Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

326. ἔμπης] ὁμοίως πᾶσιν. ἔμφασιν δὲ ἔχει καὶ τὸ ἐφεστᾶσι. μυρίας δέ φησι προφάσεις τὴν τοῦ θανάτου ἔχειν μοῖραν, ὥστε καὶ μὴ πολεμήσαντας ἱκανὴν φονεύειν εἶναι.

τὸ ἑξῆς, νῦν δʼ ἴομεν. τὸ σχῆμα δὲ τοῦ λόγου μετρία σις καλεῖται· εἰπὼν γὰρ τὸ δεῖν τῶν κινδύνων ἀφίστασθαι, εἰ ἐνῆν ἀθάνατον εἶναι, τῷ ἀδύνατον ὑπάρχειν τὸ προτεινόμενον τὴν παρρη- σίαν τοῦ δεῖν κινδυνεύειν εἰσηγήσατο.

329. οὐδὲ Γλαῦκος ἀπετράπετʼ] ὀρθῶς οὐδὲν ἀποκρινόμενος ἕπεται· ὁ γὰρ καιρὸς αὐτὸν ἤπειγεν.

330. πάλιν ἄλλῃ παρασκευῇ χρῆται ὥστε νεώτερον τὸν ἀγῶνα φαίνεσθαι, προσεκτικωτέρους τοὺς ἀκροατὰς ποιῶν.

332. τοῦ γὰρ δὴ πρὸς πύργον] ὅπου αὐτὸς φυλάττειν ἐτέτακτο. ὡς συνετὸς δὲ προασφαλίζεται.

334. τὸ ἡγεμόνων ἄκρως προσέθηκεν, οἷς διʼ αἰδῶ ἀπαραίτητος ἡ συμμαχία. διδάσκει οὖν Ὅμηρος οἵους δεῖ εἶναι τοὺς ἄρχοντας, ὡς ἀμείνους τῶν ὑποτεταγμένων. ἄλλως τε τοῖς ἡγεμόσιν εἰκός καὶ πλῆθος ἕπεσθαι.

ἑτάροισιν] τὸ φιλόστοργον αὐτοῦ ἐνδείκνυται· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλʼ ὑπὲρ τῶν ἑταίρων δέδοικε. παιδευτικὸς δὲ ὁ λόγος.

336. οὐκ εἰκῆ τὸ νέον· χθὲς γὰρ ὑπὸ Ἕκτορος ἐτρώθη· νεωστὶ οὖν προῆλθε τῆς σκηνῆς, ὁρῶν τὸν κίνδυνον.

337. ἀλλʼ οὔπως] ἀλλʼ οὐκ ἦν αὐτῷ ἐγγύθεν βοήσαντι ἀκου- σθῆναι· ἐντεῦθεν ἀγγέλου ἐδέησεν.

340. ἐπὶ πάσας γὰρ ὁ ὀχεὺς κεκλιμένος ἦν. ἢ ἐπὶ πάσας ἤρ- χοντο οἱ πολέμιοι.

508

343. Αἴαντα κάλεσσον] φίλος γὰρ αὐτοῦ ὡς Σαλαμίνιος ἦν ὁ. Τελαμώνιος· εἶτα δεδιὼς ἐπάγει “ἀμφοτέρω μὲν μᾶλλον.” ἔστι δὲ ἤθικὰ ταῦτα καὶ ἐγγὺς ἀληθείας, ἅπερ ἄκρως ἀπομιμεῖται ὁ ποιητής.

356. μίνυνθά περ] δεξιότητος ἀγγέλου σημεῖον· προσάγεται γὰρ φάσκων ἐπʼ ὀλίγον ἔσεσθαι τὴν βοήθειαν.

366. θαυμαστῶς ἐφʼ ἑτέραν μάχην ἀπιὼν καὶ τῶν ἐνθάδε προνοεῖ ὡς γενναῖος καὶ πολεμόπειρος.

367. Δαναοὺς ὀτρύνετον] οὐ γὰρ εὔσχημον τὸ τοῖς ἡγεμόσι καὶ ὁμοτίμοις ἐντέλλεσθαι.

381. ὑπέρτατος] ὑπερμεγέθης. ἔστι δὲ ὁ στίχος ὅλος δακτυ- λικός.

382. ἄκρως τὸ ἔχοι· οὐ γὰρ ἔφη βάλοι, καίτοι ἐγχωροῦντος τοῦ μέτρου. ἔστιν οὖν ἐπίτασις· ὃν οὐδὲ κατέχειν ἀμφοτέραις ἐδύ- νατό τις, τοῦτον ῥηῖδίως τῇ ἑτέρᾳ ἀφίησιν Αἴας. καὶ τὸ οὐδὲ μάλʼ ἡβῶν πρὸς ἐπίτασιν πλείονα ἔγκειται.

383. ὑψόθεν ἔμβαλʼ ἀείρας] ἤτοι μετεωρίσας τὴν χεῖρα πρὸς τὸ βιαιοτέραν γενέσθαι τὴν τρῶσιν.

385. *κυβιστῇ, ἢ δύτῃ, ἢ δελφῖνι. τὸ δὲ ἀρνευτῆρι παρὰ τοὺς ἄρνας· καὶ γὰρ οὗτοι ἐπὶ κεφαλὴν ἑαυτοὺς ῥίπτουσιν, ὥσπερ ἀέρα εὔδιον κηρύττοντες καὶ γαλήνην.

386. κάππεσʼ] ἤδη γὰρ ἐπιβεβηκότες ἦσαν τῷ τείχει. ὀστέα δὲ ἀπὸ μέρους τὸ ὅλον σῶμα· οὐ γὰρ ἐν τοῖς ἀναισθήτοις ἡ ψυχή.

388. μάλα ὤνησαν πολλοὶ ἐλθόντες βοηθοὶ Αἴας καὶ Τεῦκρος· ὅθεν καὶ τὰ ἄκρα τῆς Σαρπηδόνος στρατιᾶς παρείλοντο.

389. ἀρίστου γὰρ τοξότου τὸ ἐσκεμμένως βάλλειν καὶ τὰ καίρια τηρεῖν.

390. ἂψ δʼ ἀπὸ τείχεος ἆλτο] προσηρεικὼς τῷ τείχει ὁ Γλαῦκος πάλιν ἀναχωρεῖ, ἵνα μὴ τοῖς ἑτέροις Τρωσὶν αἴτιος γένηται δειλίας, καυχήσεως δὲ τοῖς Ἀχαιοῖς.