Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

3. ὁμιλαδόν] καθʼ ὁμίλους, ὡς φυλαδόν κατὰ φυλὰς, οἷον οὐ καθ᾿ ἕνα ἄνδρα, ἀλλʼ ὅλων τῶν τάξεων ἐγίνετο συμβολή.

3, 4. οὐδʼ ἄρʼ ἔμελλεν τάφρος] τετρωμένων τῶν ἀριστέων μένειν ἐν τῇ πεδιάδι Ἕλληνες οὐκ ἐδύναντο. ἀναγκαίως οὖν τὴν πεδιάδα μάχην ἐπὶ τειχομαχίαν μεταφέρειν βούλεται· τούτου γὰρ χάριν καὶ ἀνέπλασε τὴν τειχοποιίαν, ὑπὲρ τοῦ ἀγῶνας κινῆσαι ἐπὶ τῇ· τειχομαχίᾳ. ἐπὶ οὖν τοῦ Τρωῖκοῦ τείχους τοῦτο ἀμήχανον (θεοποίη- τον γὰρ ἦν)· ἐπτὶ δὲ αὐτὸς ἀνήγειρε τὸ τεῖχος, διὰ τοῦτο καὶ [*](4. *τοῦ βελουλκεῖν] τὸ βελουλκεῖν 17. *αἵματος] τραύματος 7. * μαχαίρᾳ] μαχαίρῃ 25. * ὅλων] ὁμοῦ)

490
ἠφάνισεν αὐτὸ, τὸν ἔλεγχον συναφανίζων. τῆς δὲ ἀφανείας αἰτίαν ἀπέδωκε τὸ μηνῖσαι θεοὺς θυσιῶν μὴ τυχόντας ἐπʼ αὐτῷ.

5. ἡ ἀμφί τὴν συνάφειαν καὶ ἐγγύτητα δηλοῖ, ὥσπερ φαμέν “περὶ τοῦτον οἰκῶ τὸν τόπον,ʼ τὴν πλησίον δηλοῦντες σχέσιν.

6. ἤλασαν] ἐξέτειναν, ἀπὸ μεταφορᾶς τῶν σιδήρων.

7. διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵνα σώζοι αὐτῶν τὸν ναύσταθμον καὶ αὐτούς. δείκνυσι δὲ ὅτι πάντων ἀρχηγὸν ἡγεῖσθαι δεῖ τὸ θεῖον· διὰ γὰρ τοῦτο αὐτοὶ μὲν ἀτυχοῦσι νῦν, τοῦτο δὲ φθείρεται.

9. ἔμπεδον] οὐκ ἔστιν ἀντὶ τοῦ ἀσφαλές· ἐπεπόρθητο γὰρ ὑπὸ Σαρπηδόνος καὶ Ἕκτορος· ἀλλʼ ἀντὶ τοῦ ἐν τῷ πεδίῳ τὰ θεμέλια ἔχον.

