ἐγχέσπαλον, ἤτοι τὸν ἔπεσι βάλλοντα τοὺς πολλούς. σημειοῦνται δέ τινες τὸ λωβητῆρα καὶ ἐπεσβόλον, ὅτι ἔν ἐστιν ἐξ ἀμφοτέρων. τὸ μὲν οὖν πάλιν τὸ ἐκ τοὐπίσω δηλοῖ. τὸ δὲ αὖτις χρονικόν ἐστιν.

278. ἀνὰ δʼ ὁ] ὁ μὲν Ἀρίσταρχος μετὰ τοῦ ἄρθρου, τινὲς δὲ χωρὶς, κακῶς.

279. πρὸς τὸ σχῆμα. ψῆφον λαβὼν παρὰ τοῦ πλήθους ἀνίστα- ται, παρῆλθε δὲ καὶ Ἀθήνη πρὸς ἡσυχίαν καὶ πειθώ· πῶς γὰρ ἄλλως ἡσύχασαν, σῦς πρώην ἐννέα μόγις ἐπεῖχον κήρυκες; ἔθος δὲ ἦν τοῖς δημηγόροις παρίστασθαι κήρυκα, ὅπως νοήσωσι καὶ σιωπή- σωσιν. διὰ τί δὲ ὁ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος λέγει; ὅτι αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν· καὶ θορύβου τοσούτου ὄντος ὡς καὶ τὴν Ἀθηνᾶν εἰδομένην κήρυκι σιωπᾶν λαὸν ἀνώγειν, ἔδει τὸν πρῶτον δημηγοροῦντα γεγωνότερον βοᾶν, ὡς ἅμα οἱ πρῶτοί τε καὶ ὕστατοι μῦθον ἀκούσειαν. ὁ μὲν οὖν Νέστωρ, ὡς γέρων, βοᾶν οὐκ ἠδύνατο, ὁ δὲ Ὀδυσσεὺς μεγάλην ὄπα ἐκ στήθεος ἵει (Il. 3, [*](3. ἠπείλητο Vill.] ἠπειλεῖτο 30. *ὄντος—ὁ μὲν] ὄντος ἔδει 9. μεθʼ addidit Vill. γεγωνότερον βοᾶν. ὁ μὲν 15. *ἐπεξεργάζεται] ἐπεργάζεται)

113
221). διὰ τοῦτο ὁ μὲν ἔτι τεταραγμένων αὐτῶν δημηγορεῖ, ὁ δὲ Νέστωρ ἤδη ἡσυχίαν ἀγόντων. τρία δὲ ῥητορικῆς εἴδη, συμβουλευ- τικὸν, ὅ ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς, ὡς νῦν· δικανικὸν, ὃ ἐκ κατηγορίας καὶ ἀπολογίας, ὡς τὸ “δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (Il. 18, 498)· πανηγυρικὸν, ἐξ ἐγκωμίου καὶ ψόγου, ὡς “ὦ μάκαρ Ἀτρείδη” (Il. 3, 182) καὶ “οἰνοβαρὲς κυνὸς ὄμματʼ ἔχων” (Il. 1, 225).

284. Ἀτρείδη, νῦν δή σε] ἀντὶ τοῦ γάρ. ἔθος δὲ τῷ ποιητῇ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, ὡς τὸ “πολλοὶ γὰρ τεθνᾶσι” (Il. 7, 328) καὶ “νῦν γὰρ καὶ πόνος ἐστί.” τὸ δὲ θέλουσιν, ὡς ἐξ οὐδεμιᾶς αἰτίας τοῦτο προαιρούμενοι. διασύρει δὲ αὐτοὺς ὡς οὐ νοήσαντας τὴν πεῖραν. εἰ γὰρ ἐπονείδιστοί εἰσι φεύγοντες, πῶς ἂν αὐτοὺς προτρέποιτο φεύγειν; ηὔξηται δὲ καὶ τῷ πᾶσι βροτοῖσιν, ἀλλὰ μὴ μόνοις Ἕλλησιν εἰπεῖν. ἐντέχνως δὲ κατʼ αὐτῶν πρὸς αὐτὸν λέγει, ὡς συναχθόμενος αὐτῷ. πικρὸν δὲ ἦν τὸ φάναι ἐπονείδιστον ὦ Ἀχαιοὶ ποιήσετε τὸν βασιλέα. κἀκεῖνο δὲ πικρόν, τὸ ὡς νήπιοι παῖδες ἢ ὡς κόραι ἀποδύρεσθε. ἄμα δὲ ἐμφαίνει ὅτι κατέχει αὐτοὺς ἐκείνου θέλοντος.

286. οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν] τοῦτο ἀνελεύθερον καὶ δουλοπρεπές. καλῶς δὲ ἀπὸ τῶν ὡμολογημένων ἤρξατο, ὃ μάλιστα δυσωπεῖ. οὐκ οἶδε δὲ τοὺς πρὸς τοὺς Τυνδαρίδας ὅρκους· καὶ γοῦν Ἰδομενεύς φησιν “ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα” (Il 4, 266).

289. ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες] ἄμφω παρέτεινε, τὸ μὲν τῷ νεαροί, τὸ δὲ τῷ χῆραι. οἱ μὲν γὰρ εὐθὺς κόρον τῆς ἀγορᾶς λα- βόντες ἵενται οἴκαδε, αἱ δὲ τὸν οἴκοι φυλάσσοντα μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννὲς, ὡς οὐ διὰ τὴν ὑπερτέλειαν τῶν πολεμίων, διὰ δὲ τὸ ἴδιον μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν.

291. πόνος ἐστίν] πολὺς μὲν οὖν ἐστὶν ὁ πόνος, ὥστε λοιπὸν ἀκη- διάσαντα ἀνιᾶσθαι. ἀνίησι δὲ τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ. δυνάμεως [*](1. * ἔτι] om. 17. *ἀποδύρεσθε] ἀποδύρεσθαι 2. *Νέστωρ ἤδη] om. 25. *εὐθὺς] εὐθὺ 4. *ἐνείκεον εἵνεκα ποινῆς] om. 27. ἀγεννές] ἀγενές cum rasura 5. *καὶ ψόγου, ὡς] καὶ et ὡς om. ante ν. 13. *τῷ] τὸ 28. ἴδιον μαλακὸν] * ἰδιομόλακον 14. *εἰπεῖν] om.)

114
δὲ ῥητορικῆς ἀπὸ τοῦ αὐτοῦ πράγματος πρὸς ἑκάτερον ἐξ ἐναντίου λαμβάνειν τὰς ἀφορμάς.

292. καὶ γάρ τις] καλῶς τὴν συγγνώμην τῇ ἐπιτιμήσει ἀνίησι· πάντες γὰρ ἀγαπῶμεν τοὺς ὑπὲρ ὧν ἡμάρτομεν ἀπολογουμένους. δύναται δὲ καὶ ἀνάγκην μείζονα ἐπιτιθέναι διὰ τούτων τοῦ μένειν αὐτοὺς, αἰσχρὸν δεικνὺς τὸ ἐπανελθεῖν ἀπράκτους καὶ ὀφθῆναι διὰ τοσούτου χρόνου τοῖς οἰκείοις ἐπονειδίστως· διὸ καὶ ἐπάγει “αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.” ἀναγκαίως δὲ ἐνδίδωσιν, ὅπως μικρὰ θεραπευθέντες μεγάλα χαρίσωνται.

ἀπὸ ἧς ἀλόχοιο] τοῦτο καὶ τὴν Ὀδυσσέως καὶ Πηνελόπης προ- ανακρούεται στοργήν. ἅμα δὲ ὅτι καὶ αὐτῷ τὸ γύναιον ὑπολέλειπται, οὐ μόνον δὲ, ἀλλὰ καὶ νήπιος ἔτι παῖς τῇ ἡλικίᾳ. τότε δὲ πιθανοὶ οἱ λέγοντες, ὅταν τοῖς ἀκούουσιν ὁμοιοπαθεῖς καὶ αὐτοὶ τυγχάνωσιν.

