Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

445. τὸ σύντομον καὶ ἰσχυρὸν διὰ τοῦ ἁρπάξας ἐδήλωσεν.

446. ὕπερθεν] τῷ εἰς ἀέρα νεύοντι μέρει. τοῦτο δὲ διὰ τὸ εἶναι εὐσύλληπτον, καὶ ἵνα ῥᾳδίως τῇ ὀξύτητι τὰς πύλας διασχίσῃ ὡς πέλεκυς.

447. τὸν δʼ οὔ κε δύʼ ἀνέρε] διττὴ ἡ ἐπίτασις, καὶ τῶν δύο μὴ κινούντων τὸν λίθον, καὶ τοῦ ἑνὸς πάλλοντος ἐλαφρῶς.

451. ἄρσενος] ὅτι τραχύτερος. ἢ ὅτι ῥυπωδέστερος, ἢ ὅτι μέγας ὁ τοῦ ἄρσενος πόκος, ἢ ὅτι ἐμφερὴς τῷ χρώματι καὶ τῇ τραχύτητι τοῦ λίθου ἐστί. θέλει δὲ παραστῆσαι τὸ τοῦ λίθου μέγεθος.

456. ἐπημοιβοί] εἰς μέσον συνάπτοντες· οἱ δὲ, εἷς ἐφʼ ἕνα· μία δὲ ἐπʼ αὐτῶν κλεὶς ἥρμοστο.

458. εὖ διαβάς] συνεργεῖ γὰρ ἡ διάβασις πρὸς βιαιοτέραν τοῦ βαλλομένου φοράν.

459. θαιρούς] τὸν ἄνω καὶ κάτω στρόφιγγα θαιροὺς καλεῖ. λέγον- ται δὲ θαιροὶ διὰ τὸ διʼ αὐτῶν θεῖν τὰς πύλας.

461. σανίδες δέ] πανταχόθεν ἐκίνησε τὴν ἐνέργειαν, ἐκ τοῦ βαλόντος, ἐκ τῶν διαρριπτουμένων σανίδων, ἐκ τοῦ εἰσπηδῶντος καὶ φοβερὸν βλέποντος, ἐκ τῆς τῶν ὅπλων λαμπηδόνος, ἐκ τῶν κατεχο- μένων δοράτων, ἐκ τῶν ὑπερβαινόντων τὸ τεῖχος καθʼ ὃ μέρος ἔρρηξε Σαρπηδὼν, ἐκ τῶν τρεχόντων εἰς τὰς πύλας καθʼ ὃ μέρος ἔρρηξεν αὐτὰς ὁ Ἕκτωρ.

462. ὁ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ] οὐδέν τι τῶν ἔνδον δεινῶν ὑπολογισάμενος. πάντα οὖν τοῦ θράσους σημαντικὰ καὶ τὰ ἑξῆς ὀνόματα.

463. νυκτὶ θοῇ] νυκτὶ τὰ φοβερὰ ὁμοιοῦσιν, ὡς ἐκ τῶν ἐναντίων τοὺς εὐέκτους λέγουσιν ἡμέρους· παρὰ γὰρ τὸ ἡμέρα ἥμερος.

ὑπώπια] ἀπὸ μέρους ὅλος.

[*](19. * αὐτῶν] αὐτῷ 28. *Σαρπηδὼν—αὐτὰς ὁ] om.)
511

465. οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας] ὥσπερ ἐπὶ γραφῆς δείκνυσιν ὁποῖος ἦν ὁ Ἕκτωρ εἰσδραμὼν εἰς τὸ τεῖχος.

466. νόσφι θεῶν] ἅμα μὲν ἐπαίρει τὰ τοῦ Ἕκτορος, ἅμα δὲ καὶ τεχνικῶς ὑπὲρ Ἕλλήνων ἀπολογεῖται, ἀντισχεῖν πρὸς τὴν ἐκδρομὴν Ἕκτορος μὴ δυνηθέντων.