12. * Πορφυρίου. διὰ τί σχεδὸν ὅλου καταλυθέντος τοῦ τείχους ἐν τῷ πολέμῳ, πρῶτον μὲν ὑπὸ Σαρπηδόνος, “Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν —τεῖχος ἐγυμνώθη” (397—399), μετὰ δὲ ταῦτα ὑπὸ τοῦ Ἀπόλλωνος “προπάροιθε δὲ Φοῖβος Ἀπόλλων καπέτοιο βαθείης, ποσὶν ἐρείπων ἐς μέσον κατέβαλε, γεφύρωσε δὲ κέλευθον” (Il. 15, 355— 357). καὶ μετʼ ὀλίγον πάλιν (361—366) “ἔρειπε δὲ τεῖχος Ἀχαιῶν ῥεῖα μάλʼ ὡς ὅτε τις ψάμαθον παῖς ἄγχι θαλάσσης· ὥς ῥα σὺ, ἤῖε Φοῖβε, πολὺν κάματον καὶ ὀῖζὺν σύγχεας Ἀργείων.” πῶς οὖν πεπτωκότος τοῦ μέρους τοῦ τείχους φησὶν ὁ ποιητὴς “ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν·” ὅτε δὲ, φησὶν, ἑάλω ἡ πόλις “ Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν, δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι;” ῥητέον οὖν ὅτι ἔμπεδον οὐ τὸ ἑδραῖον καὶ νῦν σημαίνει ἡ λέξις, ἀλλὰ κυρίως τὸ ἐν τῷ πεδίῳ· καὶ πεπτωκὸς δὲ τὸ τεῖχρς ἐν τῷ πεδίῳ ἔκειτο. οὐκ εἰς πτῶσιν οὖν τινὰ ἡ ἀναβολὴ, ἀλλʼ εἴς τε τὴν τοῦ παντὸς πτῶσιν καὶ εἰς τὴν ἐκ τοῦ πεδίου ἐκβολήν· τὸ γὰρ ἐπάγγελμα “ ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη” (26) καὶ “πάντα θεμείλια κύμασι πέμπε” (28) “λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον, αὖτις δʼ ἠῖόνα μεγάλην ψαμάθοισι κάλυψε, τεῖχος ἀμαλδύνας” (30— 32). ἀντίκειται οὖν τὸ ἀμαλδῦναι τὸ τεῖχος, ὅπερ ἐστὶν ἀφανίσαι ἐκ τοῦ τόπου ἐν ἦν τῷ ἔμπεδον εἶναι. οὐκ ἂν οὖν τὸ ἔμπεδον σημαίνοι τὸ ὀρθὸν ὅλον καὶ ἀκίνητον, ἀλλὰ μόνον τὸ ἐν πεδίῳ κείμενον. οὕτω καὶ Ἄρατος (13) ἐπὶ τῶν φυτῶν τῷ ἔμπεδον κέχρηται, εἰπὼν “ὄφρ ἔμπεδα πάντα φύωνται” ἀντὶ τοῦ ἐν πεδίῳ καὶ τῇ γῇ κείμενα.

[*](11. *Πορφυρίου] om.)
491

* Πορφυρίου. ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην—ἔμπεδον ἦεν. ἀπορίαν εἰκότως παρέσχε τὰ ἔπη ταῦτα, ἃ περὶ τοῦ τείχους τῶν Ἀχαιῶν ὁ ποιητὴς ἀναπεφώνηκεν. τὸ γὰρ τεῖχος τῶν Ἀχαιῶν οὐκ ἔμενεν ἔμπεδον ἐφʼ ὅσον ὁ μὲν Ἕκτωρ ἔζη καὶ ἐμήνιεν Ἀχιλλεὺς, ἡ δὲ τοῦ Πριάμου πόλις ἀνάλωτος ἔμενεν, μετὰ δὲ τὴν ἅλωσιν Ἰλίου καὶ τὸν ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατηρείφθη· ἔτι γὰρ τοῦ πολέμου συνε- στῶτος καὶ Ἀχιλλέως μηνίοντος, Ἕκτορος δὲ περιόντος καὶ ἀριστεύ- οντος ὑπὸ τῶν Τρώων τὸ τεῖχος τῶν Ἀχαιῶν κατηρείφθη καὶ διο- δεύσιμον γέγονε τοῖς πολεμίοις· ὁ μὲν γὰρ Σαρπηδὼν τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺς ὀχῆας αὐτοῦ καὶ τὰς πύλας διέρρηξεν, ὁ δὲ Ἀπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε. φησὶ γὰρ ἐπὶ μὲν Σαρπηδόνος (397) “Σαρπηδὼν δʼ ἄρ ἔπαλξιν ἑλῶν χερσὶ στιβαρῇσιν ἕλχ’, ἡ δʼ ἔσπετο πᾶσα διαμπερές· αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον” ἐκὶ δὲ τοῦ Ἕκτορος (452) “ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας, στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἐρεισάμενος βάλε μέσσας, εὖ διαβὰς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιροὺς, πέσε δὲ λίθος εἴσω βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον· οὐδʼ ἂρ ὀχῆες ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλῃ, λαὸς ὑπαὶ ῥιπῆς, ὁ δʼ ἄρ ἔσθορε φαίδιμος Ἕκτωρ, κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν, αὐτίκα δʼ οἱ μὲν τεῖχος ὑπέρβασαν, οἱ δὲ κατʼ αὐτὰς ποιητὰς ἐσέχυντο πύλας” ἐπὶ δὲ τοῦ Ἀπόλλωνος καὶ τῶν Τρώων (15, 360) “τῇ ῥʼ οἵγε προχέοντο —θαλάσσης ἢ ἀθύρματα νηπιέῃσιν, ἄψ αὖτις—σύγχεας Ἀργείων.” οἱ δὲ Πανέλληνες τοῖς γεγενημένοις μαρτυροῦντές φασι συμφώνως “ τεῖχος μὲν γὰρ δὴ κατήριπεν-ἀλίαστον ἔχουσι.” τὸ καταριφὲν οὖν τεῖχος οὐχ ὑπὸ ἀνθρώπων μόνον, ἀλλὰ καὶ θεῶν ἐν τῷ τῆς μήνιδος χρόνῳ, τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενη- κέναι μέχρι πορθήσεως Ἰλίου ἄπορον εἰς λύσιν. οἱ μὲν οὖν γραμ- ματικοὶ κατὰ τοῦ πλείστου μέρους ἀξιοῦσι λέγειν ἔμπεδον· ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦσι δὲ οὗτοι ὅτι τινὰ, κἂν ἐκ μέρους πάθῃ, οὕτʼ ἔμπεδά ἐστιν οὕτʼ ἀρηρότα. καὶ ἀμφορεὺς διατρηθεὶς, κἂν σχεδὸν ὅλον τὸ κύτος ἄθραυστον ᾖ, οὐκέτʼ ἐστὶν [*](1. *Πορφυρίου] om. tum codice Veneto Aab alia mauu Scholion hoc paullo aliter scrip- illatum vol. 1 p. 413, 29.)