294, 295. τὸ δυσχερὲς τῆς ἀνακομιδῆς πρὸ ὀφθαλμῶν αὐτοῖς ἄγει, καὶ τὴν τοῦ ὡρισμένον χρόνου συμπλήρωσιν. περιτροπέων δὲ ἀντὶ τοῦ τροπὰς λαμβάνων, τουτέστι συμπληρούμενος.

296. μιμνόντεσσι] ἀργοῦσιν, ἀπράκτοις καθημένοις, ἐπεὶ ἐνῆν αὐτῷ φάναι καὶ τό μαρναμένοισιν.

298. αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι] ἀνιαρὸν τὸ χωρίζεσθαι τῶν οἴκοι ἐπὶ πολὺ καὶ ὑποστρέφειν ἄπρακτον. τὸ δὲ κενεόν ἤτοι διὰ κενῆς πολεμήσαντα ἢ κενὸν λαφύρων. δέλεαρ δὲ τοῦ μένειν ὑποβάλλει αὐτοῖς λαφύρων ἐλπίδα.

299. τλῆτε φίλοι] καταμαλάξας τὸ πλῆθος πρότερον νῦν ἀπο- στρέφει πρὸς αὐτοὺς τὸν λόγον, καὶ ἀντὶ Ἀχαιῶν φίλους καλεῖ.

300. ἢ ἐτεὸν Κάλχας] δικαίως ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαντος Κάλχαντος τὴν πίστιν λαμβάνει. ὅτι δὲ ἠγάπητο τῷ πλήθει, Ποσειδῶν καὶ Ἀθηνᾶ καθ᾿ ὁμοιότητα αὐτοῦ προτρέπονται τὸ πλῆθος (Il. 13, 45). στρατὸς δὲ ἐπὶ ξυροῦ τυγχάνων ψυχαγωγεῖται διοση- μίαις, τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων εἰς θεούς. ἄκρως δὲ κατη- γορεῖ αὐτῶν, ὅτι τότε μὲν τὸ μῆκος ἀκούσαντες οὐκ ὤκνησαν στρα- τεύειν, νῦν δὲ πρὸς τὸ τέλος ἐκλέλυνται.

302. κῆρες] αἱ τοῦ λοιμοῦ κῆρες. ὁ δὲ Ζηνόδοτος μάρτυρές φησιν, Ὁμήρου σχηματίζοντος ἀπὸ τοῦ μάρτυρος. πιστὸς δὲ ὁ λόγος γίνεται, ὅταν τοὺς ἀκούοντας μάρτυρας ἔχῃ τῶν λεγομένων.

303. χθιζά τε καὶ πρώϊζ᾿] τοσοῦτον χρόνον χθιζά φησιν, ὅπως τὸν ἐπερχόμενον ὡς μηδὲν ἡγήσωνται.