470. ἐσέχυντο] ἐμφαντικῶς τῷ ὀνόματι· διὰ στενῆς γὰρ γενο- μένης τῆς εἰσόδου καὶ ὠστιζομένων τῶν εἰσιόντων ἢ τῶν ἤδη εἰσελη- λυθότων.

1

1. ΖΕῪΣ δʼ ἐπεί] ἐρειφθέντος τοῦ τείχους καὶ τροπῆς γενο- μένης λοιπὸν ἦν ἀναστῆναι Ἀχιλλέα. ὁ δὲ ποιητὴς μῆκός τε καὶ ποικιλίαν περιποιεῖ διὰ τῆς ἀσχολίας τοῦ Διός. ἅμα δὲ ἐπειδὴ ἔφθασε περὶ τοῦ Ἕκτορος προειπὼν “οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντι- βολήσας νόσφι θεῶν” (Il. 12, 465), ἀναγκαίως τῷ ἀνυπόστατον ἔχοντι τὴν δύναμιν τὸν Ποσειδῶνα ἀντιστρατεύει. πῶς δʼ ἂν ἐτόλ- μησε Ποσειδῶν προελθεῖν μὴ ἀσχολουμένου Διός; διὰ τούτων δὲ σχεδὸν βοῷ ὁ ποιητὴς οὐκ ἴδιον τῶν Τρώων γεγενῆσθαι τὸ κατόρ- θωμα, ἀλλὰ τοῦ Διός. περιπαθῶς δὲ ἄγαν τὸ νηυσίν, οἷον οὐ τῷ τείχει μόνον, ἀλλὰ καὶ ταῖς ναυσὶν, ἥπερ ἔτι μόνη τῶν Ἑλλήνων ἐλπίς.

*ἐπεί σημαίνει τρία· τὸ ἐπεί, τὸ ὅτι, ὡς τὸ “ἐπεὶ πολὺν ὤλεσα λαόν” (Il. 2, 115), καὶ τὸ ὅτε, ὡς νῦν, καὶ τὸ ἀφʼ οὗ.

*Τρῶας] κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕτορα κατʼ ἐξοχήν. οὗτος καὶ μετὰ τὴν Ἰλίου πόρθησιν, καὶ μετὰ θάνατον τὴν ἀπὸ τῶν θεῶν εὐτύχησε τιμήν. οἱ γὰρ ἐν Βοιωτίᾳ Θηβαῖοι πιεζόμενοι κακοῖς ἐμαντεύοντο περὶ ἀπαλλαγῆς. χρησμὸς δὲ αὐτοῖς ἐδόθη παύσεσθαι τὰ δεινὰ, ἐὰν ἐξ Ὀφρυνίου τῆς Τρωάδος τὰ Ἕκ- τορος ὀστᾶ διακομισθῶσιν εἰς τὸν παρ᾿ αὐτοῖς καλούμενον τόπον Διὸς γονάς. οἱ δὲ τοῦτο ποιήσαντες καὶ τῶν κακῶν ἀπαλλαγέντες διὰ τιμῆς ἔσχον Ἕκτορα, κατά τε τὰ ἐπείγοντα ἐπικαλοῦνται τὴν αὐτοῦ ἐπιφάνειαν. ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ.

[*](4. * ἐρειφθέντος] ἐρρειφθέντος 9. ἀντιστρατεύει] ἀντιστατεύει Vill. 6. * ποικιλίαν] ποικιλίας 21. * Ὀφρυνίου] ἔξω φοινίου)
2

Ἕκτορα νηυσὶ πέλασσε] πρὸς τὸ δεύτερον ὑπήντησε· πρῶτος γὰρ Ἕκτωρ εἰσῆλθεν. ὑπεξεῖλε δὲ αὐτὸν ἰδίῳ.

2. τοὺς μέν] ἐὰν ἐπʼ ἀμφοτέρων λέγῃ, Τρώων καὶ Ἑλλήνων, ἁπλούστερόν ἐστιν· ἐὰν δὲ περὶ τῶν Τρώων μόνων, ἐμφαίνεται ἦθος κατακερτομοῦντος τοῦ ποιητοῦ ὅτι μάτην ἐπόνουν· οὐ γὰρ ἔμελλον ἀλλοκότως ὑπὸ βαρβάρων ἁλώσεσθαι.