492
ἔμπεδος ἀμφορεὺς, ἀλλʼ ὄστρακον· καὶ τεῖχος ὃ μηκέθʼ οἷον φυλάσσειν τοὺς τειχίσαντας οὐκέτʼ ἂν εἴη ἔμπεδον τεῖχος, ἀλλὰ σωρὸς λίθων. μήποτʼ οὖν ἡ ἔμπεδον λέξις οὐκ εἴληπται νῦν μεταφορικῶς ἐν ἴσῳ τῷ ἀσφαλὲς καὶ ἀρηρὸς, οὐδέ ἐστιν ὅμοιον τῷ “οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι' (Il. 10, 93)ʼ οὐδὲ τῷ “τοὶ δʼ ἂρ ἔσαν δίδυμοι, ὁ μὲν ἔμπεδον ἡνιόχευεν” (Il. 23, 641). ἀλλὰ κυρίως νῦν ἐξενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε σημαίνοι ἂν τὸ ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ ἔμπεδον τῷ ἁλιπλόῳ, τὸ ἐν τῷ πεδίῳ πρὸς τὸ αὖθις ἁλίπλουν γενόμενον· οὐ γὰρ ἔφη τόφρα δὲ καὶ μέγα τεῖχος ἀπόρθητον ἦν καὶ ἄθραυστον, ἀλλʼ ἔμπεδον, καὶ πάλιν “οὔτι πολὺν χρόνον ἔμπεδον ἦεν.” τί οὖν πάσχει ὕστερον; τῶν ποταμῶν πάντων, φησὶν, “ὁμόσε στόματʼ ἔτραπε —συνεχὲς, ὄφρα — μογέοντες Ἀχαιοὶ, λεῖα δʼ ἐποίησε παρʼ ἀγάρροον Ἑλλήσποντον” (24—30)· ὥστε εἰ καὶ πεπτωκὸς ἦν τὸ τεῖχος, ἀλλʼ ἐπὶ τῷ πέδῳ ἦν τὰ πτώματα καὶ τὰ θεμέλια· ὕστερον δὲ πάντα διʼ ὕδατός φησιν εἰς θάλασσαν ἐξενεχθῆ- ναι. συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν, οὐδʼ ὅτε Ξάνθος ἐπλημμύρει κατʼ Ἀχιλλέως. καὶ τὸ κατὰ μετα- φορὰν δʼ ἔμπεδον, τὸ σημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐν τῷ πέδῳ μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχος καθʼ αὑτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου οὐ κατηνέχθη εἰς θάλασσαν, ὅπερ φησὶν αὐτὸ ὕστερον παθεῖν.