115

305. * “ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμούς” μέχρι τοῦ “τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν” (329). περὶ τού- των τῶν ἐπῶν ἠπόρησεν ὁ Ἀριστοτέλης τοιαῦτα. διὰ τί ὁ Κάλχας, εἰ μὲν οὐδὲν ἦν τέρας τὸ γινόμενον, ἐξηγεῖται ὡς τέρας; τί γὰρ ἄτοπον ὑπὸ ὄφεως στρουθοὺς κατέδεσθαι, ἢ τούτους ὀκτὼ εἶναι; περὶ δὲ τοῦ λίθον γενέσθαι οὐδὲν λέγει, ὃ ἦν μέγα, εἰ μὴ ἄρα εἰς τὸν ἀπόπλουν ἐσήμαινεν, ὥς τινές φασιν. οὐκ ἔδει δὲ ἀναμνῆσαι· εἰκὸς γὰρ ἦν ὑπολαβεῖν· καὶ εἰ μή τις ἔλεγε, καὶ τότε ἀξίως ἔλεγε τοῦτο, ὅτι οὐδὲ ἀπέδωκεν ἂν εἴη τὸ τέρας· ἐνάτη γὰρ ἦν ἡ μήτηρ, δεκάτῳ δὲ τὸ Ἴλιον ἥλω. φησὶν οὖν μὴ εἰς τὸν νόστον εἰρῆσθαι τὰ περὶ τῆς ἀπολιθώσεως τοῦ δράκοντος, διὸ οὐδʼ ἐποίησε λέγοντα· οὔτε γὰρ πάντες ἄνοστοι ἐγένοντο, γελοῖός τʼ ἂν ἦν οὐκ ἀποτρέπων τοῦ πλοῦ, ἀλλὰ πλεῖν προτρεπόμενος σὓς ἐδήλου τὰ σημεῖα μὴ ἐπανήξειν. μή- ποτʼ οὖν, φησὶ, τὸ σημεῖον, τὸ λίθον γενέσθαι, βραδυτῆτος σημεῖον ἦν, ὅπερ ἤδη ἐγεγόνει καὶ οὐκέτʼ ἦν φοβερόν. ἐλήφθη δὲ ἐν ἔτεσιν ἐννέα· τοῦ δεκάτου γὰρ ἔτους ἀρχομένου ἐγένετο, ἀριθμεῖ δὲ τὰ ὁλόκληρα ἔτη, ὥστε συνᾴδει ὀρθῶς ὁ ἀριθμὸς τῶν ἀπολωλότων καὶ τῶν ἐτῶν. οἱ δὲ τὰ περὶ οἰωνιστικῆς τῆς καθʼ Ὅμηρον γράψαντες τὴν μὲν νεοττιὰν, ὡς ἂν ἐπʼ ἄκρων τῆς πλατάνου κειμένην τῶν κλάδων οὖσαν ἐνάερον, εἰλῆφθαί φασι πρὸς τὴν ἠνεμόεσσαν πόλιν· τοὺς δʼ ἐνοικοῦντας ἐν αὐτῇ στρουθοὺς στρατὸν εἶναι ἀλλοεθνῆ· πολλοὶ γὰρ ἐπίκουροι πολλέων ἐκ πολίων κατῴκουν τὴν πόλιν. πτηνοὶ γὰρ ἀέρι μᾶλλον ἢ χώρᾳ οἰκειότεροι. τὸ δὲ ξύλον τῆς πλατάνου, νεαροῦ ξύλου καὶ ὑδρηλοῦ, δι᾿ οὗ ὁ δράκων ἐπίγειον ἀνύει πορείαν ἐπὶ τοὺς στρου- θούς. ἐδήλου οὖν διότι πολὺς στρατὸς πορείαν ποιησάμενος διαπόντιον, νηίτης περάσας, διὰ τῆς χώρας ἐπιπεσεῖσθαι τοῖς Τρωσὶν ἔμελλεν. ἐπίγειος γὰρ ὁ ὄφις· διὰ ξύλου οὖν ἕρπων ὑδρηλοῦ τὴν διὰ νηῶν πορείαν ἐδήλου, εἶτʼ ἀπόβασιν καὶ διὰ τῆς χώρας ἔφοδον τοῖς τὴν ἠνεμόεσσαν κατοικοῦσι πόλιν. τὸ δὲ πετάλοις ὑποπεπτηῶτας εἶναι τοὺς στρουθοὺς δηλοῦν τὸ ἀβέβαιον τῆς εὐθαλείας τῶν κατοικούντων τὴν πόλιν· φυλλορροεῖ γὰρ τὰ δένδρα. στρουθοὺς δὲ καὶ οὐκ ἄλλα [*](3. ἠπόρησεν] ἠπορ hic et infra locis plerisque. 8. ἔλεγε τοῦτο Vill.] ἔλ, τοῦτο. 30. εὐθαλείας] εὐθα, ut incertum ἔλεξε τοῦτο Cobetus. Verba prox- it utrum εὐθαλείας voluerit an ima vel corrupta sunt vel defecta. εὐθαλίας. De utraque scriptura v. 13. οὖς Bekkerus] om. Thess. vol. 3 p. 2265. 19. νεοττιὰν Bekkerus] νεοττείαν)