πόνος δηλοῖ τὴν ἐνέργειαν, ὡς τὸ “παύσαντο δὲ πόνου” (Il. 1, 467), ἢ τὴν κακοπάθειαν, ὡς τὸ “ἦ μὴν καὶ πόνος ἐστίν” (Il. 2, 291).

3. τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, σύνηθες δέ ἐστιν Ὁμήρῳ. δηλοῖ δὲ ταῦτα ἡ λέξις· τὸ ἀλλαχοῦ, ὡς ἐνταῦθα· τὸ ἐκ δευτέρου, ὡς τὸ “πάλιν ποίησε γέροντα” (Il. 16, 456). τὸ εἰς τοὐπίσω· ὡς τὸ “χειρὶ πάλιν ἐρύσασα” (Il. 5, 836). καὶ τὸ ἐναντίως· ὡς τὸ “οὐδὲ πάλιν ἐρέει” (Il. 9, 56). δείκνυσι δὲ ὅτι οὐδὲν ἀθεώρητον τῷ δημιουργῷ θεῷ. φαεινώ δὲ διʼ ὧν τὸ φάος δίδοται τοῖς ὁρῶσι.

*Πορφυρίου. αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ] ἀδύνατόν φασιν· εἰ γὰρ ἀπετράπη ἀπὸ τῆς Ἰλίου ἐπὶ τὴν Μυσίαν κατὰ τὰ τῆς Ἀσίας ἔθνη, ἀδύνατον τὴν Θράκην καθορᾶν οὖσαν ἐν τῇ Εὐρώπῃ. λύεται δὲ ἐκ τῆς λέξεως· οὐ γὰρ λέγει τὴν Θρᾴκην αὐτὸν βλέπειν, ἀλλὰ τὴν Θρᾳκῶν γῆν, ἧς ἦσαν ἄποικοι, κατοικοῦντες δὲ Ἀσίαν Βιθυνοί τε καὶ οἱ Θυνοὶ Θρακῶν ἄποικοι.

5. Ἀγαυῶν Ἱππημολγῶν] Ἀγαυοὶ ὄνομα ἔθνους· οὗτοι δὲ ἵππους ἀμέλγοντες αὐτοὶ τῷ γάλακτι ἐτρέφοντο.

6. * Ἀβίων] τῶν βιοῖς μὴ χρωμένων, ἤγουν τόξοις. πάντων Σκυθῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν οὐχ ὑπεῖξαι, μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ ἀνδρὸς ἐπικη- ρυκεύσασθαι πρὸς αὐτόν. οὓς δικαιοτάτους φησὶ διὰ τὸ ἀνεπίμικτον, ἣ ὅτι κοινοὺς ἔχουσι παῖδας καὶ γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ ποτηρίου. τούτοις αὐτόματος ἡ γῆ φύει βοτάνας, ζῷον δὲ οὐδὲν ἐσθίουσιν· ἄβιοι δὲ οἱ ἀνέστιοι.

10. ἄλη ἄλαιος, καὶ ἀλαός Αἰολικῶς. διδάσκει δὲ διαφορὰν ἐπιμελείας καὶ ῥᾳθυμίας. πιθανῶς δὲ τοὺς στρατηγοὺς καταστρα- τηγοῦντας ἀλλήλων ἐποίησεν· ὁ μὲν γὰρ Ζεὺς ἀποδημοῦντος ἐν Αἰθιοπίᾳ Ποσειδῶνος ἐπανάγει Ὀδυσσέα, Ποσειδῶν δὲ νῦν ἐνεργεῖ.

[*](16. *Πορφυρίου] om. B et Ven. A. 23. τῷ γάλακτι Bekk.] τὸ γάλα 31. * ἄλαιος] ἀλεὸς)
3

11. θαμάζων] θεωρῶν, ὡς τὸ “ἱστάμενοι θαύμαζον” (Il. 18, 490).