15. ἐπεὶ εἰς τὸν Ἕκτορος θάνατον μέλλει τελευτᾶν ἡ ποίησις, ἵνα μὴ οἰηθείη τις ἐπικρατέστερα εἶναι τὰ τῶν Τρώων, εἶπεν ὅτι ἐπορθήθη, ἵνα μὴ ἀτελεσφορήτους Ἕλληνας ἐάσῃ.

19. Ἰδαίων ὀρέων] ἢ τῶν ἀκρωρειῶν τῆς Ἴδης Λεκτοῦ καὶ Γαρ- γάρου καὶ Φαλάκρας, ἢ ἀντὶ τοῦ ἑνικοῦ τῆς Ἴδης πληθυντικῶς φησί.

22. βοάγρια] τὰ εἰς τὴν βοὴν ἀγειρόμενα. ἢ βόεια γέρρα, ὅ ἐστι δέρρα. ἢ τὰ ἐξ ἀγρίων βοῶν γενόμενα.

23. οὐδέποτε τοὺς σὺν Ἀγαμέμνονι ἡμιθέους ὠνόμασεν· ἆρα οὖν τοὺς σὺν Ἡρακλεῖ φησίν; ἢ καὶ τοῦτο πρὸς αὔξησιν τοῦ πάθους.

25. * Πορφυρίου. ἄλογον τοὺς μὲν ἀνθρώπους μιᾷ ἡμέρᾳ τὸ τεῖ- χος, τοὺς δὲ θεοὺς ἐννέα ἡμέραις καθελεῖν. οἱ μὲν οὖν ἐκ τῆς λέξεως [*](3. ἔμπεδον Vill.] ἔμπεδος 5. ἔσαν] ἦσαν 33. * Πορφυρίου] om.)

493
λύουσι· τὸ γὰρ ἐννῆμαρ εὐεπιπτώτως λέγουσι λέγειν Ὅμηρον. οἱ δὲ δασύνουσιν, ἵνα ὃν ἦμαρ. οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τότε βουλό- μενος παντάπασιν ἐξαλεῖψαι τὸ τεῖχος πλασθὲν ὑπʼ αὐτοῦ, τοσοῦτον χρόνον ἐποίησε τῆς καθαιρέσεως. οἱ δὲ ἀπὸ τοῦ προσώπου· οὐ γὰρ πρέπει τοὺς ἀριστέας εἰσάγειν τειχοδομοῦντας ἐν πολλαῖς ἡμέραις, ἀπρεπεστέρας οὔσης τῆς ὑπηρεσίας.