116
ὄρνεα παρείληφεν, ὅτι ἱερὰ μὲν Ἀφροδίτης ἡ στρουθὸς, κατωφερέ- στατον δὲ ζῷον καὶ λάγνιστον· οἰκεῖοι δὲ τῇ Ἀφροδίτῃ οἱ Τρῶες, καὶ λαγνείας εἵνεκα τὸν πόλεμον ἐνστησάμενοι, ὥσπερ τῆς Ἀθηνᾶς ἱερὸς ὁ δράκων. φίλοι δὲ Ἀθηνᾶς οἱ Ἕλληνες, σὓς τῷ σημείῳ ὁ δράκων ἐσήμανεν. ὁ δὲ τῶν στρουθῶν ἀριθμὸς τῶν ἐτῶν ἐδήλου τὸν ἀριθμόν. ἐτήσιος γὰρ ἡ γένεσις ὄρνισι. καὶ ὀκτὼ μὲν ἔτη ἐν οἷς ἤσαν ἀπόρθητοι μικρὰ ταῦτα, τὸ δὲ ἔνατον, ἐν ᾧ τὸ τέλος, τὸ κεφά- λαιον ἂν εἴη τοῦ χρόνου, ὥστε οἰκεία ἡ μήτηρ τῷ χρόνῳ τούτῳ. ἐννέα δὲ καὶ οὐ δέκα ὁ ἀριθμὸς ὅτι τοῦ πολέμου ὁ χρόνος ἀριθμεῖται, οὐ τῆς ἁλώσεως. τί γάρ φησιν; “ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πολεμίζομεν αὖθι” ἐννέα ἔτεα, ὧν τὸ ἔνατον τὸ κεφάλαιον περιεῖχε τῶν κακῶν καὶ περιοχὴν τῶν παρελθόντων ὀκτὼ “τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν.” μετὰ γὰρ τὴν μητέρα τῶν στρουθῶν καὶ τὸ ἔνατον ἔτος ἑτοίμη ἦν ληφ- θῆναι ἡ νεοττιὰ καὶ ἡ πόλις ἡ τῶν Τρώων, ἡ ἰαχή τε τῆς μητρὸς καὶ τῶν τριζόντων νεοττῶν τὴν οἰμωγὴν ἐδήλου τῶν ἁλισκομένων. ἡ δὲ τοῦ δράκοντος ἀπολίθωσις κατὰ μὲν Ἀριστοτέλην τὴν βραδητῆτα ἐδήλου καὶ τὸ σκληρὸν τοῦ πολέμου, κατὰ δὲ ἄλλους τὴν τῆς πόλεως ἐρή- μωσιν, καὶ τοῦ μὲν ζωτικοῦ παντὸς κένωσιν, τῶν δὲ λίθων καὶ οἰκο- δομημάτων κατάλυσιν τῶν Τρώων ἁλόντων Ἑλλήνων ἀποπλευσάντων. τὸ δὲ δέκατον ἔτος ὅπερ διὰ τοῦ δράκοντος δεκάτου ὄντος ἐν τοῖς σημείοις ἀριθμεῖται λαμβανόμενον τὸ αὐτὸ, εἰς μὲν τοὺς Ἕλληνας γίνεται λίθος μένων καὶ ἀρίζηλος πᾶσιν διακένωμα ὢν καὶ λίθους μεμενηκέναι τοῦ πολέμου καταλυθέντος· ὥστε τὸν δράκοντα ἐπιόντα μὲν δηλοῦν τὴν ἔφοδον τῶν Ἑλλήνων, διὰ δὲ τῆς πλατάνου τὴν διὰ τῶν νεῶν γινομένην, κατεσθίοντα δὲ τοὺς ἐννέα στρουθοὺς μετὰ τῆς μητρὸς σημαίνειν μὲν τὸν ἐνναετῆ πόλεμον, ἀπολιθούμενον δὲ δέκατον ἐν τοῖς σημείοις αὐτὸν ἐρημίαν δηλοῦν τὴν ἐν τῷ δεκάτῳ ἔτει τῶν Ἑλλήνων ἀποστάντων καὶ τῆς πόλεως ἐν λίθοις μόνοις καταλειφθεί- σης, παντός τε τοῦ ἐμψύχου ἔκ τε αὐτῆς καὶ τῶν περὶ αὐτὴν καθη- μένων κενωθέντος. ἐμήνυε δὲ ἡ εἰς παράδοξον καὶ θαυμαστὸν μετα- βολὴ τὴν τῶν κατειργασμένων ἐπὶ πλεῖστον