Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

163. ἀντὶ τοῦ ἔξω τῶν βελῶν. ἐντέχνως δὲ ἔχει καὶ ταῦτα· τό τε γὰρ παρόντα ἐλαττοῦσθαι Ἀγαμέμνονι οὐ σύμφωνον τῇ ποιήσει, τό τε περιφεύγειν αὐτὸν οὐ τῆς θρασύτητος Εκτορος. καλῶς οὖν τὸν Δία φησὶν αὐτὸν ἐξαγαγεῖν, ὡς εἴπερ παρῆν, ἀπέλαυσεν ἂν τοῦ δεινοῦ.

165. οἱ μὲν ἀντὶ τοῦ σφενδονηδόν, οἱ δὲ ἀντὶ τοῦ σπευστικῶς εἵπετο.

170. * Σκαιάς τε πύλας] κατὰ τρεῖς τρόπους λέγονται Σκαιαὶ πύλαι, ἢ ἀπὸ Σκαιοῦ τοῦ δημιουργήσαντος αὐτὰς, ἢ ὅτι ἐν τοῖς σκαιοῖς ἤγουν τοῖς ἀριστεροῖς μέρεσι κεῖνται. σκαιὰ γὰρ τὰ ἀριστερὰ, ὡς καὶ ὁ ποιητὴς ἐδήλωσεν εἰπὼν “εἴτʼ ἐπὶ διξίʼ ἴοσι [*](11. *Εέξτος] σέᾶςοσ—217, et manu recentiore scriptos 28. Post hoc scholion sequitur nullis cum scholiis manus primae, folium 145 versus complexum 167 sed solis secundae.)

464
πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα” (Il. 12, 239). ἢ παρὰ τὸ σκαιῶς βεβουλεῦσθαι τοὺς Τρῶας· τὸν γὰρ δούριον ἵππον κατʼ αὐτὰς ἐδέξαντο.

183. * πιδηέσσης] πῖδαξ γίνεται παρὰ τὸ πιδῶ τὸ ἱδρῶ· ἱδρῶτα γὰρ τῆς γῆς οἱ φυσικοὶ τὰς πηγὰς λέγουσιν. ἢ ἐκ τοῦ πίνω πῖναξ καὶ πῖδαξ.

190. * μάρνασθαι] ἐκ τοῦ μάρνημι. τοῦτο ἐκ τοῦ μαραίνω, ὃ σημαίνει τὸ φθείρω· ὁ μέλλων μαρανῶ, καὶ συγκοπῇ μαρνῶ, καὶ ἐξ αὐτοῦ μάρνημι.

* ὑσμίνην] ὑπομένῃ γίνεται ἐκ τοῦ ὑπομένω ὑπομονή, καὶ συγ- κοπῇ καὶ πλεονασμῷ τοῦ γίνεται ὑσμίνη· δεῖ γὰρ ὑπομονῆς ἐν τῷ πολέμῳ.

218. ἔσπετε νῦν μοι Μοῦσαι] ἐπὶ τοῖς μεγίστοις τὰς Μούσας καλεῖ, ὡς ἐρῶν τι καινότερον· αἱ γὰρ τοιαῦται προπαρασκευαὶ ἀκ- μαιοτέρας ποιοῦσι τὰς προσοχὰς τοῖς ἀκροαταῖς.

221. τοῦτο οὕτως συντακτέον “Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε (231), ὅς ῥα τότʼ Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἦλθε,” καὶ τοὺς λοιποὺς ἐννέα στίχους διὰ μέσου.

223. τὸ Κισσῆς ἀπὸ τοῦ Κισσέας κατὰ κρᾶσιν· διὸ περι- σπαστέον. ὡς νεώτατον δὲ εἰς εἰρηνικὰ χωρία διδόασιν ἐκτρέφεσθαι οἱ γονεῖς.

227. ὡς νέος καὶ νεωτέρων πραγμάτων ἐρῶν· φιλοπόλεμοι γὰρ οἱ νέοι, ὡς καὶ Πίνδαρος (Fr. 76) “γλυκὺς ἀπείρῳ πόλεμος, ἐμπείρων δέ τις ταρβεῖ προσιόντα νιν.”

233. ἀξιοπίστως, ἵνα μὴ πάντα ἐπιτυγχάνοντα εἰσάγῃ. ἅμα δὲ καὶ τὸ ἀνθρώπινον ἐνδείκνυται.