*Πορφυρίου. διὰ τί τὸ τεῖχος οἱ μὲν Ἀχαιοὶ μιᾷ ἡμέρᾳ ἐποίη- σαν, ὁ δὲ Ἀπόλλων καὶ ὁ Ποσειδῶν ἐννέα ἡμέραις κατέβαλον; ἄλογον γὰρ τὸ μὲν χαλεπώτερον ῥᾳδίως τοὺς ἀνθρώπους ποιῆσαι, τὸ δὲ ῥᾷον τὸ καταβαλεῖν τοῦ οἰκοδομῆσαι τοὺς θεοὺς μόλις. ῥητέον δὲ, οὐκ εἰς τὸ καταβαλεῖν ταῖς ἐννέα ἡμέραις κέχρηται, ἀλλʼ εἰς τὸ ἁλίπλοα γενέσθαι καὶ τὰ θεμέλια καὶ εἰς τὴν θάλασσαν κατενεχθῆ- ναι “ φιτρῶν καὶ λάων τὰ θέσαν μογέοντες Ἀχαιοί,” καὶ ἔτι λειῶ- σαί τε τὸν τόπον καὶ “αὖθις δʼ ἠῖόνα μεγάλην ψαμάθοισι καλύψαι.” οὐ μὴν τὰ πρὸς τὸ καταβαλεῖν συνηρτημένα εἰς τὸ τέλειον τοῦ ἀφανισμοῦ καὶ τῆς ἠῖόνος τὴν εἰς τὸ ἐξ ἀρχῆς ἀποκατάστασιν. ἅμα δὲ καὶ τῷ ποιητῇ ἡ μὲν τῶν Ἀχαιῶν τειχοποιία οὐ παρεῖχε τὴν διατριβήν· οὐ γὰρ εὐπρεπὲς τοὺς ἀριστέας ποιῆσαι λιθοφοροῦντας· ἡ δὲ τῶν θεῶν μεγαλοπρεπής· τοῖς γὰρ ποταμοῖς καὶ τῇ τριαίνῃ διέλυον τὸ τεῖχος. Καλλίστρατος δὲ ἠξίου ἓν δʼ ἦμαρ ἐς τεῖχος γράφειν, δασύνοντας τὸ ἓν, ἐπεὶ μηδέποτε καθʼ ἑαυτὸ τὸ ἐννῆμαρ ὁ ποιητὴς εἴρηκεν, ἀλλὰ πάντως ἐπάγων τὴν δεκάτην. “ἐννῆμαρ μὲν ἀνὰ στρατὸν, τῇ δεκάτῃ τε” (Il. 1, 53).

27. τὸ αὐτός τὸ τοιοῦτον ἐπὶ δεσπότου καὶ βασιλέως τίθεται. ἔστι δὲ καὶ Ποσειδῶν πάντων ἄρχων ὑδάτων.

*οἶμαι δʼ ἔγωγε καὶ τὸ Ἑλληνικὸν τεῖχος, ὃ πρὸς καιρὸν ἔρυμα τῆς ἰδίας ἀσφαλείας ἐπύργωσαν, οὐχ ὑπὸ τοῦ συμμάχου καθῃρῆ- σθαι Ποσειδῶνος, ἀλλʼ ὑπὸ ὑετοῦ δαψιλοῦς γενομένου καὶ τῶν ἀπʼ Ἴδης ποταμῶν πλημμυοάντων συνέβη καταρριφθῆναι· ὅθεν ἐπώνυμος τοῦ πάθους γέγονεν ὁ τῆς ὑγρᾶς φύσεως προσταίη, Ποσειδῶν, εἰκὸς δὲ καὶ σεισμοῖς διατιναχθὲν ὑπονοστῆσαι τὸ κατασκεύασμα· δοκεῖ δὲ ὁ Ποσειδῶν ἐννοσίγαιος καὶ σεισίχθων εἶναι, τοῖς τοιούτοις τῶν [*](7. *Πορφυρίου] om. 26. πρὸς καιρὸν ex Heraclito] 9. τὸ μέν Vill.] τὸ μἐν γὰρ πρύσκαιρον 10. ῥᾷον Bekk.] ῥᾀδιον 27. ὑπὸ] ὡς Heraclitus 26—p. 494, 11. Haec ex Hera- 29. καταρριφθῆναι] Apud Hera- clito cap. 38 p. 77 transcripta. clitum και ερειφθῆναι vel καταρριφῆναι)

494
παθημάτων ἐπιγραφόμενος. ἀμέλει καί φησιν ὁ ποιητὴς “αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν.”

*δοκεῖ μοι λεπτῶς ἐξετάζοντι μηδὲ τὸ κατὰ τὴν τρίαιναν ἀφιλο- σόφητον εἶναι, διʼ ἧς ὑφίσταται τοὺς λίθους ἀναμεμοχλεῦσθαι τοῦ τείχους· τὰ γάρ τοι σεισμῶν διαφέροντα τοῖς παθήμασιν οἱ φυ- σικοὶ λέγουσιν εἶναι, καί τινας ἰδίους χαρακτῆρας ἐπιγράφουσιν αὐτοῖς, βρασματίαν τινὰ καὶ χασματίαν καὶ κλιματίαν προσαγο- ρεύοντες. τριπλαῖς οὖν καθώπλισεν αἰχμαῖς τὸν τῶν σεισμῶν σἴτιον θεόν. ἀμέλει πρὸς βραχὺ κινηθέντων αὐτῶν τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη” (Il. 13, 18), τὸ τῶν σεισμῶν ἰδίωμα τοῦ ποιητοῦ διαση- μήναντος ἡμῖν.

ἁλμυρὰ καὶ γλυκέα καὶ μικτὰ ὕδατά εἰσιν, ἅπερ ὑφʼ ἑαυτὸν ἔχων πάντοτε ἐκεῖσε ἤγαγεν.

29. τὰ θέσαν μογέοντες Ἀχαιοί] τοῦτο ἀνεφώνησεν ὡς συναλγῶν τῷ κόπῳ αὐτῶν. μογέοντες δὲ ἀντὶ τοῦ ἀτυχοῦντες.

36. στικτέον εἰς τὸ δούρατα, καὶ τὴν κατά ἐκδεκτέον.

37. μάστιγα Διὸς τὸν κεραυνόν φησι· προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἡ ἧσσα ἦν Ἑλλήνων.

41. ὡς δʼ ὅταν] πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν Ἕκτορα τὸν ἐν τοῖς Τρωσὶν εἱλούμενον καὶ φοβοῦντα τοὺς ἀκοντι- στὰς καὶ πολεμικοὺς Ἕλληνας.

46. * ταρβεῖ] τρισὶ παραγωγαῖς ὁ Ἡρωδιανὸς τοῦτο ὑπέβαλεν· πρῶτον ἐκ τοῦ ταράσσω, τάραβος καὶ τάρβος· δεύτερον, ὅτι ἐκ τοῦ τρέπω ὁ δεύτερος ἀόριστος ἔταρπον, τάρπος, καὶ τροπῇ τοῦ π εἰς β τάρβος· τρίτον, ὅτι τείρω τὸ καταπονῶ, ὁ δεύτερος ἀόριστος ἔταρον, τόρος, καὶ πλεονασμῷ τοῦ β τάρβος, ἐξ οὗ καὶ ῥῆμα ταρβῶ. διδάσκει μέτρῳ χρῆσθαι ἐν τοῖς πλεονεκτήμασι· ταῦτα γὰρ εἰ μὴ ῥυθμίζοιτο, ἀναιρεῖ τοὺς ἔχοντας.

49. εἱλίσσεθʼ ἑταίρους] στικτέον εἰς τὸ ἑλίσσετο, καὶ ἔστιν ἀντὶ τοῦ εἱλεῖτο· οὐδέποτε γὰρ Ἕκτωρ ὡς ἀλαζὼν παρακαλεῖ. οἱ δὲ [*](1. ἐπιγραφόμενος ex Heraclito] ἐξετάζοντι] τὰ τοιαῦτα addit He- ἐπιγραψάμενος raclitus. καὶ et ὁ ποιητὴς om. Heraclitus. 4. ἀναμεμοχλεῦσθαι ex Hera- 2. Post τρίαιναν plura desunt clito] ἀναμοχλεὐσαι. ex Heraclito supplenda, abscissa 5. τἀ γάρ τοι] τρία γὰρ εἴδε Mehl. superiore folii parte. 6. εἶναι Mehlerus] ἶσ (ἴσα apud 3. δοκεὶ] δοκεῖ δέ Heraclitus. Heraclitum).)

495
ἀντὶ τοῦ παρεκάλει, ὡς ἂν δυσχεροῦς καὶ κινδυνώδους οὔσης τῆς πράξεως.

52. ἀπὸ γὰρ δειδίσσετο τάφρος] ἄκρως τὰ περὶ τὴν τάφρον δεινοποιεῖ, ἀγῶνας κινῶν τῷ ἀκροατῇ καὶ ἀνελπιστίαν τῆς διαβάσεως καὶ προσοχὴν τοῦ ἐσομένου τολμήματος.