μνήμην. ἡ δὲ ἔδρα τῶν ὀρνίθων καὶ ἡ ἐν τῇ νεοττιᾷ τῶν στρουθῶν καθέδρα ἐδήλου τοὺς ἐνδομυχοῦντας καὶ ἐν τῇ πόλει κατακλείστους Τρῶας. οἱ δὲ βεβαιό- τερόν φασιν εἶναι τὰ διὰ τῶν καθεδρῶν ἢ ὅσα πετόμενοι σημαίνουσιν [*](2. λάγνιστον] Probabilius λαγ- v. Thes. vol. 5 p. 21 et annot. ad νίστατον, quae usitata forma est: Epiphan. vol. 3, 2 p. 612.)
117
ὄρνιθες. ὥσπερ γὰρ πετόμενοι μηνύουσι ταχύτερον οὕτω πάντα ἔσεσ- θαι, οὕτω καθεζόμενοι ποιοῦσι χρόνια καὶ παράμονα. τὸ δὲ καὶ περιπέτεσθαι τὴν νεοττιὰν τὴν μητέρα ἀεὶ καὶ μὴ πόρρω ἀποχωρεῖν ἐδήλου ὅτι καὶ οἱ ἐκ τῆς πόλεως ἐξιόντες αὐτόθι περὶ τὴν πόλιν καὶ οὐ πόρρω χωρεῖν ἔμελλον, ἀλλὰ ζῆν περὶ αὐτὴν “χρειοῖ ἀναγκαίῃ πρό τε παίδων καὶ πρὸ γυναικῶν.” τὴν δὲ νεοττιὰν οὐ διέφθειρεν ὁ δράκων ὅτι οὐκ ἐξηλίφη τέλος ἡ πόλις, ἀλλὰ μόνοι οἱ ἐνοικοῦντες. αὐτῆς μὲν μεινάσης, τῶν δʼ ἐπελθόντων μετὰ τὴν ἀναχώρησιν καὶ πόρθησιν ἐρημίαν φοβερὰν καταλελοιπότων, καὶ πάντα εἰς λίθους περιστησάντων διὰ τὸ ἄπορον καὶ ἄψυχον τῆς χώρας ἐγκατά- λειμμα καὶ τῆς πόλεως. ἅμα δὲ καὶ ὅτι ἡ ἀποστροφὴ τοῖς Ἕλλησιν ἀντιτυπής ἐστι καὶ σκληρὰ ἐδήλου ὁ ἀπολιθούμενος δράκων. ἀπαλ- λάσσεσθαι γὰρ μέλλων ἤδη τῆς νεοττιᾶς ἐγένετο λίθος καὶ ἐπὶ τῆς ὁδοῦ ἔτι ὤν. τὸ δὲ δένδρον οὖν ἡ ὁδὸς, ἀλλὰ καὶ ἡ πορεία τοῦ δράκοντος οὐκ οὖσα ὀρθὴ φύσει οὐδὲ εὐθεῖαν τὴν ὁδὸν τοῖς Ἕλλησιν ἐσήμαινεν, ὁποία ἐγένετο καὶ αὐτοῖς ἀπιοῦσί τε καὶ ὑποστρέφουσιν. οὐδὲ τὸ “ἐλελιξάμενος πτέρυγος λάβεν” ἐστὶν ὡς πρὸς μαν- τείαν ἄχρηστον· ἐδήλου δὲ τὸν τρόπον καθʼ ὃν τὴν Ἴλιον ἔμελλον ἐκπορθήσειν οἱ Ἕλληνες. οὐ γὰρ ἐκ τοῦ εὐθέος ἐκράτησαν καὶ εἷλον, ἀλλʼ ἀναχθέντες ἀπὸ τῆς Τρωάδος, εἶθ᾿ ὑποστρέψαντες, ὃ ἔστιν εἰπεῖν ἐλελιξάμενοι. ἡ δὲ πλάτανος διὰ μὲν τὸ ὑδρηλὸν καὶ εὔμηκες ἐδήλου τὴν διὰ νεῶν καὶ ὕδατος μακρὰν πορείαν, διὰ δὲ τὸ ἄκαρπον φύσει ὅτι ἄκαρπος ἡ πορεία καὶ τοῖς ἐπελθοῦσιν Ἕλλησι καὶ τοῖς ἐνοικοῦσι τὴν πλάτανον τῶν Τρώων. τά τε γὰρ ληφθέντα λάφυρα ἐξ Ἰλίου ἄλλα ἄλλως ἀπώλετο καὶ οἱ Τρῶες οὐδένα καρπὸν ἔσχον μεινάσης αὐτοῖς τῆς νεοττιᾶς ἐν ἀκάρπῳ μὲν δένδρῳ, φύλλοις δὲ πρὸς καιρὸν θάλλουσιν αὐτοὶ ἄρδην ἀπολόμενοι.