234. κατὰ ζώνην θώρηκος ἔνερθε] οὐ τὸν θώρακα δηλοῖ, ἀλλὰ τὴν καλουμένην θωρακοζώνην. τὸ δὲ ἔνερθεν εἰς τὸ κάτω μέρος αὐτῆς, ὡς ὅταν λέγῃ “ἀγκῶνος ἔνερθεν” (252), κατὰ τὸ τοῦ ἀγκῶνος κάτω μέρος.

239. ἐφʼ ἑαυτῷ, ὥστε μὴ χρήσασθαι ἔτι ἐκεῖνον τῷ δόρατι. ἐφʼ ἑαυτῷ δὲ ἕλκει, οὐ δεδιὼς ἔτι τὴν τρῶσιν διὰ τὸ ἀνακεκλάσθαι τὴν αἰχμήν· δῆλον γὰρ ὅτι ἅμα ἕλκων καὶ ὑποχωρεῖ· ὀρθοτονητέον δὲ τὴν οἷ, καὶ εἰς σύνθετον μεταληπτέον.

[*](19. * Κισσέιας] κισσεύς)
465

συντόμως ἅμα καὶ ἀληθῶς τῇ παραβολῇ ἐχρήσατο· καὶ οἱ λέοντες γὰρ ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα, ἀφαιρούμενοι τῶν κτεινόντων τὰ ὅπλα, καὶ λανθάνουσιν ἑαυτοὺς τιτρώσκοντες.

242. ἐπεὶ περὶ θαλάμου ἔμπροσθεν διελέγετο καὶ κοίτης τῆς παρὰ γυναικὶ, περιπαθῶς τῇ ἐπιφωνήσει ἐχρήσατο. ἀστοῖσι δὲ τοῖς Τρωσὶν, ἐπεὶ Ἀντήνορος ἦν παῖς.

243. ἦς οὔτι χάριν ἴδε] ἤτοι οὐκ ἐχάρη ἐπὶ τῇ συμβιώσει αὐ- τῆς οὐδὲ ἐπὶ τῇ τεκνοποιήσει.

244. ὑπέστη] ὑπέσχετο ἐκ τῆς γονῆς τῶν ποιμνίων ἀποδοῦναι καὶ ταῦτα. περιπαθῶς δέ φησιν ὅτι σπουδάσας περὶ τὴν γυναῖκα.

247. τεύχεα καλιά] ἔοικε διαφέροντα εἶναι τὰ ὅπλα ὡς νέου καὶ νυμφιδίου· διὸ οὐδὲ παρέρχεται αὐτὰ ὡς τἄλλα.

251. λαθὼν Ἀγαμέμνονα] ἠνάγκαστο μὲν διὰ τὸ πάθος τοῦ ἀδελφοῦ παρακινδυνεύειν, οὐ τολμᾷ δὲ, ἀλλὰ κλέπτει τὴν μάχην λεληθότως. δυστυχίας οὖν, οὐκ ἀνανδρίας ἐγκαλεῖται Ἀγαμέμνωνʼ ἀριστεύων γὰρ ὑπό τινος εὐτελοῦς ἐκ πλαγίου τιτρώσκεται. Μενέλαος δὲ τοὐναντίον μαλθακὸς μὲν αἰχμητὴς, ἄλλως δὲ μακάριος. διδάσκει οὖν ὁ ποιητὴς ὡς οὐ τέλεια τὰ μὴ ῥώμης, φρονήσεως καὶ τύχης ποσῶς εὐποροῦντα.

256. στερεὸν, ὑπὸ ἀνέμων γεγυμνασμένον τὰς ἶνας· ἢ ἀνεμοτρε- πὲς, τὸ ἀντιτασσόμενον καὶ ἀνέμοις ξύλον διὰ στεριφότητα.

261. ᾧ ἐπικουρῶν ὁ Κοων ἔτρωσεν Ἀγαμέμνονα, ἐπʼ αὐτῷ δὲ τρωθεὶς κατέπεσεν.

266. ὄφρ’ οἱ αἷμ’ ἔτι] ἰατρικῶς· μέχρι γὰρ τούτου ἀφλέγμαντά ἐστι τὰ ἕλκη.