ἀμφὶ περί] οὐ διὰ τὸ μέτρον αἱ δύο προθέσεις, ἀλλὰ τὴν περὶ τὸν αὐτὸν τόπον συναγωγὴν παντὸς τοῦ στρατοῦ ἐσήμανεν. πιστοῦται δὲ τὸ τέρας, εἴ γε ἐπὶ τοσούτου πλήθους καὶ θυσιῶν ἔν τε ἱερῷ τόπῳ γέγονεν.

307. μόνον οὐχὶ καὶ χρώμασιν ἡμῖν τὸν λόγον ἐσήμανε. καὶ τὸ παραρρέον δὲ ὕδωρ φησί. διυδατίζεσθαι γὰρ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν. οἶδε δὲ τὰς φύσεις ἁπάντων, καὶ ὠλεσικάρπους τὰς ἰτέας φησίν (Od. 10, 510).

308. ὁ δράκων Ἀθηνᾶς ἱερὸς, οἱ στρουθοὶ Ἀφροδίτης, χρόνον τε δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος· ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν

118
ἔλαβεν ὁ πόλεμος· ἢ τὸ μὲν ἐφʼ ὕψους κεῖσθαι τὴν νεοττιὰν, τὴν ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑπὸ τοῖς πετάλοις νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται. ἡ δὲ ἐνάτη μήτηρ τῆς ἐνναετηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν, ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν διʼ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νεοτ- τιὰν τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπολίθωσις τὸ δυσδιεξόδευτον τῶν νόστων, ἢ ὅλου τοῦ ἀγῶνος παῦσιν (οὐ γὰρ ἠμύναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλληνας οἱ Τρῶες), ἢ ὅτι εἰς λίθους περιστήσεται τοῦ πολέμου τὸ τέλος. ἔστι δὲ σημεῖον μὲν τὸ παρὰ τόπον γινόμενον, ὡς μέλισσαι ἢ πτηνοὶ μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν ἄμφω εἶχε, σημεῖον μὲν τὸ ἐπʼ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νεοσσιὰν, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ.